18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μῦθος οὐδὲν τοιοῦτονπεριεργαζόμενος λέγει σωματικώτερον, ὅτι τε φαρέτραν ὁ

Ἀπόλλων ἐνάπτεταικαὶ τόξον χειρίζεται καὶ ὀϊστὸν ἀφίησι καὶ βάλλει καὶ οἱ

βαλλόμενοι πίπτουσικαὶ πυκναὶ πυραὶ αὐτῶν καίονται. ἃ δὴ καὶ ἀποδέχεται

Ἀρίσταρχος, ὥς φασινοἱ παλαιοί. ἐκεῖνος γάρ, ὡς καὶ προείρηται, οὐδέν τι τῶν παρ'

Ὁμήρῳ ἀλληγορεῖν ἤθελεν, οἷον τὸν ∆ία εἰς οὐρανὸν ἀνάγειν ἢ ἥλιον ἢ ἀέρα ἢ νοῦν,

Ἀθηνᾶνδὲ εἰς φρόνησιν ἢ γῆν ἢ αἰθέρα, Ἥραν δὲ εἰς ἀέρα ἢ βασιλείαν, Ἄρην δὲ εἰς

θυμὸν ἢ πόλεμον καὶ Ἥφαιστον εἰς πῦρ καὶ ἄλλους εἰς ἄλλα· ἀλλὰ πάντα κατὰτὸ

προφερόμενον καὶ προφαινόμενον τοῦ μύθου ἐνόει. εἰ δὲ καὶ τρόπος ποιητικὸς ἡ

ἀλληγορία, ἀλλ' ἐκεῖνος ἀλληγορίαν ῥητορικὴν ἐνόει, τουτέστι σχῆμάτι ῥητορικὸν

ἀλληγορίαν οὕτω καλούμενον, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται.

(ῃ. 47) Ὅτι τὸ «ὃ δ' ἤϊε νυκτὶ ἐοικώς» ἡ μὲν ἀλληγορία ἐπὶ Ἀπόλλωνος ἤγουν

ἡλίου λέγει, ὡς ἐν τῷ καιρῷ τοῦ λοιμοῦ μὴ καθαρῶς ἀκτινοβολοῦντοςμηδὲ φοίβου

ὄντος ταῖς ἀκτῖσι κατὰ τὸ «ἡλίου φοίβῃ φλογί», ὃ δή φησιν Αἰσχύλος, ἀλλὰ διὰ τὴν

παχύτητα τοῦ ἀέρος ἀμυδρὰν καὶ ἀμαυρὰν καὶ ζοφώδη 1.66 κατάστασιν ἔχοντος. ὅτι γὰρ

λοιμώδης νόσος ἦν ἡ τοῦ Ἀπόλλωνος τοξείακατὰ τῶν Ἀχαιῶν καὶ ὅτι τοῦ τοιούτου

κακοῦ αὐτὸς αἴτιος, πάντες οἱ παλαιοίφασι. καὶ οὕτω μὲν ἡ ἀλληγορία. ἡ δὲ ῥητορικὴ

ἐπιβολὴ νυκτὶ ἐοικέναι λέγειτὸν βλοσυρὸν καὶ ἄγριον τὴν ἰδέαν, ὥσπερ αὖ ἥμερον τὸν

μὴ τοιοῦτον, τὸμὲν ἀπὸ τῆς ἡμέρας–πραῢ γάρ τι καὶ εὐπρόσωπον ἡ ἡμέρα–ἐκεῖνο δὲ

ἀπὸτῆς νυκτὸς δυσπροσόπτου οὔσης καὶ διὰ τοῦτο φοβερᾶς. ὅθεν καὶ δειδίαλέγεται

παρὰ τὸ δεδιέναι. διὰ τοῦτο καὶ τὸν Ἕκτορά που νυκτὶ ἐοικέναι τὰὑπώπια λέγει διὰ τὸ

δεινὸν καὶ δυσαντίβλεπτον. [Τοῦ δὲ ἤϊε τὸ θέμα ἐΐω, ἐξοὗ συνῃρημένον τὸ εἴω, περὶ οὗ

ῥηθήσεται καὶ ἐν τοῖς ἑξῆς. ἰστέον δὲ ὅτι τὸ»νυκτὶ ἐοικώς» παραβολικόν τί ἐστιν, ὡς ἐν

τοῖς ἑξῆς ῥηθήσεται, ὅπου κεῖται τὸ»ἠΰτ' ὀμίχλη». δῆλον δὲ τοῦτο ἐκ τοῦ ἐοικώς, ᾧ

σύστοιχον ἡ εἰκὼν ἡ καὶπαραβολή.]

(ῃ. 49) Ὅτι πολλάκις αἱ διάφοροι σημασίαι ἀλλαγὴν ποιοῦνταιτοῦ τόνου, ὥσπερ

ἐπί τε ἄλλων ἔστιν ἰδεῖν καὶ ἐπὶ τοῦ βιός καὶ βίος. βίος μὲν

γὰρ βαρυτόνως ἐπὶ τῆς ἀνθρωπίνης διαγωγῆς ἢ ζωῆς· βιός δὲ ὀξυτόνως τὸτόξον, ὅπερ ἢ

ἀπὸ τῆς βίας γίνεται κατὰ τοὺς παλαιούς, ὅ ἐστι δυνάμεως–βίαςγὰρ χρεία εἰς τὴν τόξου

τάσιν–ἢ παρὰ τὸν βίον. δι' αὐτοῦ γὰρ δοκοῦσιν οἱπαλαιοὶ πορίζεσθαι τὰ εἰς τὸ ζῆν. διὸ

καὶ ἀστείως ὁ σκοτεινὸς Ἡράκλειτοςἔφη, ὡς ἄρα τοῦ βιοῦ ἤτοι τοῦ τόξου τὸ μὲν ὄνομα

βιός, τὸ δὲ ἔργον θάνατος.παρωνόμασται μὲν γὰρ ἐκ τοῦ βίου, ὡς τοῦ ζῆν αἴτιος,

θανατοῖ δὲ τοὺς βληθένταςκαὶ στερίσκει τοῦ ζῆν. [Ἰστέον δὲ ὅτι ἐνταῦθα τὸ «δεινὴ δὲ

κλαγγὴ γένετ'ἀργυρέοιο βιοῖο» ἀνόμοιόν ἐστι πρὸς τὸ «νευρὴ καλὸν ἄεισε χελιδόνι

ἰκέληἄντην». ἐκεῖ γὰρ ἱλαρὰ ἡ κλαγγή. τὸ δέ «ἀργυρέοιο βιοῖο» συντελεῖ εἰς τὸ Φοῖβον

εἶναι τὸν ὡσανεὶ φαόβιον. πάντως γὰρ τοιοῦτος ὁ ἀργυρόβιος ἤτοι λαμπρότοξος.] (ῃ.

48) Ὅτι τὸ ἀπάνευθε τῶν νεῶν καθεσθῆναι τὸν Ἀπόλλωνα καὶ ἐγχειρῆσαι τῇ τοξείᾳ καὶ

πρῶτα μὲν οὐρῆας καὶ κύνας βαλεῖν, εἶτα δὲ καὶ τοῖς ∆αναοῖς βέλος ἐχεπευκὲς

ἐπαφεῖναι, κατὰ μὲν τὴν πιθανότητα τοῦ μυθικοῦπλάσματος ἔργον τοξότου δηλοῖ, ὡς

μὴ δυναμένου τὸ οἰκεῖον ἀνύειν, εἰ μὴἀπάνευθε γενόμενος ἀφήσει βέλη. οὐ γὰρ

ἀγχέμαχος ὁ τοξότης, ἀλλὰ διαστήματος μακροτέρου δέεται τοπικοῦ. ἡ μέντοι

ἀλληγορία τοιαῦτά τινα ἐπὶτούτοις βούλεται λέγουσα, ὅτι τοῦ περὶ Ἕλληνας λοιμοῦ ἡ

μὲν ἱστορία φυσικὸναἴτιον ὑλικὸν δίδωσι, τήν, ὡς εἰκός, φθοροποιὸν μεταβολὴν τοῦ

περιέχοντοςἐξ ἀναθυμιωμένων σηπεδόνων, ἃς ὁ περὶ τὴν Ἴδην τόπος ἀνεδίδου ὑπὸ

ἀνάγοντι 1.67 τῷ Ἀπόλλωνι τουτέστι τῷ ἡλίῳ οὐ μόνον πολυπῖδαξ ὤν, ἀλλὰ καὶ

πολυπόταμοςκατὰ τὴν παλαιὰν ἱστορίαν τήν τε ἄλλην καὶ τὴν Ὁμηρικήν. ὃς δὴ λοιμὸς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

42

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!