18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀφροδίτη τῷ Ἀλεξάνδρῳ ἀεὶ παραμέμβλωκεν, ἤτοι παραμεμέληκε, καὶ διὰ φροντίδος

γίνεται ἢ μάλιστα παραμεμόληκε καὶ ἐγγὺς 1.693 μολεῖ· ἐγγύτητα γὰρ ἡ ˉπˉαˉρˉα

πρόθεσις δηλοῖ, ὡς τὸ «οἱ δὲ θεοὶ πὰρ Ζηνὶκαθήμενοι», ἤγουν ἐγγὺς τοῦ ∆ιός. καὶ ἄλλως

δὲ σαφέστερον καὶ συντομώτερονεἰπεῖν, ἡ ῥηθεῖσα παραβολή, ἤτοι σύγκρισις, ἐκ τοῦ

μείζονος μέν ἐστι, λέγει δὲὡς δύο μὲν αἱ τοῦ Μενελάου, μία δὲ ἡ τοῦ Πάριδος. καὶ αὐταὶ

μὲν σεμνῶςὀνομάζονται, ἡ δὲ ἐκ τοῦ μειδιάματος. καὶ ὅμως αὐταὶ μὲν νόσφι κάθηνται

τοῦ Μενελάου, ἡ δὲ ἀεὶ παρμέμβλωκε. καὶ αἱ μὲν θέας τέρψιν ποιοῦνται τὴν μάχην,ἡ δὲ

ἀμύνει τὰς κῆρας τῷ Πάριδι. (ῃ. 11) Ἰστέον δέ, ὅτι τὸ παρμέμβλωκε τρίασημαίνει, ἓν μὲν

τὸ μεμέληκε καὶ φροντίδα ἔχει, καὶ γίνεται ἐκ τοῦ μέλωμελήσω μεμέληκα, καὶ συγκοπῇ

μέμληκα, καὶ πλεονασμῷ τοῦ ˉβ διὰ καλλιφωνίανκαὶ τροπῇ τοῦ ˉη εἰς ˉω μέμβλωκα.

ἕτερον δὲ τὸ παραμεμόληκεν, ἤγουν παρῆλθεν,ὡς εἴ τις εἴποι, ὅτι παρμέμβλωκεν ἡ

ἡμέρα, ἤγουν παρῴχετο. ἡ δὲ χρῆσις ἐνὈδυσσείᾳ καὶ γίνεται ἐκ τοῦ μολῶ μολήσω κατὰ

τὸ αὐτὸ κανόνισμα. τρίτον δὲ τὸπαραμεμόληκε, τουτέστιν ἐγγύς ἐστιν, πάρεστιν, ὡς

ἐνταῦθα φαίνεται. λέγειοὖν ἀντιθετικῷ σχήματι, ὡς ὑμεῖς μὲν νόσφι κάθησθε, ἡ δὲ ἀεὶ

τῷ Ἀλεξάνδρῳπαρμέμβλωκεν, ἤτοι παρακολουθεῖ, ἐγγὺς οὖσα, οὐ νόσφι καθημένη.

Σημείωσαιδέ, ὅτι ὁ Ζεὺς μὲν σεμνότερον φράσας ἐνέφηνε τὴν πρὸς τὸν Πάριν σχέσιν

τῆςἈφροδίτης, ἡ Ἑλένη δὲ πρὸ τούτου θυμωθεῖσα παραλαλεῖ οὕτω διακεῖσθαι αὐτὴν

πρὸς Ἀλέξανδρον, ὡς ἢ ἄλοχον εὐνοοῦσαν ἢ δούλην εὐλαβῶς ὑπείκουσαν.(ῃ. 7) Τὸ δὲ

ἀρηγών λέγεται μὲν καὶ ἀρωγός, γίνεται δὲ ἀπὸ τοῦ Ἄρης, ὥσπερὁ βοηθὸς ἀπὸ τῆς βοῆς,

ὃ καὶ αὐτὸ τὴν μάχην ἔστιν ὅτε δηλοῖ, καθὰ καὶ ὁ Ἄρης.(ῃ. 8) Ἀλαλκομενηῒς δὲ ὡς

γίνεται ἀπὸ τοῦ ἀλαλκεῖν ἤτοι βοηθεῖν διὰ μένος,ἢ ἀπό τινος Ἀλαλκομενέως ἥρωος, ἢ

ἀπὸ Ἀλαλκομενίου ὄρους, οἱ Ἐτυμολόγοιφασί. (ῃ. 10) Τὸ δὲ φιλομειδής, ὅπερ Ἡσίοδος

ἐκ τῶν τοῦ Κρόνου μηδέωνἐτυμολογεῖ, ὡς Βοιωτικῶς διὰ τῆς ˉεˉι διφθόγγου τὴν

παραλήγουσαν γράφεσθαι,διπλάζει τὸ μῦ διὰ μέτρον κατά τινα τῶν ἀντιγράφων, ὡς ἂν

οὕτως ἡ τοῦ στίχουλαγαρότης μεστωθῇ πρὸς μέτρον ἄρτιον. (ῃ. 11) Τὸ δὲ αἰεί τὴν

παράμονονἐπὶ τῷ Πάριδι φροντίδα τῆς Ἀφροδίτης δηλοῖ. Τὸ δέ «καὶ αὐτοῦ κῆρας

ἀμύνει»διασαφητικόν ἐστι τοῦ παρμέμβλωκεν. ἐνθυμητέον δέ, ὅτι ἐκ τοῦ κῆρας 1.694

ἀμύνειν ὁ κηραμύντης ὕστερον συντέθειται, ὁ αὐτὸς ὢν τῷ ἀλεξικάκῳ, ἵνα ὡς ἐκτοῦ

ἀμύνειν ἁπλοῦ ὁ Ἀμύντας τὸ κύριον, οὕτως εἴη ἐκ τοῦ κῆρας ἀμύνειν ὁκηραμύντης, ὃν

Σοφοκλῆς ἀλεξίμορον εἴποι ἄν. ἡ δὲ τοιαύτη ἀγωγὴ [καὶτὴν παρ' Ἡσιόδῳ ἀλεξιάρην

νειὸν καὶ τὴν χειμάμυναν χλαῖναν καὶ τὴν ἀλεξάνεμον, ἤδη δὲ καὶ] τὴν ἐκ τριχῶν

μυιοσόβην συνέθετο. (ῃ. 12) Τὸ δὲ ὀϊόμενον ἢἐνεργητικῶς κεῖται ἀντὶ τοῦ νομίζοντα, ἢ

παθητικῶς ἀντὶ τοῦ νομιζόμενον.σημείωσαι δέ, ὅπως πάνυ δεξιῶς μεθοδεύει τὴν τῶν

ὅρκων σύγχυσιν ὁ ποιητής,οὐκ ἐξ ἐπιταγῆς τοῦ ὁρκίου ∆ιός, ὃς καὶ τῶν ὅρκων ταμίας

ἐστίν, ἀλλ' ἐκ τοῦκατὰ τὴν Ἥραν χόλου, ὃν ἐκ τοῦ ῥηθέντος κερτόμου ἐρεθισμοῦ αὐτὴ

μετ' ὀλίγαπείσεται. Ἰστέον δὲ καί, ὅτι μεγάλης βοηθείας δηλωτικὸν τὸ «αἰεὶ κῆρας

ἀμύνεικαὶ νῦν ἐξεσάωσεν ὀϊόμενον θανέεσθαι». (ῃ. 13) Ὅτι οὐ μόνος Ἀγαμέμνων

ἐπεψηφίσατο νίκην, ὡς εἴρηται, τῷ ἀδελφῷ Μενελάῳ, ἀλλ' ἰδοὺ καὶ ὁ Ζεὺςλέγων·

«ἀλλ' ἤτοι νίκη μὲν ἀρηϊφίλου Μενελάου». καὶ ὅρα, ὡς ἀρηΐφιλον ὁποιητής, καθὰ

προγέγραπται, καὶ διὰ τοῦ ∆ιὸς καλεῖ τὸν Μενέλαον, ὥσπερ καὶδιὰ τοῦ Πριάμου καὶ

ἑτέρων. (ῃ. 14–6) Ὅτι βουλευτοῦ λόγος τὸ «ἡμεῖς δὲφραζώμεθα, ὅπως ἔσται τάδε ἔργα».

εἰ δὲ περὶ πολέμου καὶ εἰρήνης ἡ βουλή,οἰκεῖον καὶ τὸ ἐπαγόμενον· «ἢ αὖτις πόλεμόν τε

κακὸν καὶ φύλοπιν αἰνὴνὄρσομεν ἢ φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν».

προεκθετικῶς δὲ καὶ σκεπτικῶς ταῦτά φησιν Ὅμηρος μελετῶν τε, ὡς καὶ προερρέθη,

πῶς μεταχειρίσεταιτὰ ἑξῆς, καὶ ἅμα προαναφωνῶν τὴν Τρωϊκὴν ἅλωσιν. (ῃ. 20) Ὅτι τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

424

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!