18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παραίτησίς ἐστι τοῦ μὴ ὀνειδίζεσθαι. (ῃ. 447 ς.) Ὅτισώφρονος γαμικῆς ὁμιλίας

φραστικὸν τὸ «ἔφη δὴ καὶ ἄρχε λέχοσδε κιών, ἅμαδ' εἵπετ' ἄκοιτις· τὼ μὲν ἂρ ἐν

τρητοῖσι κατεύνασθεν λεχέεσσιν». [ἃ διαστέλλειπάντως ὁ ποιητὴς τῶν χαμαὶ στειπτῶν

φυλλάδων, ἃς οἶδεν ὁ Σοφοκλῆς, καὶτῶν λοιπῶν δὲ τοιούτων στιβάδων, αἷς ἡ

ἐτυμολογία ἐκ τοῦ ἔστιβον δευτέρουἀορίστου. ἐκεῖναι γὰρ λέχη μέν εἰσιν, οὐ τρητὰ δὲ

κατὰ τὰς κλίνας καὶ τοὺς κλισμούς, ταὐτὸν δ' εἰπεῖν, κατὰ τὰ ἀνάκλιντρα.] (ῃ. 449) Ὅτι

θῆρα κατ' ἐξοχὴν 1.683 ἐνταῦθα λέγει τὸν λέοντα ἐν τῷ «ἀν' ὅμιλον ἐφοίτα θηρὶ

ἐοικώς». συντομωτάτηδὲ ἐπίτηδες καὶ ἀνεπεξέργαστος καὶ αὕτη παραβολὴ

συντροχάζοντος οἷον τοῦποιητικοῦ λόγου τῷ Μενελάῳ ἰχνηλατοῦντι τὸν φυγάδα

Πάριν καὶ σπεύδοντι.(ῃ. 449–54) Ἰστέον δέ, ὅτι κακοῦ τινος ἀνδρὸς κρυπτομένου καὶ ἐν

τῷ ψηλαφᾶσθαι μὴ εὑρισκομένου, ὃ δὴ νῦν ἐπὶ Ἀλεξάνδρου γίνεται, καλὸν εἰπεῖν τὸ

«ὁδεῖνα ἀν' ὅμιλον ἐφοίτα, εἴ που ἐσαθρήσειε τὸν δεῖνα, ἀλλ' οὔτις δύνατο δεῖξαιτότε·

οὐ γὰρ φιλότητί γ' ἐκεύθανον, εἴ τις ἴδοιτο· ἶσον γάρ σφιν πᾶσιν ἀπήχθετοκηρὶ

μελαίνῃ», τουτέστιν ἐμισεῖτο ἴσα καὶ θανάτῳ. ἔνθα ὅρα καινὸν πρᾶγμα.ὁ μὲν γὰρ Πάρις

μισεῖται, Ἑλένη δέ, δι' ἣν ἐκεῖνος ἐμισεῖτο, συγγνωμονεῖται.οὕτως ἦν αὐτὴ καλὴ καὶ

τοῦτο ἦν τὸ ἐκπάγλως αὐτὴν ὑπ' Ἀφροδίτηςφιλεῖσθαι. ἴσως δὲ καὶ κολακικῶς αὐτὴ

καθομιλοῦσα τοὺς καιροὺς ἐδημαγώγειτοὺς πολλούς. ὅρα δὲ τὸ κηρί παρισούμενον μὲν

πρὸς τὸ θηρί, λανθάνον δὲ διὰ τὸμὴ ἐγγὺς κεῖσθαι, ἀλλὰ μετὰ στίχους τέσσαρας. καὶ εἶχε

μὲν ὁ ποιητὴς παραθεῖναι ἄμφω κάλλους χάριν, ὤκνησε δὲ διὰ τὸ μὴ καίριον. (ῃ. 453)

Τοῦ δὲἐκεύθανον ἡ ἐκ τοῦ κεύθω παραγωγὴ λόγῳ μὲν πεζῷ ἀσυντελής, δακτυλικῷ

δὲμέτρῳ χρηστή. (ῃ. 456) Ὅτι Ὁμήρου καὶ νῦν εἰπόντος «Τρῶες καὶ ∆άρδανοι» φασὶν οἱ

παλαιοὶ εἰς δύο διῃρῆσθαι τὴν τῶν Τρώων ἀρχὴν ἀπὸ Ἀσσαράκου καὶἼλου ἀνέκαθεν,

ὕστερον δὲ κληθῆναι τὸ μέν τι μέρος ἀπὸ τοῦ ∆αρδάνου, τὸ δ'ἐκ τοῦ Τρωός. ὅτι δὲ οἱ

∆άρδανοι καὶ ∆αρδάνιοι τετρασυλλάβως λέγονται κατὰτὴν κίνησιν τοῦ Αἰτωλός

Αἰτώλιος, ὀρθός ὄρθιος καὶ τῶν ὁμοίων, καὶ ἐν τοῖςἑξῆς που δηλωθήσεται. (ῃ. 457–60)

Ὅτι Ἀγαμέμνων ἀφανοῦς γενομένου, ὡς ἐρρέθη, τοῦ Πάριδος «νίκη μὲν δή», φησί,

«φαίνεται ἀρηϊφίλου Μενελάου,ὑμεῖς δ' Ἀργείην Ἑλένην καὶ κτήμαθ' ἅμ' αὐτῇ ἔκδοτε

καὶ τιμήν», ὅ ἐστι ποινήν, «ἀποτινέμεν, ἥν τιν' ἐπέοικεν», ὡς τῷ Ἀλεξάνδρῳ ἤρεσε,

καθὰ καὶπρογέγραπται. καὶ ἔδει μὲν ἐπὶ τούτοις τοὺς περὶ Ἀλέξανδρον ἀντιθήσειντὰ

αὐτοῦ τοῦ Ἀγαμέμνονος ῥητὰ εἰπόντος· «εἰ μέν κεν Μενέλαον Ἀλέξανδρος καταπέφνῃ»

καὶ τὰ ἑξῆς, καὶ οὕτω γενέσθαι ἀντινομίας δίκην, ὡς προδεδήλωται.ἀλλ' ὁ Πάνδαρος

φθάσας τοξεῦσαι τὸν Μενέλαον, ὡς μετ' ὀλίγα φανεῖται,συγχέει τὰ πράγματα οὕτω τοῦ

Ὁμήρου διασκευάσαντος, ἵνα μή, ἐν οἷς οὐ δέονἐστί, δικανικὰ παρενείρῃ καὶ ἀνειμένην

τὴν ποίησιν ἀπεργάσηται καὶ χαλάσῃτὸ σύντονον. (ῃ. 457) [Ἔστι δὲ τὸ φαίνεται οὐ

διστακτικόν, ὡς ἀντὶ τοῦ ἔοικεν,ἀλλὰ μάλιστα βεβαίωσιν δηλοῖ, εἰλημμένον ἀντὶ τοῦ

φανερόν ἐστι καὶ ἐκφανές. 1.684 τοιοῦτον καὶ ἐν Ὀδυσσείᾳ τὸ «τὰ ὑμέτερα ἀεικέα ἔργα

φαίνεται».] (ῃ. 458) Σημείωσαι δέ, ὅτι τὸν μὲν Μενέλαον πολλάκις ἀρηΐφιλον εἶπεν ὁ

ποιητὴς διά τε τοῦἝκτορος καὶ τοῦ Πριάμου καὶ ἄλλων, τὸν δὲ Ἀλέξανδρον οὐδαμοῦ,

ἀλλὰ μόνον θεοειδῆ, τὴν δὲ Ἑλένην Ἀργείαν λέγει, ὡς εἴ τις εἴπῃ Πελοποννησίαν.

Ἄργος γὰρ καὶ ἡ ὅλη Πελοπόννησος, ὡς πολλαχοῦ δεδήλωται. οὕτω δὲ καὶ τὴνἭραν ἐν

τοῖς ἑξῆς λέγει. (ῃ. 459) Τὸ δὲ ἔκδοτε ταὐτόν ἐστι τῷ ἀπόδοτε, ἤγουνχρεωστικῶς δότε.

τοιοῦτον γὰρ κυρίως τὸ ἀποδοῦναι. ὅρα δὲ καί, ὡς τὸἀποτινέμεν ἐπενεχθὲν μετὰ

πληθυντικόν, τὸ ἀπόδοτε, δείκνυσι φανερῶςταὐτίζεσθαί ποτε τοῖς προστακτικοῖς τὰ

ἀπαρέμφατα. τὸ γὰρ ἀποτινέμεν ταὐτόνἐστι τῷ ἀποτίνετε. τοῦτο δὲ καὶ τρόπος

ἐτυμολογίας ἐστίν, ὡς καὶ προεδηλώθη.ἀπὸ γὰρ τοῦ τίνειν ἡ ῥηθεῖσα τιμὴ γίνεται. 1.685

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

419

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!