18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

λυθῆναι τὴν μάχην καὶ φιλότητα ἐνἀμφοτέροις γενέσθαι, εἰ μὴ ἄνωθεν κεκώλυτο

βουλευσαμένων θεῶν, ἢ τῶνμυθικῶν ἢ τῶν τῆς ἀλληγορίας, ὡς εἴρηται. (ῃ. 1) Ὁ δὲ Ζήν

ἢ ῥηματικῶς ἔχει, 1.687 ὡς ἀπὸ τοῦ ζῶ, ἢ ἐκ τοῦ Ζεύς παρωνόμασται. ἐν οἷς ὅρα, ὅτι,

ἐπεὶ μήτε ἀπὸ τοῦ Ζήν Ζηνός προῆλθε πατρωνυμικὸν Ζηνίδης, μήτε ἀπὸ τοῦ Ζεύς Ζείδης

κατὰἀναλογίαν ὁμοίως τῷ Ἀζεύς Ἀζείδης, ὃ ἐν τῇ Βοιωτίᾳ κεῖται, ὠκνήθη καὶ ἐκ τῆς

∆ιός γενικῆς γενέσθαι ∆ιΐδης, τύπῳ δὲ γέγονε τοπικῷ ἐκ τοῦ ∆ιός ὁ ∆ῖος,ἵνα εἴη, ὡς

Χίϊος Χῖος, ὁ ἀπὸ Χίου, οὕτω καὶ ∆ίϊος ∆ῖος, ὁ ἀπὸ ∆ιός, ὡς εἴ τιςεἴποι ἀπ' αἰθέρος ἢ

οὐρανοῦ. ἔχει δὲ ἄλλως καὶ πατρωνυμίας χαρακτῆρα τὸ ∆ίϊος ∆ῖος κατὰ τὸ Τελαμώνιος

Αἴας. ὅτι δέ, ὥσπερ Ζεύς ∆ιός, παρὰ τὸ ζῶἢ παρὰ τὸ δεύω, ἔτι δὲ καὶ Ζήν Ζηνός, ὁμοίως

δὲ καὶ Ζάν Ζανός κατὰ τὸ»βροντάτω μέγας Ζάν», οὕτω καὶ Ζάς ὁ αὐτὸς κατὰ τὴν αὐτὴν

ἐτυμολογίαν, δηλοῦσιν οἱ παλαιοί. ὡς δὲ καὶ ὀξύνεται ὁ Ζάς καὶ τὸ ˉνˉτ ἔχει ἐν τῇ

γενικῇ, δῆλονἐκ τοῦ παραδόντος, ὅτι, καθὰ Πράς Πράντος, ὄνομα ποταμοῦ καὶ πόλεως,

καὶ Φθάς Φθάντος κύριον παροξυνόμενον μετοχικῶς ἐν τῇ γενικῇ κατὰ τὸ φάςφάντος,

οὕτω καὶ Ζάς Ζάντος, ὃ σημαίνει τὸν ∆ία. (ῃ. 4) Τὸ δὲ δειδέχατο,ἤγουν ἐδεξιοῦντο, ῥῆμα

σύνηθες Ἰωνικόν, τὴν παρὰ τοῖς ὕστερον πρόποσινδηλοῖ. προπίνουσι γὰρ ἀλλήλοις

κατὰ τὸ καὶ παρὰ Ῥωμαίοις ἔθος οἱ ἀλλήλουςδεπάεσσι δεξιούμενοι. (ῃ. 3) Σημείωσαι δέ,

ὅτι σεμνύνει τὸν χρυσὸν Ὅμηρος,οἷς καὶ εἰς οὐρανὸν αὐτὸν ἀνάγει, καὶ τὸν ἐν ἄλλοις

πολύχαλκον διὰ τὸ στερεὸνὧδε πολύχρυσον πλάττει διὰ τὸ καλόν, τό τε δάπεδον τοῖς

θεοῖς ἀπὸχρυσοῦ στρωννύων καὶ χρυσέοις αὐτοὺς λέγων πίνειν δεπάεσσιν.

ἀλληγορικῶςμέντοι διὰ τοῦ χρυσέου μὲν δαπέδου τὸ ἀνέφελον δηλοῦται τοῦ ἄνω

τόπου, ὡςἐν Ὀδυσσείᾳ μάλιστα φαίνεται, διὰ δὲ τῶν χρυσέων ποτηρίων ὁ ἥλιος

ἐμφαίνεται,ὃς τὰς ὑγρότητας ἀνάγει, δι' ὧν τὸ ἐκεῖ συμπόσιον τοῖς ἀλληγορουμένοις

θεοῖςγίνεται. δι' οὗ καὶ ὁ ἄπονος βίος δηλοῦται τῶν μυθικῶν θεῶν καὶ ἀκάματος

καὶἄφροντις, ἃ τοῖς περὶ γῆν οὔκ εἰσι. Τὸ δὲ χρυσοῖς δεπάεσσι δεξιοῦσθαι τοὺς

θεοὺςἀλλήλους τὰς συμπαθείας τῶν ἀστέρων δηλοῖ καὶ τὴν εἰς ἓν ἔστιν ὅτε

σύμπνοιανκαὶ οἷον δεξίωσιν, δι' ἧς δοκοῦσι τὰ περὶ γῆν κατεργάζεσθαι. (ῃ. 2) Ἰστέον δέ,

1.688 ὅτι καὶ ὁ παρ' Εὐριπίδῃ Ζηνὸς πολύχρυσος οἶκος ἐκ τοῦ Ὁμηρικοῦ

χρυσέουδαπέδου εἴληπται. ἔστι δὲ δάπεδον μὲν τόπος ἐγγὺς οἰκημάτων, αὐτὸς μὴ

ἔχωνοἰκήματα, ἢ τόπος ἐν πόλει ψιλὸς οἰκημάτων, ὡς δηλοῖ παρά τινι καὶ

τὸ»περιφέρων τὴν ἀσπίδα, ἐπίχαλκον οὖσαν, προσίσχε τῷ δαπέδῳ ἐντὸς τοῦτείχους», ἢ

χωρίον ὁμαλὸν εἰς διατριβὴν ἀνεθέν, ὅπερ ἐν Ὀδυσσείᾳ καὶ τυκτὸνλέγει δάπεδον, ἐν ᾧ

οἱ μνηστῆρες γυμνάζονται. δύναται δὲ κἀνταῦθα, ὥς που καὶκατὰ Ὀδύσσειαν, τὸ ἐντὸς

οἰκίας ἐμβαδὸν δάπεδον λέγεσθαι, ὡς μὴ μόνοναἴθριον, ἀλλὰ καὶ ὑπωρόφιον εἶναι

δάπεδον. γίνεται δὲ παρὰ τὸ δᾶ, ὃ δηλοῖ ∆ωρικῶς τὴν γῆν, καὶ τὸ πέδον. γήπεδον μέντοι

τὸ ἐν πόλει προκείμενονοἰκίας οἷον κηπίδιον. οἰκόπεδον δὲ οἰκίας καταρριφείσης

ἔδαφος, ὅπερ κοινότερονκαὶ ἐρείπιον οἱ ὕστερόν φασιν. Ἰστέον δέ, ὅτι, ὥσπερ

ἰσοδύναμοι λέξεις τὸ δᾶκαὶ τὸ πέδον καὶ τὸ γῆ καὶ πέδον, οἷον «ὄμνυ πέδον γῆς» παρὰ

Σοφοκλεῖ,ἀπετέλεσαν τὸ δάπεδον καὶ τὸ γήπεδον, οὕτω καὶ ἐπ' ἄλλων γίνεται

ὁμοιοσήμων λέξεων. τὸ γοῦν ὄρω καὶ τὸ θύνω συνελθόντα τὸ ὀροθύνω συνέθηκαν,

ὃδηλοῖ τὸ διεγείρω, καὶ τὸ στρέφειν καὶ δινεῖν τὸ στρεφεδίνηθεν, καὶ τὸ καίειν

καὶπυροῦν τὸ καπυρόν, καὶ ἡ ἔρα καὶ γῆ τὸ ἔργον τὸ ἐπὶ γεωργίας, καὶ τὸ ἠλεόν

καὶμάταιον παρὰ Ὀππιανῷ τὸ ἠλέματον. ὁμοίως δὲ καὶ ἐκ τοῦ φιλεῖν καὶ τοῦἥδεσθαι τὸ

φιληδεῖν γίνεται· καὶ ἐκ τοῦ πόπος καὶ ἄναξ, θείων λέξεων, ὡςπροδεδήλωται, πόπανον

τὸ θεῷ ἄνακτι καθοσιούμενον, ὡς ἐμφαίνει καὶ ὁ Κωμικός, καὶ ἐκ τοῦ κάσις καὶ γνωτός

ὁ κασίγνητος τροπῇ τοῦ μακροῦ εἰςμακρόν· καὶ ἐκ τοῦ πρᾷος καὶ εὐμενής ὁ ἐν τῇ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

421

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!