18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

«αἳ δ'ἐπέμυξαν Ἀθηναίη τε καὶ Ἥρη» ἀντὶ τοῦ μεμυκόσι χείλεσι ποιὸν ἦχον διὰ τῆς

ῥινὸς ἀπετέλεσαν δυσχεραίνουσαι. ἔστι δὲ μύζειν, ὡς καὶ ὁ Κωμικὸς δηλοῖ,τὸ τὴν

φωνὴν τοῦ μῦ στοιχείου ἐκφωνεῖν. ἐκ δὲ τοῦ μύζειν καὶ ὁ μυκτὴρλέγεται καὶ ὁ μυγμὸς

καὶ τὸ μυχθίζειν παρά τε Αἰσχύλῳ καὶ ἄλλοις. οὕτω δὲ 1.695 καὶ ἀπὸ τοῦ ῥῶ παρηχεῖται

ὁ ῥοῖζος καὶ ἀπὸ τοῦ σίγμα ὁ σιγμός. [Ὅτι δὲἡ τοῦ μύζειν κίνησις καὶ τὴν μύτιν παράγει,

ἧς χρῆσις ἐν τῷ Ἀθηναίῳ, ἔτι δὲκαὶ τὴν μύξαν, καὶ ἐν ἄλλοις δηλοῦται, καθὰ καὶ ὅτι

μύξα οὐ μόνον περίττωματὸ ζωϊκόν, ἀλλὰ καί τις ἑτεροία, ἡ παρὰ τῷ Ὀππιανῷ

γλαγόεσσα, καὶ ἡ τοῦλύχνου δέ, ἣν καὶ μύκητά φαμεν, ἀφ' ἧς καὶ λύχνος δίμυξος παρά

τινι Φιλυλλίῳ,ὥς φησιν ὁ αὐτὸς Ἀθήναιος.] (ῃ. 21) Ὅτι σύντομα ὁμοιοτέλευτα ἐν τῷ

«πλησίαι ἤσθην, κακὰ δὲ Τρώεσσι μεδέσθην», ἀντὶ τοῦ πλησίαι καθεζέσθην,κακὰ δὲ τοῖς

Τρωσὶν ἐβουλευέσθην. καὶ ὅρα τὸ πλησίαι· ἀπὸ ἀρσενικοῦ γὰρ τοῦὁ πλησίος θηλυκὸν ἡ

πλησία, οὗ πληθυντικὸν αἱ πλησίαι. (ῃ. 22) Ὅτι ἐν τῷ»ἤτοι Ἀθηναίη ἀκέων ἦν οὐδέ τι

εἶπεν» οὐκ ἔστι τὸ ἀκέων ἐπίρρημα ἀντὶ τοῦἡσύχως, ὡς Ἀριστόνικος βούλεται, ὁμοίως

τῷ «ἀλλ' ἀκέων δαίνυσθε», ἀλλ'ἀντὶ τοῦ ἀκέουσα εἴρηται Ἀττικῶς. Ἀπολλώνιος γὰρ ἐν

τῷ Περὶ μετοχῶν ἀποδείκνυσιν ἐκ τῆς συντάξεως ἀκριβέστατα, ὅτι οὐ δύναται εἶναι

ἐπίρρημαμεσότητος. καινὸν οὖν γένος οὐ μόνον ἡ ὑλήεις Ζάκυνθος καὶ ὅσα τοιαῦτα,

ἀλλὰκαὶ τὸ «ἀκέων Ἀθηνᾶ». τοιοῦτον κατά τινας καὶ παρὰ τῷ φιλομήρῳ Σοφοκλεῖ

τὸ»κρυπτᾷ τ' ἀχέων ἐν ἥβᾳ», ἤγουν ἐν ἀφανεῖ ἀχέουσα ἥβῃ, ἡ Ἠλέκτρα δηλαδή.περὶ δὲ

τοῦ ἀκέων δεδήλωται καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔστι δὲ τὸ «οὐδέ τι εἶπε»

διασαφητικὸν τοῦ ἀκέων ἦν, ὃ ταὐτόν ἐστι τῷ ἀκήν, τῷ δηλοῦντι μὲν τὸἡσύχως,

γινομένῳ δὲ ἀπὸ τοῦ ˉα στερητικοῦ καὶ τοῦ χαίνειν. ὅμοιον δὲ πρὸς τὸ»ἀκέων ἦν οὐδέ

τι εἶπε» τὸ «ἀκὴν ἐγένοντο σιωπῇ». ἐνταῦθα δὲ ὅρα καί, ὅτι ἔστιποτὲ σιγᾶν καὶ διὰ

θυμὸν πολύν. Ἀθηνᾶ γοῦν σιωπᾷ νῦν σκυζομένη ∆ιῒ πατρί,οὗ πρὸς διασάφησιν ἐπῆκται

τὸ «χόλος δέ μιν ἄγριος ᾕρει», ὃς καὶ ἐπέχει τὴνλαλιὰν τῇ Ἀθηνᾷ ἢ κατὰ ἐγκοπὴν ἢ

κατὰ εὐλάβειαν. (ῃ. 23 ς.) Σημείωσαι δ' 1.696 ἐν τούτοις καί τινα καινὴν παρήχησιν τὸ

«χόλος δέ μιν ἄγριος ᾕρει· Ἥρῃδ' οὐκ ἔχαδε χόλον στῆθος». παρηχεῖται γάρ πως τὸ

ῥῆμα τὸ ᾕρει πρὸς τὸ Ἥρηκύριον ὄνομα. καὶ ζητητέον τὴν ὁμοιότητα ἐν τῇ αʹ ῥαψῳδίᾳ

εἰς τὸ ἔδεισαν καὶοὐκ ἔδησαν. Περὶ δὲ τοῦ σκύζεσθαι, [ἀφ' οὗ καὶ τὸ σκυδμαίνειν καὶ τὸ

ἐπισκύνιον,] ῥηθήσεταί που ἐν τοῖς ἑξῆς. Τὸ δέ «οὐκ ἔχαδε» δηλοῖ μὲν τὸ οὐκ

ἐχώρησε,καὶ γίνεται ἀπὸ τοῦ χῶ, τὸ χωρῶ, ἐξ οὗ καὶ χώρα καὶ χωρίον, ὅθεν παράγωγον

τὸ χάζω καθ' ὁμοιότητα τοῦ σχῶ σχάζω, ἐξ οὗ τὸ «γῆρυν ἄφθογγονσχάσας», κλῶ

κλάζω, κρῶ κράζω, βῶ βάζω, φῶ φάζω, ῥῶ ῥάζω, ἐξ οὗ ἐνὈδυσσείᾳ τὸ «ῥάσατε δ'

ὕδωρ» καὶ «ἐρράδαται τοῖχοι», βρῶ βράζω καὶ τὰὅμοια μονοσύλλαβα. ἢ δὲ κατὰ μέσον

παρακείμενον ἀναγνωστέον κέχαδεν ἢ κατὰδεύτερον ἀόριστον ἔχαδε. Θρασεῖα δὲ ἡ

Ἥρα καὶ ἐν τοῖς παροῦσιν, εἴπερἈθηνᾶ μὲν ἡσύχως ἔχει πέττουσα τὸν χόλον ζέοντα

ἔσω, αὐτὴ δὲ ὑπερεκβλύζειδιὰ τοῦ στόματος, οἷα τοῦ στήθους μὴ στέγοντος, περὶ ὃ

ζωπυρούμενος ἀνάπτεται κατὰ καιρὸν ὁ θυμός, καθὰ καὶ ἐν τῷ «τέτλαθι κραδίη»

δηλοῦται καὶ ἐν τῷτὸν Ἀχιλλέα διάνδιχα μερμηρίζειν ἐν λασίοις στήθεσι καὶ ἐν ἑτέροις

πολλοῖς. ὡςἐπὶ ἀγγείου δέ τινος εἴρηται τὸ «οὐκ ἔχαδε στῆθος χόλον», ἵνα εἴη νοεῖν, ὡς

τῇμὲν Ἀθηνᾷ τὸ στῆθος ἔστεγε τὸν χόλον, τῇ δὲ Ἥρᾳ ὑπερεξεχεῖτο, τουτέστιν ἡ μὲν

οὐδὲν εἶπεν, ὡς ὁ ποιητὴς ἔφη, ἡ δὲ Ἥρα ἐξελάλησε. (ῃ. 24 ς.) διὸ ἐπάγει·»ἀλλὰ

προσηύδα· αἰνότατε Κρονίδη» καὶ ἑξῆς, ὡς καὶ ἐν τῇ αʹ ῥαψῳδίᾳκεῖται. (ῃ. 26–8) Ὅτι

βαρὺ τῇ Ἥρᾳ δοκεῖ, ἐὰν ἀτέλεστον ἱδρῶτα ἱδρώσῃ, κάμοιεν δὲ μάτην αὐτῇ οἱ ἵπποι λαὸν

ἀγειρούσῃ κατὰ Πριάμου. τοῦτο δὲ 1.697 μυθικῶς μὲν ἡ Ἥρα ἐποίει πονουμένη ὑπὲρ

τῶν Ἀχαιῶν διὰ τὴν κατὰ τοῦΠάριδος μῆνιν. ἄλλως δὲ ἡ βασιλικὴ αὐτὸ ἐξουσία

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

425

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!