18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ΕΚ ΤΩΝ ΤΗΣ ∆ΕΛΤΑ ΡΑΨΩΙ∆ΙΑΣ Ὅτι ἔμμετρος ἐπιγραφὴ τοῦ γράμματος τούτου αὕτη·

∆έλτα· θεῶν ἀγορή,ὅρκων χύσις, Ἄρεος ἀρχή. κοινὴ δὲ ἥδε· ὁρκίων σύγχυσις καὶ

ἐπιπώλησιςἈγαμέμνονος. οἱ δὲ Σχολιασταὶ πολλαχοῦ μέμνηνται καὶ χωρίς τινος

προσθήκης τῆς ἐπιπωλήσεως, οἷον «ὅτι φησὶν ὁ ποιητὴς ἐν τῇ Ἐπιπωλήσει», ἤγουνἐν τῇ

δʹ ῥαψῳδίᾳ. ἐκτείνουσι δὲ καὶ τὸ ˉπˉω τῆς λέξεως ταύτης Ὁμηρικώτερον.ἐπιπώλησις δὲ

καλεῖται ἡ δʹ ῥαψῳδίᾳ, διότι ἐν αὐτῇ ἐπιπωλεῖται στίχαςἀνδρῶν ὁ βασιλεύς. (ῃ. 1–4)

Ὅτι θεῖόν τι πρᾶγμα τὴν βουλὴν καὶ τὴν δημηγορίανὑποδεῖξαι θέλων ὁ ποιητὴς οὐ

μόνον ἀνθρώπους βουλευομένους καὶ δημηγοροῦντας ποιεῖ, ἀλλὰ καὶ θεοὺς πολλαχοῦ

πολιτικώτερον, ὡς καὶ ἐνταῦθα, καί πωςμῖγμά τι βασιλείας καὶ δημοκρατίας ἡ ἐν θεοῖς

ἀρχὴ φαίνεται, ὡς παρὰ Ἕλλησι. Τὸ μὲν γάρ· «ἡμεῖς δὲ φραζώμεθα» καὶ τὸ «παρὰ ∆ιῒ

καθήμενοι ἠγορόωντο»δημοκρατίας ἔργα, τὸ δὲ αὐτὸν τὸν ∆ία ποιεῖν, ἃ βούλεται

ἀπάνευθεν ἄλλων, τοῦτοοὐκέτι δημοκρατίας ἐστί. καὶ ἑτέρως δὲ εἰπεῖν, ἐπεὶ

ἀνθρωποπαθεῖς οἱ τῆςποιήσεως θεοί, πλάττει καὶ αὐτοὺς οὐδέν τι τῶν μεγάλων

πράττοντας δίχα τοῦβουλεύσασθαι, ποτὲ μὲν ἐν ἀδείᾳ, ποτὲ δὲ καὶ ἐν συμποσίῳ, κατ'

ἔθος καὶ τοῦτοπαλαιόν τε καὶ σοφόν. ὡς καὶ ἐνταῦθα οἱ θεοί «πὰρ Ζηνὶ καθήμενοι», ὅ

ἐστιπάρεδροι ὄντες τῷ ∆ιΐ, «ἠγορόωντο χρυσέῳ ἐν δαπέδῳ, μετὰ δέ σφισι πότνιαἭβη

νέκταρ ἐῳνοχόει· τοὶ δὲ χρυσέοις δεπάεσσιν ἀλλήλους δειδέχατο», βουλευόμενοι καὶ

περὶ Τροίας. καὶ ἄλλως δὲ εἴωθεν ὁ ποιητὴς τὰ κατὰ πεπρωμένοντέλος γινόμενα εἰς

βουλὴν ∆ιὸς ἀνάγειν, ὅ ἐστιν εἰς τὸ τῆς εἱμαρμένης κῦρος. καὶἐνταῦθα οὖν τὴν τῶν

ὅρκων σύγχυσιν καὶ τὴν τοῦ πολέμου αὖθις σύμμιξιν εἰςεἱμαρμένην ἀνάγων ποιεῖ τὸν

∆ία σὺν τοῖς θεοῖς βουλευόμενον τὰ ποιητέα.(ῃ. 1) Ἰστέον δέ, ὅτι κατὰ τὴν ἀλληγορίαν

θεοὶ καὶ ἐνταῦθα οἱ ἀστέρες, ἢ ἁπλῶς 1.686 ἢ μόνοι οἱ πλάνητες, παρὰ τὸ θέειν. (ῃ. 2)

Ἥβη δὲ αὐτοῖς οἰνοχοεῖ, ἀναθυμίασιςδηλαδὴ ἀκατάπαυστος καὶ ἀεὶ νεάζουσα. πόσις γὰρ

οἷον ἄστρων αὕτη κατὰ Ἕλληνας, οἳ καὶ παρεδρεύουσι τῷ ∆ιΐ, τουτέστι τῇ εἱμαρμένῃ,

ὡς εἴρηται. κατὰ γὰρποιάν, φασί, τῶν ἄστρων διάθεσιν τὰ τῆς εἱμαρμένης συντελεῖται

ἑδραίως καὶἀσφαλῶς. διὸ καὶ καθῆσθαι παρὰ τῷ ∆ιῒ λέγονται, καίτοι ἄλλως παρὰ τὸ

θέεινθεοί ἐτυμολογούμενοι. ὁ τοιοῦτος δὴ Ζεὺς καὶ ὁ περὶ αὐτὸν τοιοῦτος ἀθροισμὸςκαὶ

τῇ Τροίᾳ τὴν ἐκ παραβάσεως ὅρκων ἐπιπλέκουσιν ἢ ἐπικλώθουσιν ἅλωσιν,ἔτι δὲ καὶ

ἄλλως εἰπεῖν, διὰ τῆς μονομαχίας ὁ πόλεμος διακέκοπται καὶ οἱ μὲνλαοὶ ἀμφοτέρωθεν

ἄοπλοι κάθηνται, νενίκηται δὲ Ἀλέξανδρος καὶ ἡ νίκη τοῦ Μενελάου ἐστίν, ὡς καὶ ὁ

Ζεὺς ἐπικρινεῖ, καὶ ἀνάγκη λοιπὸν ἢ ἐκδοθῆναι τὴνἙλένην, ὡς νενικημένου τοῦ

Πάριδος, ἢ δίκην συστῆναι, ὡς μὴ καὶ πεφονευμένου αὐτοῦ. ἐπεὶ δὲ οὐ δυνατὸν

πλασθῆναι γενέσθαι ταῦτα διὰ πολλοὺς λόγους,βουλεύεται ὁ ποιητής, πῶς ἂν

εὐμηχάνως αὖθις συνάψῃ τὸ τῆς μάχης διασπασθὲνκαὶ τοῦ εἰς νοῦν ἐκλαμβανομένου

∆ιὸς πολλὰ ἐν τῷ ποιητῇ σκοπήσαντος,οὐδὲν αὐτῷ εὕρηται πιθανώτερον ἄλλο καὶ

εὐπλαστότερον ἢ τὸ συγχεθῆναι τοὺςὅρκους παρά τινος τῶν Τρώων. ἐπεὶ δὲ πάντες

ἐμίσουν τὸν Ἀλέξανδρον ἶσα κηρὶμελαίνῃ, ὡς προείρηται, ἐπιλέγεται εἰς τοῦτο τὸν

κατάρατον Πάνδαρον. καὶτοίνυν τοῦ Ἀγαμέμνονος ἀξιώσαντος δίκαια, οἱ μὲν ἄλλοι

πάντες μέλλουσιν,ἀντειπεῖν οὐκ ἔχοντες, Πάνδαρος δὲ βάλλει λάθρᾳ τὸν Μενέλαον καὶ

ἐπ' αὐτῷπροεξανίστανται τῶν Ἑλλήνων οἱ Τρῶες νομίσαντες, ὡς εἰκός, βασιλικὸν

εἶναιτοῦτο βούλημα, καὶ οὕτω συνάγονται πιθανῶς εἰς πόλεμον τὰ στρατεύματα.καὶ ἐπ'

ἀληθείᾳ μὲν ὁ ποιητὴς ἐν ἑαυτῷ κατὰ ∆ία νοῦν ἐβουλεύσατο, πῶς ἂνδιασπάσας ἤδη τῇ

μονομαχίᾳ τὴν μάχην αὖθις συναγάγῃ αὐτὴν καὶ πόλεμονκακὸν ἐγείρῃ καὶ φύλοπιν

αἰνήν, διὰ δὲ τὸ σεμνότερον καὶ ὑψηλότερον πιθανότερόν τε καὶ εὐπλαστότερον εἰς

θεοὺς ἀνάγει τὸ βούλευμα, οἱονεὶ λέγων, ὅτι οὐδὲνἐκώλυε διὰ τῆς μονομαχίας ταύτης

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

420

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!