18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

μνηστῆρσι, λέγει δέ· «ἦ τ' ἂν ἀμυναίμην, εἴμοι δύναμίς γε πάρεστι». (ῃ. 44) Τὸ δέ «ὑπὸ

ἡλίῳ» ὑφ' ἥλιον ὡς ἐπὶ πολὺ γράφουσιν οἱ μεθ' Ὅμηρον. οὕτω δὲ καὶ τὸ ὑπ' οὐρανῷ ὑπ'

οὐρανόν. Ἀττικὴ δὲ ἡ ῥηθεῖσα Ὁμηρικὴ φράσις, ὁμοία τῷ ὑπὸ διδασκάλῳ εἶναι καὶ ὑφ'

ἡγεμόνιτάττεσθαι καὶ ὑπὸ σκότῳ πράττεσθαι. Τὸ δέ «καὶ οὐρανῷ ἀστερόεντι»

παρέλκεινδοκεῖ ἁπλοϊκῶς οὕτω παραρριφέν, ὡς ἐν βιωτικῇ ὁμιλίᾳ· ἤρκει γὰρ καὶ

μόνοντὸ «αἳ ὑπὸ ἡλίῳ εἰσὶ πόλεις». πάντως γὰρ αἱ ὑπὸ ἡλίῳ καὶ ὑπὸ οὐρανῷ εἰσιν.οὕτω

δὲ καὶ ἐν τῷ πόληες περιττεύει τὸ «ἐπιχθονίων ἀνθρώπων» καὶ οὐκἀναγκαίως κεῖται.

Ἀστερόεις δὲ οὐρανὸς πρὸς διαστολὴν ὁμωνυμίας, ὡςοὐρανοῦ ποτε καὶ τοῦ ἀέρος

λεγομένου. (ῃ. 46) Ἴλιος δὲ νῦν ἱερὰ οὐ μόνονπροσηγορικῶς τῷ κοινῷ λόγῳ τῶν

πόλεων, ἀλλὰ καὶ διὰ τὰ ἐνταῦθα ἱστορηθένταἐνδελεχῆ θύματα, [ὧν δηλωτικὰ σὺν

ἄλλοις καὶ τὰ Ἰλίεια, ἑορτὴ ἐγχώριοςἐπώνυμος τῇ Ἰλίῳ. Τούτων δὲ ἡ παραλήγουσα

γραφομένη διὰ τῆς ˉεˉι διφθόγγου,ἀνομοίως τῷ Ὀλύμπια, Πύθια, Ἴσθμια, ∆ιάσια,

∆ιονύσια καὶ τοῖς τοιούτοις, αἰτιολογηθήσεται μὲν καὶ ἐν τοῖς ἑξῆς, ὅπου ἀνακύψει τὸ

«Ἤλιδι δίῃ». καὶἄρτι δὲ ῥητέον, ὅτι ἔχει ἀναλογίαν ἐξ ἀφορμῆς πρωτοτύπου ἡ διὰ τῆς

ˉεˉι διφθόγ1.701 γου γραφὴ τοῦ Ἰλίεια. ὡς γὰρ εὐλόγως ἐκ τοῦ Ἥρα γίνεται προσλήψει

τοῦ ἰῶτα τὰ ἐξ αὐτῆς Ἥραια, ἡ ἑορτή, καὶ ἐκ τοῦ Ἀθηνᾶ τὰ Ἀθήναια καὶ ἐκ τοῦἑκατόμβη

∆ωρικῇ τροπῇ καὶ προσλήψει τοῦ ˉι τὰ Ἑκατόμβαια, ἔτι δὲ ἀναλογώτερον εἰπεῖν, ἐκ τοῦ

Ἡρακλῆς Ἡρακλέος τὰ Ἡράκλεια καὶ μᾶλλον ἐκ τοῦ ∆ιομεύς, Ζεύς, ∆ιομέως τὰ ∆ιόμεια,

οὕτως ἴσως καὶ ἐκ τοῦ Ἰλιεύς Ἰλιέωςτὰ Ἰλίεια. (ῃ. 48) Ὅτι δὲ αἱ συχναὶ Ἰλιακαὶ θυσίαι

ἀναγκαίως ἐπὶ κακοῖςπυκνοῖς προηγουμένοις ἐγίνοντο, δηλοῖ καὶ παροιμία λέγουσα τὸ

«ἀεὶ Ἰλίῳ κακά»,λεχθεῖσα μὲν ἐπί τινι κακῷ ὑστερογενεῖ, οὐκ ἀπᾴδουσα δὲ οὐδὲ πρὸς τὰ

Ὁμηρικά.ἡ δὲ αὐτὴ προγενεστέρα ἐστὶ τοῦ «κακῶν Ἰλιάς», ἢ ἀνάπαλιν, αὕτη πρὸἐκείνης

εἴρηται, ὡς τά γε ἄλλα μιᾶς ἐννοίας εἰσὶν ἀμφότεραι.] Ὅτι δὲ θηλυκῶςεἴωθεν Ὅμηρος

προφέρειν τὴν Ἴλιον, ἅπαξ που αὐτὴν κατὰ οὐδέτερον γένος εἰπὼν ἐν τῷ «Ἴλιον αἰπὺ

ἕλοιεν Ἀθηναίης διὰ βουλάς», δηλοῦται καὶ ἀλλαχοῦ. (ῃ. 47) Τὸ δὲ ἐϋμελίω συνεκόπη

ἀπὸ Ἰωνικοῦ τοῦ ἐϋμελίεω, ὡς καὶ τὸ «Βορέωὑπ' ἰωγῇ» ἀπὸ τοῦ Βορέεω, καὶ τὸ Ἑρμείω

ἀπὸ τοῦ Ἑρμείεω, καθάπερ εἴρηται καὶ ἐν τῷ «Ἀσίῳ ἐν λειμῶνι». (ῃ. 49) Τὴν δὲ κνίσσαν

πολλὰ τῶν ἀκριβῶνἀντιγράφων δι' ἑνὸς ˉσ γράφουσιν ἐκτάσει τῆς παραληγούσης καὶ

ἀρέσκεταιοὕτω καὶ Ἡρωδιανός, ὡς καὶ ἀλλαχοῦ δηλοῦται πλατύτερον. Τὸ δέ «τὸ

γὰρλάχομεν γέρας ἡμεῖς» σχῆμά ἐστιν Ὁμήρῳ σύνηθες, ὡς δηλοῖ σὺν ἄλλοις καὶτὸ «τὸ

γὰρ γέρας ἐστὶ γερόντων» καὶ «τὸ γὰρ γέρας ἐστὶ θανόντων». δικαιοσύνηςδὲ καὶ τῆς

κατ' αὐτὴν ἰσότητος δηλωτικὸν τὸ ἐλάχομεν, ὡς πολλαχοῦ φαίνεται.(ῃ. 54) Τὸ δέ

«πρόσθεν ἵσταμαι» ὅμοιόν ἐστι τῷ προΐσταμαι. δῆλον γάρ, ὡς ὁπρόσθεν τινὸς ἱστάμενος

προΐσταται ἐκείνου. (ῃ. 55) Τὸ δὲ φθονεῖν ταὐτὸν μὲνκατὰ πολυωνυμίαν τῷ μεγαίρειν,

σαφέστερον δὲ ἐκείνου. διὸ δὶς ἐνταῦθα τῇτοιαύτῃ λέξει ὁ Ζεὺς ἐχρήσατο. ἔστι δὲ νῦν

φθονεῖν τὸ μέμφεσθαι καὶ ἐμποδίζειν,ὡς καὶ ἐν Ὀδυσσείᾳ. Ὅτι δὲ καὶ ἄλλως ἡ ποίησις

καὶ οἱ ποιητικώτεροι τῶν Ἱστορικῶν φθονερὸν τὸ θεῖόν φασι φῦλον, δηλοῖ καὶ

Ἡρόδοτος, ὃ καὶ ἀλλαχοῦ παρασεσημείωται. Ὅρα δὲ καί, ὅτι τὸ μεγαίρειν ἑρμηνεύων

ἐπήγαγεν· «εἴπερ γὰρ φθονέω» καὶ ἑξῆς. Ἰστέον δὲ καί, ὅτι ὁ μὴ δυνάμενος μὲν

ἀντιστῆναί 1.702 τινι δυνατῷ ἐμποδίζοντι, δυσωπῶν δὲ τυχεῖν οὗ θέλει, εὐκαίρως ἂν

παρῳδήσαςεἴποι τὸ «οὔ τοι ἐγὼ πρόσθεν ἵσταμαι οὐδὲ μεγαίρω· εἴπερ γὰρ φθονέω,

οὐκἀνύω φθονέων, ἐπεὶ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶ ἐμὸν θεῖναι λόγον ἢπόνον

οὐκ ἀτέλεστον· καὶ γὰρ ἐγὼ τοιόσδε εἰμί». (ῃ. 58–61) Ὅτι ἀξιοῖἭρα τιμᾶσθαι [οὐ μόνον,

ἐπειδὴ θεός ἐστιν, ἀλλὰ καὶ] διὰ τὸ τοῦ αὐτοῦ εἶναιγένους τῷ ∆ιΐ, λέγουσα οὕτω· «γένος

δέ μοι ἔνθεν ὅθεν σοί· καί με πρεσβυτάτην», ὅ ἐστι τιμιωτάτην, «τέκετο Κρόνος

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

428

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!