Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

προδεδήλωται, οὕτω καὶ πατὴρ μὲν ἀνδρῶνκαὶ θεῶν κατά τι μέρος, ὅτι μηδὲ σεμνὸν ἦν πατέρα τινῶν ἑτέρων αὐτὸν προσρηθῆναι, εἰς τὸ καθόλου δὲ ὁ πάντων ἐπιτελεστὴς κατὰ τὸ «σέο δ' ἐκ τάδε πάνταπέλονται». (ῃ. 75–9) Ὅτι ἐν μὲν τῇ αʹ ῥαψῳδίᾳ τὴν Ἀθηνᾶν εἶπε κατελθεῖν οὐκ ἐνσώματον. διὸ οὐδὲ ἔβλεπέ τις αὐτὴν ἀλλ' ἢ μόνος Ἀχιλλεύς.ἐνταῦθα δὲ ἀστέρι εἰκασθεῖσα εἰς τὸ μέσον κατέθορεν, ἤτοι εἰς τὸ μεταίχμιον.φησὶ γάρ· «οἷον δ' ἀστέρα ἧκε Κρόνου παῖς», ἤγουν ὁ Ζεὺς ἀὴρ ἔπεμψεν, «ἢναύτῃσι τέρας ἠὲ στρατῷ εὐρέϊ λαῶν, λαμπρόν, τοῦ δέ τε πολλοὶ ἀπὸ σπινθῆρεςἵενται, τῷ», ἤγουν τούτῳ, «εἰκυῖα ἤϊξεν ἐπὶ χθόνα Παλλὰς Ἀθήνη, κὰδ δ' ἔθορ'ἐς μέσον, θάμβος δ' ἔχεν εἰσορόωντας», Τρῶάς τε καὶ Ἀχαιούς, ὃ δὴ πάσχεινἔθος τοὺς ὁρῶντας τέρατα. οἰκείως δὲ ἡ φωσφόρος Ἀθηνᾶ τοιούτῳ εἴκασται[παραβολικῶς· εἰ γὰρ καὶ μὴ πρόκειται παραβολικόν τι ἐπίρρημα, οἷον τὸ ˉὡˉςἢ τὸ ἠΰ, ἠΰτε, ἤ τι τοιοῦτον, ἀλλ' ἡ κατὰ τὸν εἰρημένον ἀστέρα ἔννοια παραβολικήἐστιν ἄλλως, ὡς δηλοῖ καὶ τὸ «τῷ εἰκυῖα ἤϊξεν», ἤγουν ὁμοιουμένη λόγῳπαραβολῆς. διὸ καὶ εἶχεν εἰπεῖν ὡς ἐν παραβολῇ· ὡς δ' ὅτε ἀστὴρ πίπτειἄνωθεν τοιόσδε, ὧς ἤϊξεν Ἀθηνᾶ ἐπὶ χθόνα.] (ῃ. 75) Ἀστέρα δὲ νῦν οὐ τὸν κυρίως λέγει, ἀλλά τι ἀστεροειδές, οἷον κομήτην ἢ σκηπτοῦ τι εἶδος ἢ ὁποῖοι οἱδιᾴττοντες, ὧν ἡ γένεσις ἀέρος στροφή. διὸ καὶ ἀνέμους ὡς ἐπὶ πολὺ δηλοῦσιδιὰ ἀέρος τροπάς. τὸ δὲ τοιοῦτον ἀστεροειδὲς ἐκ παρατηρήσεως τερασκόπωντέρας λέγει εἶναι ἢ ναύταις, εἰ ἐν θαλάσσῃ δηλαδὴ πέσῃ ἢ στρατῷ, ἐὰν εἰςστρατόπεδον κατενεχθῇ, ὡς καὶ νῦν ἐγένετο. σπινθῆρες δὲ αὐτοῦ πολλοὶ ἵενται,πρὶν κάτω ἐλθόντα ὁμιλῆσαι ἀέρι ψυχρῷ. τότε γὰρ σβέννυται. (ῃ. 81–4)Ἰστέον δέ, ὅτι οἱ θεαταὶ ἀμφιβάλλοντες, ὡς εἰκός, ἐπὶ τῷ φανέντι τέρατι,διὰ μὲν τὸ πυρόεν τοῦ δῆθεν ἀστέρος μάχην καυστειρὰν ὑφορῶνται, ὅτι δὲἔσβεσται, φιλότητα καραδοκοῦσι καὶ παῦσιν πολέμου. Φησὶ γάρ· «ὧδε δέ τιςεἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον», ὃ δὴ σχῆμά ἐστιν Ὁμηρικὸν ἐν ταῖς καθ' ὅμιλονἠθοποιΐαις. «ἦ ῥ' αὖτις πόλεμός τε κακὸς καὶ φύλοπις αἰνὴ ἔσσεται, ἢ φιλότηταμετ' ἀμφοτέροισι τίθησι Ζεύς, ὅς τ' ἀνθρώπων ταμίης πολέμοιο τέτυκται;» 1.705 ἤγουν ὃς λόγῳ εἱμαρμένης διοικονομεῖται τὰ κατὰ μάχην. Σημείωσαι δὲ τὸταμίης ὡς χρήσιμον εἰς τοὺς ἐν τῷ τέλει τῆς Ἰλιάδος πίθους, οἳ κατάκεινται ἐν ∆ιὸς οὔδει. ἔστι γὰρ νοῆσαι, ὡς ἐν τοῖς τοιούτοις πίθοις καὶ τὰ ἐκ πολέμουἀγαθὰ καὶ κακὰ ταμιεύονται. Ἰωνικὸν δὲ τὸ ταμίης, καθὰ καὶ τὸ κυματίης ποταμός. (ῃ. 75) Ἰστέον δὲ καὶ νῦν, ὅτι ἀστὴρ μὲν ἕν τί ἐστι σῶμα, ἄστρον δὲζῴδιόν τι ἐκ πολλῶν ἀστέρων συγκείμενον, ὡς μυριαχοῦ φαίνεται, ἵνα ᾖ, καθὰκαὶ προδεδήλωται, ὡς περιεκτικόν τι καὶ τὸ ἄστρον, καθὰ καὶ ὁ παρ' Ὁμήρῳἀσφοδελὸς λειμών, ὁ τῶν καθέκαστα ἀσφοδέλων περιεκτικός. διὸ καὶ Εὐριπίδηςτὸν ἥλιον τὴν ἐν ἄστροις οὐρανοῦ τέμνειν ἔφη ὁδόν, τὴν διὰ τῶν ζῳδίων οὕτωκίνησιν φράζων, ὧν ἕκαστον ἐκ διαφόρων ἀστέρων καὶ ἀστρίων διεζωγράφηται.[(ῃ. 79) Ὅρα δέ, ὅτι, ὡς καὶ ἐν ἄλλοις, οὕτω κἀνταῦθα μέσον τὸ μεταίχμιον εἴρηκε, καὶ ὅτι θάμβος ἡ διὰ θέας ἐμβιβαζομένη ἔκπληξις εἰς ψυχήν. διὸ καὶ ἔφη·»θάμβος δ' ἔχεν εἰσορόωντας». τὸ δ' ὅμοιον νοητέον καὶ ἐπὶ τοῦ θαμβεῖν.](ῃ. 86 σς.) Ὅτι Ἀντηνορίδῃ Λαοδόκῳ ἡ Ἀθηνᾶ ὁμοιωθεῖσα, κρατερῷαἰχμητῇ ἀνδρί, ὡμίλησε τῷ Πανδάρῳ. καὶ ἔοικεν οὗτος ὁ Λαοδόκος ἀναπεῖσαινῦν τὸν Πάνδαρον ὀϊστεῦσαι κατὰ τοῦ Μενελάου ἐπὶ συγχύσει τῶν ὅρκων. καὶκαινὸν οὐδέν, εἰ παῖς πατρὸς ἀγαθοῦ νόμους ἐνταῦθα παρέβη ξενίας. «παῦροιγὰρ παῖδες ἐοίκασι πατράσιν, οἱ πλείονες κακίους» φησὶν Ἡσίοδος. ὅτι δὲἀγαθὸς ὁ τοῦ Λαοδόκου πατὴρ Ἀντήνωρ καὶ ὅτι προεξένησεν Ὀδυσσέως καὶΜενελάου, ἐν τῇ γʹ ῥαψῳδίᾳ γέγραπται. (ῃ. 87) Ἰστέον δὲ καί, ὅτι ἐκ τῆς τοῦ πατρὸς ἀρετῆς ὁ Λαοδόκος ἔοικεν ὀνομασθῆναι. λαοδόχος γὰρ ἐκεῖνος ἦντῇ ἐνεργείᾳ, ὡς πρόξενος. Σημείωσαι δέ, Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 430

ὅτι τε πιθανῶς κρατερὸς αἰχμητὴςὑπόκειται ὁ Λαοδόκος, ἵνα ῥᾷον αὐτῷ πεισθείη ὁ Πάνδαρος, εἴγε καὶ ἀριστεὺςἐκεῖνος ὢν εἰς ἔργον τοῦτον προκρίνει ἐπίπροσθεν ἑαυτοῦ θέμενος, καὶ οὐδὲτόξων εὖ εἰδώς, ἀλλ' αἰχμητής. ὡς εἴγε τοξότης ἦν ὁ Λαοδόκος, εἶχεν ἂν 1.706 ὑπιδέσθαι τοὺς αὐτοῦ λόγους ὁ Πάνδαρος, διὰ τί τοῦτον ἐρεθίζει καὶ μὴ αὐτὸςἐθέλει ὀϊστεύειν Μενελάου, ὃ παραφράζων Ὅμηρος ἐπιπροεῖναι Μενελάῳ φησὶπικρὸν ὀϊστόν. καὶ ὅτι ἡ ὁμιλοῦσα τῷ ἄφρονι Πανδάρῳ Ἀθηνᾶ, ὥστε συγχέαιτοὺς ὅρκους καὶ οὕτως ἀσεβεῖν ἀναπείθουσα, αὐτός ἐστιν ὁ τοῦ Πανδάρου νοῦςκαὶ ἡ ἐν αὐτῷ δεινότης, ἡ ἀληθῶς μὲν πονηρία, δοκοῦσα δὲ ἐκείνῳ φρόνησιςκαὶ ἀγχίνοια, ὡς ὑπεμφαίνεται ἐν τῷ· «ἀγχοῦ δ' ἱσταμένη προσηύδα» προϊσχομένη ἐλπίδας, ὡς χάριν μὲν καὶ κῦδος ἄροιτο πρὸς τοῦ λαοῦ, μάλιστα δὲ τῷἈλεξάνδρῳ ἀρέσοι βαλὼν καὶ ἀνελὼν τὸν Μενέλαον. (ῃ. 93–104) Φησὶ γοῦν·»ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον, τλαίης κεν Μενελάῳ ἐπιπροέμενταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο, ἐκ πάντων δὲ μάλισταἈλεξάνδρῳ βασιλῆϊ, τοῦ κεν δὴ πάμπρωτα πάρ' ἀγλαὰ δῶρα φέροιο, αἴ κενἴδῃ Μενέλαον ἀρήϊον σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς. ἀλλ' ἄγεὀΐστευσον Μενελάου» καὶ ἑξῆς. ἐπελέξατο δὲ τὸν Πάνδαρον ἡ Ὁμηρικὴδεινότης καὶ ὡς ἐπίκουρον, τοῖς γάρ τοι ἐγχωρίοις Τρωσὶ πᾶσιν ἶσα κηρὶ ὁ Ἀλέξανδρος ἤχθετο, καὶ ὡς τοξότην, ἵνα νομισθῇ ὁ Ἀλέξανδρος παρεκβὰς τὸνδιαμετρητὸν χῶρον, οὕτω λαθὼν τοξεῦσαι κατὰ Μενελάου. ἔτι δὲ καὶ ὡςἄριστον ἐν τοξόταις, εἴγε καθ' Ὅμηρον αὐτὸς ὁ Ἀπόλλων τὸ τόξον αὐτῷ ἔδωκε. καὶ ὡς φιλοχρήματον δὲ καὶ σμικρολόγον, καθὰ δηλοῖ καὶ ἡ θυσία, ἣνἄρτι Λυκηγενέϊ κλυτοτόξῳ Ἀπόλλωνι ἐπαγγέλλεται, σμικροπρεπὴς οὖσα, καὶταῦτα ἐπ' ἀναγκαίοις. ἄρνες γὰρ ἀτελεῖς καὶ οὐ κατὰ τοὺς ἀρνειοὺς τέλειοι,οὐδὲ ταῦροι καὶ αἶγες, ὁποῖα Χρύσης καλλιερεῖ ὁ τὰ τοῦ θύειν ἀπόρρηταεἰδώς. δηλοῖ δὲ τὸ αὐτὸ καὶ ὁ καιρὸς τῆς θυσίας. οὐ γὰρ νῦν ἀρνῶν πρωτογόνωνἐθέλει ῥέξειν κλειτὴν ἑκατόμβην, ἀλλὰ οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης,ὡς ἐκεῖσε τὰ τοιαῦτα εὑρήσων εὐπόριστα, Ἀθηνᾶς καὶ τὸ τοιοῦτον ἐπιβλαβὲςτῷ φαύλῳ ὑποθεμένης, εἴτε τῆς μυθικῆς εἴτε τῆς κατ' αὐτὸν δοκούσης φρονήσεως. ἔτι δηλοῖ τὸ τοῦ Πανδάρου γλίσχρον καὶ ἡ ἐπὶ Τροίαν αὐτοῦ δίχα ἵππωνστρατεία, ἵνα μὴ κατατρύχωσιν αὐτόν, ὡς ἐκεῖνός φησι, τῇ δαπάνῃ τούτου.καὶ τὸ ἔθνος φύσει ἐπίορκόν τε καὶ ἄπιστον. ἐκ πατέρων γὰρ ἱστοροῦσιν αὐτὸτοιούτων κατάγεσθαι λέγοντες, ὅτι Τριόπας Περραιβῶν τύραννος οὕτωςὠμὸς ἦν, ὥστε ὁ υἱὸς Καρνάβας κτείνας αὐτὸν τυραννοκτονίας γέρας ἔλαβεπαρὰ τῶν πολιτῶν, φυγάς τε ἥκων εἰς Βρένθιν τῆς Τροίας καὶ καθαρθεὶς ὑπὸ Τρωὸς καὶ λαβὼν ἔδαφός τι κτίζει Ζέλειαν. τοίης γενεῆς τε καὶ αἵματος ἦν ὁ 1.707 τοὺς ὅρκους ἄρτι συγχέας. (ῃ. 88– 91) Ἰστέον δὲ καί, ὅτι τὸν Πάνδαρονἀντίθεον ὁ ποιητὴς λέγει καὶ ἀμύμονά τε κρατερόν τε, ὀνομάζων αὐτὸν συνήθωςἐξ ὧν ἔχει καλῶν. τοὺς δὲ περὶ αὐτὸν κρατερὰς στίχας ἀσπιστάων λέγει «λαῶν»ἢ ἀνδρῶν, «οἵ οἱ», φησίν, «ἕποντο ἀπ' Αἰσήποιο ῥοάων», οὗ Αἰσήπου καὶ ἡ Βοιωτία μέμνηται. Σημείωσαι δὲ καί, ὅτι ἕτερος ἦν παλαιὸς ἥρως Πάνδαρος.φησὶ γοῦν ὁ Γεωγράφος οὕτω· ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστηπόλις Λυκίας, ἔνθα Πάνδαρος τιμᾶται, τυχὸν ὁμώνυμος τῷ Τρωϊκῷ, (ὡς καὶ»Πανδαρέου κούρη χλωρηῒς ἀηδών»), καὶ τοῦτον γὰρ ἐκ Λυκίας φασί. (ῃ. 89) Λυκάονος δὲ υἱὸς ὁ ῥηθεὶς Πάνδαρος, ὁ καὶ ἐν τῇ Βοιωτίᾳ ἱστορηθείς, οὗ δὴ Λυκάονος ἡ κατὰ τὴν εὐθεῖαν παραλήγουσα ἐκτείνεται. διὸ καὶ συστέλλει τὸ ˉω ἐντῇ γενικῇ, ὁμοίως τῷ Μαχάων Μαχάονος καὶ τοῖς τοιούτοις. φησὶ γοῦν· «εὗρε Λυκάονος υἱόν», ὅπερ ἀσυνδέτως ἐρρέθη συσχηματισθὲν γοργῶς τῇ κατεπείξειτῆς Ἀθηνᾶς. (ῃ. 90) Ἰστέον δέ, ὅτι στρατηγῷ παρατεταγμένῳ ἁρμόττει τὸ «ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ ἕποντο» (ῃ. 94) καὶ ὅτι τὸτλαίης δυσχέρειαν ἐμφαίνει ἔργου, ὡς τοῦ Πάριδος μὴ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 431

ὅτι τε πιθανῶς κρατερὸς αἰχμητὴςὑπόκειται ὁ Λαοδόκος, ἵνα ῥᾷον αὐτῷ πεισθείη ὁ

Πάνδαρος, εἴγε καὶ ἀριστεὺςἐκεῖνος ὢν εἰς ἔργον τοῦτον προκρίνει ἐπίπροσθεν ἑαυτοῦ

θέμενος, καὶ οὐδὲτόξων εὖ εἰδώς, ἀλλ' αἰχμητής. ὡς εἴγε τοξότης ἦν ὁ Λαοδόκος, εἶχεν

ἂν 1.706 ὑπιδέσθαι τοὺς αὐτοῦ λόγους ὁ Πάνδαρος, διὰ τί τοῦτον ἐρεθίζει καὶ μὴ

αὐτὸςἐθέλει ὀϊστεύειν Μενελάου, ὃ παραφράζων Ὅμηρος ἐπιπροεῖναι Μενελάῳ

φησὶπικρὸν ὀϊστόν. καὶ ὅτι ἡ ὁμιλοῦσα τῷ ἄφρονι Πανδάρῳ Ἀθηνᾶ, ὥστε συγχέαιτοὺς

ὅρκους καὶ οὕτως ἀσεβεῖν ἀναπείθουσα, αὐτός ἐστιν ὁ τοῦ Πανδάρου νοῦςκαὶ ἡ ἐν αὐτῷ

δεινότης, ἡ ἀληθῶς μὲν πονηρία, δοκοῦσα δὲ ἐκείνῳ φρόνησιςκαὶ ἀγχίνοια, ὡς

ὑπεμφαίνεται ἐν τῷ· «ἀγχοῦ δ' ἱσταμένη προσηύδα» προϊσχομένη ἐλπίδας, ὡς χάριν μὲν

καὶ κῦδος ἄροιτο πρὸς τοῦ λαοῦ, μάλιστα δὲ τῷἈλεξάνδρῳ ἀρέσοι βαλὼν καὶ ἀνελὼν

τὸν Μενέλαον. (ῃ. 93–104) Φησὶ γοῦν·»ἦ ῥά νύ μοί τι πίθοιο, Λυκάονος υἱὲ δαΐφρον,

τλαίης κεν Μενελάῳ ἐπιπροέμενταχὺν ἰόν, πᾶσι δέ κε Τρώεσσι χάριν καὶ κῦδος ἄροιο,

ἐκ πάντων δὲ μάλισταἈλεξάνδρῳ βασιλῆϊ, τοῦ κεν δὴ πάμπρωτα πάρ' ἀγλαὰ δῶρα

φέροιο, αἴ κενἴδῃ Μενέλαον ἀρήϊον σῷ βέλεϊ δμηθέντα πυρῆς ἐπιβάντ' ἀλεγεινῆς. ἀλλ'

ἄγεὀΐστευσον Μενελάου» καὶ ἑξῆς. ἐπελέξατο δὲ τὸν Πάνδαρον ἡ Ὁμηρικὴδεινότης καὶ

ὡς ἐπίκουρον, τοῖς γάρ τοι ἐγχωρίοις Τρωσὶ πᾶσιν ἶσα κηρὶ ὁ Ἀλέξανδρος ἤχθετο, καὶ

ὡς τοξότην, ἵνα νομισθῇ ὁ Ἀλέξανδρος παρεκβὰς τὸνδιαμετρητὸν χῶρον, οὕτω λαθὼν

τοξεῦσαι κατὰ Μενελάου. ἔτι δὲ καὶ ὡςἄριστον ἐν τοξόταις, εἴγε καθ' Ὅμηρον αὐτὸς ὁ

Ἀπόλλων τὸ τόξον αὐτῷ ἔδωκε. καὶ ὡς φιλοχρήματον δὲ καὶ σμικρολόγον, καθὰ δηλοῖ

καὶ ἡ θυσία, ἣνἄρτι Λυκηγενέϊ κλυτοτόξῳ Ἀπόλλωνι ἐπαγγέλλεται, σμικροπρεπὴς οὖσα,

καὶταῦτα ἐπ' ἀναγκαίοις. ἄρνες γὰρ ἀτελεῖς καὶ οὐ κατὰ τοὺς ἀρνειοὺς τέλειοι,οὐδὲ

ταῦροι καὶ αἶγες, ὁποῖα Χρύσης καλλιερεῖ ὁ τὰ τοῦ θύειν ἀπόρρηταεἰδώς. δηλοῖ δὲ τὸ

αὐτὸ καὶ ὁ καιρὸς τῆς θυσίας. οὐ γὰρ νῦν ἀρνῶν πρωτογόνωνἐθέλει ῥέξειν κλειτὴν

ἑκατόμβην, ἀλλὰ οἴκαδε νοστήσας ἱερῆς εἰς ἄστυ Ζελείης,ὡς ἐκεῖσε τὰ τοιαῦτα εὑρήσων

εὐπόριστα, Ἀθηνᾶς καὶ τὸ τοιοῦτον ἐπιβλαβὲςτῷ φαύλῳ ὑποθεμένης, εἴτε τῆς μυθικῆς

εἴτε τῆς κατ' αὐτὸν δοκούσης φρονήσεως. ἔτι δηλοῖ τὸ τοῦ Πανδάρου γλίσχρον καὶ ἡ ἐπὶ

Τροίαν αὐτοῦ δίχα ἵππωνστρατεία, ἵνα μὴ κατατρύχωσιν αὐτόν, ὡς ἐκεῖνός φησι, τῇ

δαπάνῃ τούτου.καὶ τὸ ἔθνος φύσει ἐπίορκόν τε καὶ ἄπιστον. ἐκ πατέρων γὰρ ἱστοροῦσιν

αὐτὸτοιούτων κατάγεσθαι λέγοντες, ὅτι Τριόπας Περραιβῶν τύραννος οὕτωςὠμὸς ἦν,

ὥστε ὁ υἱὸς Καρνάβας κτείνας αὐτὸν τυραννοκτονίας γέρας ἔλαβεπαρὰ τῶν πολιτῶν,

φυγάς τε ἥκων εἰς Βρένθιν τῆς Τροίας καὶ καθαρθεὶς ὑπὸ Τρωὸς καὶ λαβὼν ἔδαφός τι

κτίζει Ζέλειαν. τοίης γενεῆς τε καὶ αἵματος ἦν ὁ 1.707 τοὺς ὅρκους ἄρτι συγχέας. (ῃ. 88–

91) Ἰστέον δὲ καί, ὅτι τὸν Πάνδαρονἀντίθεον ὁ ποιητὴς λέγει καὶ ἀμύμονά τε κρατερόν

τε, ὀνομάζων αὐτὸν συνήθωςἐξ ὧν ἔχει καλῶν. τοὺς δὲ περὶ αὐτὸν κρατερὰς στίχας

ἀσπιστάων λέγει «λαῶν»ἢ ἀνδρῶν, «οἵ οἱ», φησίν, «ἕποντο ἀπ' Αἰσήποιο ῥοάων», οὗ

Αἰσήπου καὶ ἡ Βοιωτία μέμνηται. Σημείωσαι δὲ καί, ὅτι ἕτερος ἦν παλαιὸς ἥρως

Πάνδαρος.φησὶ γοῦν ὁ Γεωγράφος οὕτω· ὑπόκειται τῷ Κράγῳ Πίνναρα, μεγίστηπόλις

Λυκίας, ἔνθα Πάνδαρος τιμᾶται, τυχὸν ὁμώνυμος τῷ Τρωϊκῷ, (ὡς καὶ»Πανδαρέου

κούρη χλωρηῒς ἀηδών»), καὶ τοῦτον γὰρ ἐκ Λυκίας φασί. (ῃ. 89) Λυκάονος δὲ υἱὸς ὁ

ῥηθεὶς Πάνδαρος, ὁ καὶ ἐν τῇ Βοιωτίᾳ ἱστορηθείς, οὗ δὴ Λυκάονος ἡ κατὰ τὴν εὐθεῖαν

παραλήγουσα ἐκτείνεται. διὸ καὶ συστέλλει τὸ ˉω ἐντῇ γενικῇ, ὁμοίως τῷ Μαχάων

Μαχάονος καὶ τοῖς τοιούτοις. φησὶ γοῦν· «εὗρε Λυκάονος υἱόν», ὅπερ ἀσυνδέτως ἐρρέθη

συσχηματισθὲν γοργῶς τῇ κατεπείξειτῆς Ἀθηνᾶς. (ῃ. 90) Ἰστέον δέ, ὅτι στρατηγῷ

παρατεταγμένῳ ἁρμόττει τὸ «ἀμφὶ δέ μιν κρατεραὶ στίχες ἀσπιστάων λαῶν, οἵ οἱ

ἕποντο» (ῃ. 94) καὶ ὅτι τὸτλαίης δυσχέρειαν ἐμφαίνει ἔργου, ὡς τοῦ Πάριδος μὴ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

431

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!