18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀπάνευθε νεῶν ἐκ τῶν ἐνδοτέρω πεδιάδων ἀρξάμενος πρῶτα μὲν πάσης νομαδιαίαςἐκεῖ

ἀγέλης ἥψατο διὰ τὸ ἐγγυτέρω εἶναι τοῦ πρωτοπαθοῦς ἀέρος καὶ εὐθὺςμεταλαμβάνειν

αὐτοῦ τῇ κάτω πρὸς τὴν γῆν νεύσει, πλέον δὲ τοὺς ὀρέαςἔβλαψεν, οἳ καὶ αὐτοὶ κάτω

κεκυφότες, ἀδιαφορήτου σήψεως μετέχοντες, ἔτικαὶ διὰ τὸ ἐξ ἀνομοειδῶν καὶ

διαφερόντων τῇ φύσει σύνθετοι εἶναι, εὐπαθέστερον εἶχον πρὸς τὸ λοιμῶδες πάθος καὶ

ἄλλως αὐχμηρῶς καὶ ξηρῶς τῆς κράσεως ἔχοντες, καθὰ καὶ οἱ κύνες, ὥς φασιν οἱ

παλαιοί, ὡς μὴ ἀντέχειν τῇ τοῦἀέρος θερμότητι, ναὶ μὴν καὶ ὀσφρήσεως εὖ ἔχοντες καὶ

δι' αὐτὸ ῥᾷον φθειρόμενοι. φασὶ γὰρ τὰς ἡμιόνους ἀπολειφθείσας τινῶν ἀνευρίσκειν δι'

ὀσφρήσεωςτὴν ὁδόν. ὅθεν καὶ αὐταὶ μὲν ῥᾷον ὑπὸ τοῦ λοιμοῦ ἔπασχον, μάλιστα δὲ

οἱκαθαροῦ ἀέρος δεόμενοι κύνες ᾔσθοντο τοῦ κακοῦ διὰ τὴν ὀξύτητα καὶ αὐτοὶτῆς

ὀσφρήσεως ὀξὺ μετειληφότες τῆς κακώσεως καὶ μάλιστα ἐὰν καὶ ἀργοὶκαθ' Ὅμηρον

ἦσαν, ὅ ἐστι λευκοί, ὡς τῶν λευκῶν, φασί, σωμάτων διὰ τὸἀραιότερον εὐπαθεστέρων

ὄντων ἤπερ τὰ μέλανα. πρωτοπαθῶς μὲν οὖν ὀρέεςκαὶ κύνες ἐκακώθησαν, δευτέρως δὲ

καὶ ἄλλα ζῷα, εἰ καὶ Ὅμηρος ἐκεῖνα σιγᾷτρόπῳ ποιητικῷ ἐκ μέρους δηλώσας τὸ πᾶν.

εἶτα καὶ ἀνθρώποις ἐπεδήμησετὸ κακὸν ὀψέ ποτε ταῖς ναυσὶν ἐπιχωριάσαν διά τε τὸ

ἀνωφορεῖσθαι αὐτοῖς τὸτῆς ὀσφρήσεως αἰσθητήριον καὶ διὰ τὸ ἀφεστάναι τῶν τόπων,

ἐν οἷς οἱ φαῦλοιαὐχμοὶ τὸν ἀέρα ἔχραναν καὶ διὰ τὸ τῆς τροφῆς ἴσως καθάρειον καὶ τὸ

τοῦ σώματος ἐκ γυμνασίων ἀπέριττον. καὶ οὕτω μὲν ἡ ἱστορία θεωρεῖ τὰ τοῦ

λοιμοῦ[ἐφιστῶσα καὶ ὡς, εἰ μὴ πρωτοπαθῶς γῆθεν εἰσφρεῖται τὸ λοιμῶδες, ὡς

τοῖςχερσαίοις προσπίπτειν, ἀλλ' ἐκ διεφθορότος τοῦ ὑψοῦ ἀέρος ἐστὶ τὸ κακόν,

πτηνὰπροπειρῶνται τοῦ πάθους καὶ οἱ ἀκροβολισμοὶ τοῦ ὀλέθρου κατ' αὐτῶν

γίνονται.]ὁ δὲ μῦθος τὰ οἰκεῖα τερατευόμενος ἄλλως αὐτὸν αἰτιολογεῖ θεομηνίαν

αἰτιώμενος τοῦ πανδήμου τούτου πάθους καὶ ὕβριν τὴν εἰς τὸν μυθικὸν Ἀπόλλωνα,ἣν ὁ

βασιλεὺς μέν, ὡς προερρέθη, ἐξελάλησεν, ὁ δὲ δῆμος ἀκούσας οὐκ ἐδυσχέρανεν, ὡς

δέον ὂν γραφῆναι ἀσεβείας τὸν Ἀγαμέμνονα, εἴγε διὰ τὴν Χρυσηΐδακαὶ Ἀπόλλωνα

ὕβρισε καὶ ∆ία δὲ ἱκέσιον καὶ τὰς αὐτοῦ θυγατέρας Λιτὰς παρεῖδε, περὶ ὧν ἐν τοῖς μετὰ

ταῦτα φιλοσοφεῖ ὁ ποιητὴς λέγων μὴ χρῆναι παραβλέπειν αὐτάς. δῆλον δὲ ὅτι πολλὰ

τοιαῦτα οἱ μῦθοι τερατεύονται, ὡς δι' ἑνὸςἀνθρώπου ἀτασθαλίαν καί, καθὰ Εὐριπίδης

φησίν, ἐξ ἰδίας ἀνοίας κοινὰ κακὰθεόθεν γίνεσθαι. οὕτω γὰρ δι' ἕνα τινὰ τὸν Οἰνέα ὁ

Καλυδώνιος σῦς πᾶσαντὴν τῶν Αἰτωλῶν λέγεται σίνασθαι Ἀρτέμιδος χόλῳ· ἀπήλαυσε

δὲ καὶ τῶν τοῦ 1.68 Οἰδίποδος κακῶν ἡ τῶν Θηβαίων πᾶσα γῆ. ὁ δὲ Λοκρὸς Αἴας ἐν τῷ

ἐκ Τροίαςἀπόπλῳ τὴν Ἀθηνᾶν ἐρεθίσας εἰς πάντας Ἀχαιοὺς ἐσκέδασε τὸ κακόν. ἐνταῦθα

δὲ σημείωσαι καὶ τὸν ἀνισασμὸν τὸν κατά τινα οἷον ἀντίδοσιν καὶ ἀντιπάθειαν.οὐ γὰρ

μόνον ἡ γῆ τῶν Φρυγῶν διὰ Ἑλληνίδα γυναῖκα τὴν Ἑλένην πάσχει κακῶς, ἀλλὰ καὶ

Ἕλληνες διὰ γυναῖκας Φρυγίας, τὴν Χρυσηΐδα καὶ τὴν Βρισηΐδα, παραπολοῦνται λοιμῷ.

(ῃ. 50) Ὅτι οὐρῆας τοὺς ἡμιόνους λέγει ἢ παρὰ τὸ ὄρος ὀρέας καὶ Ἰωνικῶς

οὐρῆας· ἐπεὶ τὰ ἐν ὄρεσιν ἔργα, ὡς καὶ ἐν τῇτοῦ Πατρόκλου ταφῇ δηλωθήσεται, διὰ τῶν

τοιούτων ζῴων ἐξετελοῦντοδιαφερόντως, φασίν, ἰσχυόντων ἐκεῖ, ὡς ταλαεργῶν ὄντων

καὶ ἀχθοφόρων· ἢπαρὰ τὸν οὖρον, ὃ δηλοῖ τὸν ἄνεμον· τοῦτο δὲ διὰ τὸ ἄγονον τῶν

τοιούτωνζῴων καὶ τὸ τοῦ σπερματικοῦ πνεύματος ἄκαρπον καὶ ὥσπερ ἀνεμιαῖον. διὸ

καὶτὰ ἐν τοῖς ᾠοῖς ἄκαρπα διὰ τὴν τοιαύτην αἰτίαν οὔρια ἡ κοινὴ λέγει συνήθεια.[ὡς δὲ

οὐρῆες καθ' ὁμωνυμίαν καὶ οἱ φύλακές ποτε λέγονται, φανεῖταί που ἐντοῖς ἑξῆς. ὅρα δὲ

ὅτι πρὸ τούτων πληθυντικῶς εἰπὼν τὰ πρῶτα, ἑνικῶς ἐνταῦθαλέγει πρῶτον Ἀττικῷ

σχήματι. τὸ δέ «οὐρῆας ἐπῴχετο» χρήσιμον ἐν τοῖςἑξῆς εἰς τὸ «ἱστὸν ἐποιχομένην».

Ἰστέον δὲ ὅτι ἐν τῷ «οὐρῆας καὶ κύνας ἀργούς»οἱ μὲν ἀργούς φασι κατ' ἀντίφρασιν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

43

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!