18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τρεῖς αὐτῷ 1.699 προΐεται. δοκεῖ δὲ ἐνταῦθα μαντικώτερον παραλαλεῖν ὁ ποιητὴς τὴν

τῆς Μυκήνης ἀπώλειαν, ἣν ἐκ τῶν ῥηθεισῶν τριῶν κακῶς παθοῦσαν καὶ Ἀριστοτέλης

ἱστόρησε. Φέρεται δὲ ἱστορία καί, ὅτι Περσεὺς μὲν αὐτὰς ἔκτισεν, ἐταπεινώθησαν δὲ

μετὰ τὰ Τρωϊκά, ὕστερον δὲ κατεσκάφησαν ὑπὸ Ἀργείων, ὡς μηδὲἴχνος, φασί, Μυκήνης

εὑρίσκεσθαι. Ἔχει δ' ὁ τόπος οὗτος καὶ αὔξησιν χαρίτων. Ζεὺς μὲν γὰρ οὐχ' ἁπλῶς

πόλιν προϊέσθαι λέγει, ἀλλ' ἣν ἐτίμα πασῶν μάλισταπόλεων τῶν ὑπ' οὐρανόν, προσθεὶς

καὶ αἰτίαν τὸ αὐτόθι ἐνδελεχὲς τῶν θυσιῶν.Ἥρα δέ φησι καὶ αὐτή, ὅτι οὐ τῶν τυχόντων

ὑπεξίσταμαί σοι, ἀλλὰ τῶνφιλτάτων. Σημείωσαι δέ, ὅτι ψεύδεται ὁ Ζεὺς ἐνταῦθα

φανερῶς, νόμῳ ῥητορικῷαὔξων τὴν χάριν. ὅτι γὰρ οὐχ' οὕτως ἐκθύμως τὴν Τροίαν

φιλεῖ, δηλοῖ ὁ Ποσειδὼν ἐν τῷ· «ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων». καὶ

εἰκότως·ἐπιώρκησαν γάρ. (ῃ. 40–9) Φράζει δ' ἐν τούτοις ὁ ποιητὴς οὕτω· «ὁππότε κενκαὶ

ἐγὼ μεμαὼς πόλιν ἐξαλαπάξαι τὴν ἐθέλω, ὅθι τοι φίλοι ἀνέρες ἐγγεγάασι,μή τι

διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι· καὶ γὰρ ἐγώ τοι δῶκα ἑκὼνἀέκοντί γε θυμῷ.

αἳ γὰρ ὑπ' ἠελίῳ τε καὶ οὐρανῷ ἀστερόεντι ναιετάουσιπόληες ἐπιχθονίων ἀνθρώπων,

τάων μοι περὶ κῆρι», τουτέστι τούτων μοιπερισσότερον ἐν τῇ ψυχῇ, «τιέσκετο Ἴλιος ἱρὴ

καὶ Πρίαμος καὶ λαὸς ἐϋμελίω Πριάμοιο· οὐ γάρ μοί ποτε θυμὸς ἐδεύετο δαιτὸς ἐίσης»,

τῆς τῶν θυόντωνδηλαδή, «λοιβῆς τε κνίσσης τε· τὸ γὰρ λάχομεν γέρας ἡμεῖς». καὶ

ταῦτα μὲν τὰτοῦ μυθικοῦ ∆ιός. (ῃ. 50–61) Ἡ δὲ Ἥρα «ἤτοι ἐμοί», φησί, «τρεῖς μὲν πολὺ

φίλταταί εἰσι πόληες, Ἄργος τε Σπάρτη τε καὶ εὐρυάγυια Μυκήνη», ὧν ἐκ τοῦἌργους

καὶ Ἀργεία λέγεται. «τάων οὔ τι ἐγὼ πρόσθ' ἵσταμαι οὐδὲ μεγαίρω τὰς διαπέρσαι, ὅταν

τοι ἀπέχθωνται περὶ κῆρι. εἴ περ γὰρ φθονέω τε καὶ οὐκεἰῶ διαπέρσαι, οὐκ ἀνύω

φθονέουσα, ἐπειὴ πολὺ φέρτερός ἐσσι· ἀλλὰ χρὴ καὶἐμὸν θέμεναι πόνον οὐκ ἀτέλεστον·

καὶ γὰρ ἐγὼ θεός εἰμι, γένος δέ μοι» καὶ ἑξῆς.(ῃ. 40) Ἰστέον δέ, ὅτι ἐν τοῖς ῥηθεῖσι τὸ

μεμαώς ταὐτόν ἐστι τῷ μισῶν περὶκῆρι, οὗ παθητικὸν τὸ ἀπέχθωνται περὶ κῆρι. (ῃ. 41)

Τὸ δέ «πόλιν, ὅθι τοιφίλοι ἀνέρες ἐγγεγάασι» περίφρασίς ἐστι τοῦ πόλιν φιλουμένην

σοι. (ῃ. 42) Τὸδέ «μή τι διατρίβειν τὸν ἐμὸν χόλον, ἀλλά μ' ἐᾶσαι» θυμούμενός τις εἴποι

ἂνπρὸς τὸν οὐ κατὰ καιρὸν μεσιτεύοντα εἰς παῦσιν θυμοῦ. ἔστι δὲ διατρίβειν

τὸπαρατείνειν καὶ ὑπερβιβάζειν. οὕτω καὶ ἡ Πηνελόπη διατρίβειν λέγεται

τοῖςμνηστῆρσι τὸν γάμον. (ῃ. 43) Τὸ δέ «ἐγώ τοι δῶκα» ἢ ἀπολύτως ἀντὶ

τοῦπαρεχώρησα ἢ ἀντὶ τοῦ ἐδωρησάμην σοι πόλιν φίλην μοι, τὴν Τροίαν δηλαδή,ὡς

προϊὼν αὐτὸς ἑρμηνεύσει. Τὸ δέ «ἑκὼν ἀέκοντί γε θυμῷ» ἔπεσε μὲν εἰς

κοινὴνπαροιμίαν τήν «ἑκὼν ἀέκων τόδε τι πεποίηκα», [δι' ἧς βοηθοῖτ' ἂν καὶ τὸ «ἡ

1.700 γλῶσσ' ὀμώμοχ', ἡ δὲ φρὴν ἀνώμοτος», ὃ δὴ πικρῶς λογιστεύει ὁ Κωμικός.] Πάνυ

δὲ ἀκριβῶς ἔχει τὸ Ὁμηρικὸν καὶ οὐ πάσχει ἀντίφασιν, ὡς δῆθεν ἀδύνατον ὂν

συνυπάρχειν τὸ ἑκών καὶ τὸ ἀέκοντι θυμῷ. δῆλον γάρ, ὡς πολλάκις μὴπροηγησαμένης

προαιρέσεως γίνεταί τι, ὃ πῇ μὲν ἐθέλομεν, πῇ δὲ οὔ. οὕτωκαὶ οἱ τὰ φορτία ἐν κλύδωνι

ἀποβάλλοντες πὼς μὲν ἀέκοντες δρῶσι–τῷδέει γὰρ τοῦ κινδύνου. –πὼς δὲ ἑκόντες. –ἵνα

γὰρ σωθῶσι. –καὶ ἑκόντεςμὲν ἀποβάλλουσιν, ἄκοντες δὲ ζημιοῦνται. Ἰστέον δέ, ὡς ὁ

μὲν ὉμηρικὸςΖεὺς συντόμως τε καὶ ἀσαφῶς τὸ ῥηθὲν ἔφρασεν, ἡ δὲ Ἥρα διασαφεῖ τὸ

νόημα εἰποῦσα περὶ τῶν ἑαυτῆς πόλεων, ὅτι τούτων ἐγὼ οὐ προΐσταμαι οὐδὲ

μεγαίρω.εἴπερ γάρ, ὡς καὶ προεγράφη, φθονῶ καὶ οὐκ ἐῶ διαπέρσαι, οὐκ ἀνύω

φθονέουσα, ἐπεὶ πολὺ φέρτερος εἶ. ἰδοὺ γὰρ καὶ αὐτὴ ἑκοῦσα καὶ ἄκουσα συντίθεταιτῷ

τοῦ ∆ιὸς θελήματι. καθὸ μὲν γὰρ οὐ προΐσταται τῶν ἑαυτῆς πόλεων,ἑκοῦσα ἐκχωρεῖ,

ἄλλως δὲ ἀέκουσα διὰ τὸ μηδὲν ἀνύειν, ἐὰν καὶ φθονῇ. τοῦτοδὲ καὶ ἄλλοι πάθοιεν ἂν

καὶ εἴποιέν ποτε τοῖς αὐτῶν εἴκοντες κρείττοσιν. οἷοςκαὶ Τηλέμαχος, ὃς εἴκει μὲν τοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

427

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!