18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τραγῳδίᾳ πρευμενής· καὶ ἐκ τοῦἀπάγειν καὶ ἀπελαύνειν τὸ ψιλούμενον ἀγηλατεῖν· καὶ

ἐκ τοῦ χύω καὶ χέω κατὰτοὺς παλαιοὺς ὁ κυκεών· καὶ ἐκ τοῦ θροῦς καὶ βοή ὁ θόρυβος·

καὶ ἐκ τοῦμόρος καὶ φόνος ὁ ἐν τῇ ωʹ ῥαψῳδίᾳ μόρφνος αἰετός· καὶ ἐκ τοῦ χρέος καὶ

ὀφειλή 1.689 ὁ χρεωφειλέτης· καὶ ἐκ τοῦ πτίσσειν καὶ αἰνεῖν, ταὐτοδυνάμων λέξεων, ὥς

φησι Παυσανίας ἐν τῷ αὐτοῦ Λεξικῷ, ἡ πτισσάνη· καὶ ἐκ τοῦ ἄττειν καὶ ἅλλεσθαικατά

τινας τὸ ἀττάλλειν· καὶ ἐκ τοῦ θορεῖν καὶ ἀΐσσειν ὁ Θράϊξ· καὶ ἐκ τοῦκαίειν καὶ δαίειν

Κανδάων, ὁ Ἄρης, διὰ τὴν καυστειρὰν μάχην τὴν καὶ δηΐδα·καὶ ἐκ τοῦ φονεύειν καὶ

κτείνειν τὸ φονοκτονεῖν· καὶ ἐκ τοῦ δονεῖν καὶ πάλλειν τὸδνοπαλίζειν· καὶ ἐκ τοῦ

ἱκέσθαι καὶ θύειν ὁ ἰχθύς· καὶ ἐκ τοῦ ἄρχειν καὶἡγεῖσθαι ὁ ἀρχηγός· καὶ ἀπὸ τοῦ χέειν,

ῥέειν, νάειν, ὁ χρόνος· καὶ ἐκ τοῦ νάεινκαὶ ῥέειν ὁ Νηρεύς· καὶ ἐκ τοῦ σύεσθαι, ἤγουν

ὁρμᾶν, καὶ τοῦ κίειν ἡ συκῆ·[ἐκ τῶν αὐτῶν δὲ κατὰ τοὺς παλαιοὺς καὶ ὁ σικυός κατὰ

μετάθεσιν ἢ τροπὴνδιχρόνων. οὕτω δὲ καὶ ἐκ τοῦ θῶ, τὸ τίθημι, καὶ τοῦ θῶ, τὸ θηλάζω,

τήθη ἡἐντιθεῖσα ἔνθεσιν, ἤγουν τροφήν, τῷ θηλάζοντι βρέφει· καὶ ἀπὸ τοῦ τείρω

καὶἔδω τερηδών, ζωΰφιον ἐμφυόμενον ὀστοῖς καὶ ξύλοις καὶ ὅσοις τοιούτοιςκραύροις

ἐμφύονται σώμασι τοιαῦτα θηρίδια, ὧν εἶδος καὶ οἱ ἐν Ὀδυσσείᾳἶπες.] Ἔτι ὁμοίως καὶ

ἐκ τοῦ ἐναίρειν καὶ κτείνειν ἐναροκτάντας ὁ θάνατος.τοιοῦτον δὲ καὶ ἡ Ὁμηρικὴ

Ἁλοσύδνη καὶ ἡ τοῦ Καλλιμάχου Ὑδατοσύδνη·ὀνόματα δὲ ταῦτα Νηρηΐδων. [οὐκ

ἀπέοικε δὲ τῶν τοιούτων οὐδὲ ὁ Ὠραπόλλων,ἀνὴρ λόγιος, οὗ ἡ σύνθεσις ἐκ τοῦ Ὦρος

καὶ Ἀπόλλων, ἃ καὶ ἄμφω ἐπίθετά εἰσιΦοίβου. συμφωνεῖ δὲ καὶ τὸ μυθολογεύειν, ὅπερ

ἐστὶ μυθεῖσθαι καὶ λέγειν· ἤδηδὲ καὶ τὸ λογολεσχεῖν, λόγος γάρ τις καὶ ἡ λέσχη ἐστι.]

Τὴν δὲ τοιαύτηνσύνθεσιν παρεισήγαγεν ὁ ἐκ παραλλήλου σχηματισμός, ὃς ἢ ἐννοίας

ὁμοίας 1.690 ἀλλήλαις ἐπιστοιβάζει, οἷον ὁ μέγας βασιλεὺς ἦλθεν, ὁ τρισμέγιστος

ἄναξπαραγέγονεν, –ἄμφω γὰρ τὰ κῶλα ταῦτα ἐκ παραλλήλου τὸ αὐτὸ δηλοῦσινόημα–ἢ

λέξεις ἰσοδυνάμους παραλληλίζει, οἷον τυχὸν ἴσως οὕτω γέγονε, καὶλίαν πάνυ ταχέως

καὶ ὅσα τοιαῦτα. ἐκ δὲ τῆς τοιαύτης τῶν λέξεων παραθέσεωςἐπενοήθη καὶ ἡ τοῦ

ῥηθέντος δαπέδου καὶ τῶν ὁμοίων αὐτῷ σύνθεσις. οἱ δὲθερμότεροι καὶ ταὐτοφώνους

λέξεις οὕτω συνέθεντο. τοιοῦτον γὰρ τὸ φιλόφιλοςκαὶ τὸ φαυλεπίφαυλος καὶ εἴ τι ἄλλο

οὕτω σύγκειται, ὡς καὶ τὸ πάμπαν ἐπίρρημα. καὶ τοῦτο μὲν οὕτως ἁπλούστερον. ἔστι δὲ

καὶ ἄλλως εἰπεῖν τεχνικώτερον,ὅτι αἱ παράλληλοι λέξεις ἢ σύγκεινται ἢ παράκεινται.

ἄμφω δὲ ταῦτα ἢ ἐκταὐτότητος γίνεται ἢ ἐξ ὁμοιότητος. οἷον ἐκ ταὐτότητος μὲν

παραλληλισμὸςἐν συνθέσει μὲν τὸ πάμπαν, ἐν παραθέσει δὲ τὸ πάνυ πάνυ καὶ πάλαι

πάλαι παρὰτῷ Κωμικῷ, καὶ ἔλακεν ἔλακε παρ' Εὐριπίδῃ καὶ ὅσα τοιαῦτα. ἐκ δὲ

ὁμοιότητοςλέξεων παραλληλισμὸς ἐν συνθέσει μὲν τὸ γήπεδον καί, ὅσα τοιαῦτα

πρὸβραχέων ἐρρέθη, ἐν παραθέσει δὲ τὸ λίαν πάνυ καὶ τυχὸν ἴσως καὶ τὰ ὅμοια.λέγομεν

δὲ ἐν ταὐτότητι μὲν τὰ καὶ τῇ φωνῇ καὶ τῷ νοήματι τὰ αὐτά, ἐν ὁμοιότητιδὲ τὰ τῇ

προφορᾷ μὲν ἀνόμοια, τῇ σημασίᾳ δὲ ὅμοια, μάλιστα δὲ ταὐτοδύναμα. Σκοπητέον δὲ

καί, μήποτε τὸ ἐνταῦθα δάπεδον τοῦ ∆ιὸς ὅμοιόν ἐστι τῷαὐλή, ὅπερ ἐν Ὀδυσσείᾳ φησὶν

Ὅμηρος εἰπών· «Ζηνός που τοιήδε γ' Ὀλυμπίουἔνδοθεν αὐλή». (ῃ. 2 ς.) Ἥβη δὲ

οἰνοχοεῖν λέγεται νέκταρ τοῖς ἄνω οὐ κατὰ τὸνἐπὶ Ἡφαίστῳ ἐν τῇ αʹ ῥαψῳδίᾳ λόγον,

ἀλλὰ διὰ τὸ ἀγήρω καὶ ἀεὶ νεάζονταεἶναι τὰ θεῖα καὶ οἷον ἡβάσκοντα. κύριον δὲ

μυθικῶς ὄνομα ἐνταῦθα ἡ Ἥβη,θυγάτηρ Ἥρας Ἡρακλεῖ συνοῦσα. ἑτέρως μέντοι πρὸς

ἀλήθειαν, ὡς καὶ ἀλλαχοῦ δηλοῦται, ἀνθρώπου ἡλικίαν ἡ λέξις δηλοῖ, ὅτε τριχοῦνται

αὐτῷ τὰ ἐκνέων ἄτριχα. διὸ καὶ ἀπότριχες ἐλέγοντο οἱ ἄνηβοι. [Ἐκ τοῦ ἥδω δέ, ὅ ἐστιν

1.691 εὐφραίνω, ἡ ἥβη· χαρίεσσα γὰρ ἡ τοιαύτη ἡλικία καὶ ἡδεῖα κατὰ τὸ «οὗ

περχαριεστάτη ἥβη». ἀφ' ἧς καὶ τὰ ἱστορούμενα ἐνηβητήρια καὶ τὸ ἡβηδὸνἐπίρρημα καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

422

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!