18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἀγκυλομήτης, ἀμφότερον γενεῇ τεκαὶ οὕνεκα σὴ παράκοιτις κέκλημαι, σὺ δὲ πᾶσι μετ'

ἀθανάτοισιν ἀνάσσεις»,ὡς οἷον συλλογιστικῶς τὸν λόγον τοῦτον περαίνουσα. αὐτὴ γὰρ

∆ιός, ὁ Ζεὺς δὲτίμιος. καὶ αὐτὴ ἄρα τιμία. [Ἰστέον δέ, ὅτι τὸ «γένος δέ μοι ἔνθεν ὅθεν

σοι» περίφρασίς ἐστι τοῦ ἀδελφή σοί εἰμι.] (ῃ. 60) Τὸ δὲ ἀμφότερον ὡς ἐπίρρημα καὶ

νῦνεἴληπται, καθὰ καὶ ἐν τῷ «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς καὶ αἰχμητής», ἵναλέγῃ,

ὅτι ἀμφοτέρωθεν ἔχω τὸ πρεσβεῖον ὡς καὶ εὐγενὴς καὶ σὴ ἄλοχος. δῆλονδέ, ὡς τὴν

ἄκοιτιν ἡ μὲν ποιητικὴ πολυφωνία καὶ ἄλοχον λέγει καὶ ὁμόλεκτρονκαὶ ἀνδρὸς εὔνιδα,

ἡ δὲ κοινὴ λαλιὰ σύνευνον. (ῃ. 61) Τὸ δὲ κέκλημαι οὐκἐνδοιασμὸν δηλοῖ, ἀλλ' ἀντὶ τοῦ

εἰμί κεῖται, ἵνα λέγῃ, ὡς οὐ ψεύδομαι εἶναισή, ἀλλ' ὑπὸ πάντων οὕτω καλοῦμαι. εἰς δέ

γε ἀλληγορίαν πάνυ χρήσιμος ἡλέξις. οὐ γάρ ἐστιν ὁ ἀὴρ αἰθέρος ἄκοιτις, ἀλλὰ καλεῖται

τοῦτο ἀλληγορικῶς.(ῃ. 62 ς.) Ὅτι φιλικῆς ἐνδόξων προσώπων ἀντιπαραχωρήσεως τὸ

«ἀλλ' ἤτοιμὲν ταῦθ' ὑποείξομεν ἀλλήλοισι, σοὶ μὲν ἐγώ, σὺ δ' ἐμοί· ἐπὶ δ' ἕψονται

ἄλλοι».(ῃ. 66) Ὅτι τὸ πειρᾶν ἐνεργητικῶς Ἀττικοὶ ἐπὶ τῆς εἰς γυναῖκα ἐπιχειρήσεως

λέγουσιν, οἷον πειρᾷ ὁ δεῖνα τὴν δεῖνα. τὸ δὲ πειρᾶσθαι παθητικὸν ἀντὶ τοῦποιεῖσθαι

ἀπόπειραν. Ὅμηρος μέντοι τὸ πειρᾶσθαι πειρᾶν ἐνταῦθά φησινἐνεργητικῶς, εἰδὼς καὶ

τὴν παθητικὴν χρῆσιν ἔν τε τῷ «νῦν μὲν πειρᾶται»καὶ ἐν τῷ «εἰ δ' ἄγε μὴν πείρησαι»

καὶ ἀλλαχοῦ. καὶ Θουκυδίδης δὲ τῶν τειχῶνἡμῶν πειρᾶν λέγει καὶ «πειραθεὶς ὁ

Ἁρμόδιος». χρῆσις δὲ νῦν τοῦ πειρᾶν αὕτη·»πειρᾶν δ', ὥς κεν Τρῶες ὑπερκύδαντας

Ἀχαιοὺς ἄρξωσι πρότεροι ὑπὲρ ὅρκιαδηλήσασθαι». προαναφωνητικὴ δὲ αὕτη ἔννοια

ἐκτιθεμένη, ὅπως διασκευασθήσεται τὰ ἐφεξῆς ὑπὸ Ἀθηνᾶς, ἣν στελεῖ ὁ Ζεὺς διὰ τὴν

Ἥραν ἐπὶ συγχύσει τῶν ὅρκων, τουτέστιν, ἣν ὁ Ὁμηρικὸς νοῦς φρονίμως προβαλεῖται

εἰς πιθα1.703 νότητα τῶν μελλόντων ἱστορηθῆναι. καὶ τοῦτο μὲν οὕτως. Ὁ δὲ τονικὸς

κανὼντοῦ ὑπερκύδαντας τοιοῦτός ἐστι παρὰ τοῖς παλαιοῖς· τὰ εἰς ˉδˉαˉς ὑπὲρ

δύοσυλλαβὰς ἰσοσυλλάβως κλίνεται, οἷον Τιμαχίδας Τιμαχίδα, Σουΐδας Σουΐδα,

Λεωνίδας Λεωνίδα, Χαρμίδας Χαρμίδα, χωρὶς εἰ μὴ ἀπὸ βαρυτόνων ῥημάτωνγίνεται·

ἐκεῖνα γὰρ διὰ τοῦ ˉνˉτ περιττοσυλλαβῶς κλίνεται, οἷον οἶδα ῥῆμα, ἐξοὗ Οἴδας

Οἴδαντος, μείδω Μείδας Μείδαντος, χαρίζομαι Χαρίδας Χαρίδαντος,φείδομαι Φείδας

Φείδαντος. τούτων οὕτως ἐχόντων δοκεῖ καὶ τὸ ὑπερκύδαντες,ὃ δηλοῖ τοὺς ἄγαν

ἐνδόξους, ἀπὸ βαρυτόνου ῥήματος γεγονός, τοῦ κυδαίνω,συνεκδραμεῖν τῇ κλίσει τῶν

κυρίων ὀνομάτων, ἢ καὶ ἄλλως, γενέσθαι ἐκτοῦ κυδάεις κυδάεντος, κυδάεντες,

κύδαντες κατὰ συγκοπήν, καὶ ἐν συνθέσειὑπερκύδαντες. Ἡρωδιανὸς δὲ ἐν Ἐπιμερισμοῖς

μετοχὴν λέγει τοῦτο ἀπὸ τοῦ κυδάναντες. ἐν δὲ τῷ Ὀνοματικῷ ὄνομα λέγει εἶναι αὐτό.

ᾧ καὶ πιστευτέον, ὥςφασιν οἱ παλαιοί, ἤπερ τοῖς Ἐπιμερισμοῖς. τοῦτο μὲν γὰρ

Ἡρωδιανοῦ εἶναι ὡμολόγηται, ἐκείνων δὲ εἰσὶν οἳ ψευδεπίγραφοι λέγονται. (ῃ. 67)

∆ηλήσασθαιδὲ ὅρκια περιφραστικῶς τὸ ἐπιορκῆσαι, ὅπερ ἐστὶ βλάβη ὅρκων. ὡς γὰρ

καρπὸνδηλεῖταί τις ἀπάγων ἐκεῖνον, ὡς ἡ αʹ ῥαψῳδία προεδήλωσεν, οὕτω καὶ

ὅρκουδηλητήριον ὁ ἀφανισμὸς καὶ τὸ αὐτοῦ ἄπρακτον. ἔστι δ' ἐν τούτοις καὶ

προθέσεωςἔλλειψις. τὸ γὰρ Ἀχαιοὺς ἄρξωσι καὶ ἑξῆς ταὐτόν ἐστι τῷ ἀρχὴν

ποιήσωσινεἰς τοὺς Ἀχαιοὺς τοῦ παραβαθῆναι τοὺς ὅρκους. τὸ δὲ ῥῆμα τοῦτο καὶ

παθητικῶς εἴωθε λέγεσθαι καὶ μετὰ προθέσεως δέ ποτε, εἴτε τῆς κατά, εἴτε τῆς ὑπό.ἐπὶ

μέντοι ἀρχικῆς ἐξουσίας ἀεὶ καὶ ἐνεργητικῶς προφέρεται καὶ δίχα προθέσεως.(ῃ. 68)

Ὅτι καὶ ἐνταῦθα καὶ πανταχοῦ, ὥς που καὶ προεγράφη, παρὰ τῷποιητῇ τὸ ἀπιθεῖν διὰ

τοῦ ˉι γράφεται, ὡς ἀπὸ τοῦ πιθῶ περισπωμένου μέλλοντος.γράφει γοῦν δακτυλικῶς·

«οὐδ' ἀπίθησε πατὴρ ἀνδρῶν τε θεῶν τε», ἤγουν ὁπάντων αἴτιος. ὡς γὰρ βωτιάνειρα

μὲν γῆ πρὸς μέρος ἡ ἄνδρας τρέφουσα, 1.704 καθόλου δὲ ἡ παμβῶτις γῆ, ὡς καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

429

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!