18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Ἀλέξανδρος δὲ σὺν θεοῖς. καὶ μὴν ἔχει καὶ αὐτὸς ἀκοῦσαί ποθεν τό· σὺνθεοῖς μάχου καὶ

αὐτὸς καὶ μὴ φεῦγε, καθ' ὁμοιότητα τοῦ «σὺν Ἀθηνᾷ καὶ τὴνχεῖρα κίνει». δύναται δὲ τὸ

ῥηθὲν φρασθὲν ἑνικῶς εὐσεβῶς ἔχειν, οἷον· «παρὰγὰρ θεός ἐστι καὶ ἡμῖν». τὸ δὲ ὅλον

παραμυθητικὸν ἔσται ποτὲ ἡττημένουτινός, διὰ παρῳδίας· οἷον «νῦν μὲν ὁ δεῖνα

ἐνίκησε, κεῖνον δ' αὖτις ἐγώ, παρὰγὰρ θεός ἐστι καὶ ἐμοί». (ῃ. 441) Τὸ δὲ τραπείομεν ἢ

ἀντὶ τοῦ μεταβληθῶμεν, 1.681 μετατραπῶμεν ἐκ μίσους τοῦ νῦν εἰς φιλίαν, ὡς ἀπὸ τοῦ

τρέπω, ἢ μᾶλλον ἀπὸτοῦ τέρπω, ἀντὶ τοῦ τερφθῶμεν, ἡδυνθῶμεν τῇ φιλότητι, ὃ

διασαφῶν ἐπάγει τὸεὐνηθέντες πρὸς διαστολὴν ἑτεροίας φιλότητος. τὸ δ' αὐτὸ καὶ μετ'

ὀλίγασαφέστερον φράζει ἐν τῷ «ἐμίγην φιλότητι καὶ εὐνῇ». (ῃ. 442) Τὸ δέ «οὐγάρ πώ

ποτέ με ὧδε ἔρως φρένας ἀμφεκάλυψε» παραφράζων ἑτέρωθι διὰ τοῦ ∆ιὸς ὁ ποιητής

φησιν· «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως θυμὸν ἐνὶ στήθεσσιπεριπροχυθεὶς ἐδάμασσεν».

ἄδηλον δ' ἐνταῦθα, εἴτε διὰ τοῦ ˉο μικροῦ γράφεταιὁ ἔρος Αἰολικῶς, ὡς ἐν τοῖς μετὰ

ταῦτά που κεῖται παρὰ τῷ ποιητῇ, εἴτε καὶ διὰτοῦ ˉω μεγάλου Ἀττικῶς, [εἴπερ γράφεται

«ὧδε ἔρως φρένας ἀμφεκάλυψε». εἰδὲ γράφεται κατά τινας «ὧδε φρένας ἔρος

ἀμφεκάλυψεν», ἡ τοιαύτη γραφὴσμικρύνει τὸ ἔρος, οὗ αἰτιατικὴ τὸν ἔρον.] Τὸ δὲ

ἀμφεκάλυψεν ἢ πρὸς νέφουςεἴρηται ὁμοιότητα, καθὸ καὶ ὁ ἔρως τὸν τῆς ψυχῆς ἥλιον

ζοφοῖ, ἢ ἐκ δικτύωνμετῆκται, ἃ καταπετασθέντα καλύπτει τὰ ἁλισκόμενα, ἢ καὶ ἄλλως

ἁπλῶςμετηνέχθη ἐκ τῶν ὁπωσοῦν κρυπτόντων τὸ καλυπτόμενον ἢ καὶ

ἀφανιζόντωντέλεον. (ῃ. 444) Τὸ δέ «ἔπλεον ἁρπάξας» παράκλησίς ἐστιν εἰς

φιλότητα,εἴγε δι' αὐτὴν καὶ πλοῦ κίνδυνον ὑπέστη καὶ ἁρπαγὴν ἐτόλμησε. Τὸ δέ

«ἐνποντοπόροισι νέεσσιν» οὐ περιττῶς κεῖται, ἀλλὰ δοκεῖ διαστολὴν ἔχειν τοῦ

μετὰἁλιάδων ἢ σχεδιῶν πλέειν. (ῃ. 445) Ὅρα δὲ καί, ὅτι κατὰ τὴν Ὁμηρικὴν ἱστορίαν

οὐκ ἐν Σπάρτῃ τὴν ἀρχὴν ἐμίγη Ἀλέξανδρος τῇ Ἑλένῃ σπεύδων, ἵνα μὴ καταφανὴς

γένηται, ἀλλ' ἐν κραναῇ νήσῳ. ἄδηλον δέ φασιν, εἴτε κύριοντῆς νήσου τὸ ὄνομα διὰ τὸ

κρανθῆναι ἤτοι τελειωθῆναι ἐπ' αὐτῆς τὸν γάμον,εἴτε τραχεία ἐπιθετικῶς εἴρηται. τινὲς

δὲ νοοῦσι τὰ Κύθηρα, νῆσον Ἀφροδίτηςἱεράν, οἱ δὲ τὴν λεγομένην νῆσον Ἑλένην, πρὸς

τῇ Ἀττικῇ οὖσαν, ἐγγυτάτω τῆς Κέω κατὰ τὸν Γεωγράφον, ἀπὸ τῆς Ἑλένης ὁμωνύμως

κληθεῖσαν, διότιταύτης πρῶτον ἐπέβη ὅτε ἡρπάγη. ἔστι δὲ περιμήκης ὅσον ἑξήκοντα

σταδίους.(ῃ. 446) Τὸ δὲ ἔραμαι χρηστόν ἐστι καὶ Ἀττικοῖς, ὡς ἀπὸ τοῦ ἐράω ἐρῶ, καὶ

1.682 οὐκ ἄν τις ῥᾷον δείξῃ, ὅτι κατὰ τὸ ἵσταμαι γίνεται. Τὸ δέ «καί με γλυκὺς

ἵμεροςαἱρεῖ» περιφραστικόν ἐστι τοῦ ἔραμαι, ὡς καὶ ἀνωτέρω τὸ παύεσθαι περιεφράσθη

διὰ τοῦ «μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον πόλεμον πολεμίζειν». ὁ δὲγλυκὺς ἵμερος εἴη ἂν

καὶ δριμὺς κατὰ πολυωνυμίαν ῥητόρων, παρ' οἷς ἡδριμύτης ἐπίτασίς ἐστι γλυκύτητος.

ἴσως δὲ καὶ διαστολὴν ἡ λέξις δηλοῖἑτεροίου ἱμέρου μὴ γλυκέος. [πρὸς δὲ ταῦτα

ἑτεροιοῦσθαι δοκεῖ παρά τινοςῥηθὲν μεγάλου σοφοῦ τὸ «τὰς κόρας ἀλγηδόνας

ὀφθαλμῶν εἶναι», ὃ καὶ ὑπ' εὐθύνην πίπτει. πῶς γὰρ ἀλγυνοῦσιν ὀφθαλμοὺς αἱ γλυκὺν

ἐμποιοῦσαι ἵμερον διὰὁράσεως;] Τὸ δὲ αἱρεῖ λέξις θηρατική, ἀκόλουθος τῷ

ἀμφεκάλυψεν, ἵνα λέγῃ, ὡςὁ ἔρως τοῖς κατ' αὐτὸν δικτύοις ἀμφικαλύψας εἷλε με,

γλυκέως μέντοι. Ἰστέονδέ, ὅτι ὁ σχηματισμὸς τοῦ «οὐ γάρ πώ ποτέ με ὧδε ἔρως ἔσχε»

κεῖταί που, ὡςεἴρηται, καὶ ἐν τοῖς ἑξῆς, ἔνθα καὶ τὸ «ὥς σεο νῦν ἔραμαι» καὶ ἑξῆς,

ἀπαραποίητον ὅλον κεῖται, [καὶ ὅτι τὸ «οὐ γὰρ πώποτε» δύναταί τις φράσαι καὶ»οὐ

γάρπω ποτέ» λόγῳ ἐγκλίσεως. διόπερ εὐλόγως προπαροξύνεται τὸ πώποτε,καθὰ καὶ

ἀλλαχοῦ δηλοῦται.] Καὶ ὅτι τῶν ἀνωτέρω γεγραμμένων τὸ μέν «ἀλλ'ἴθι νῦν

προκάλεσσαι τὸν δεῖνα ἐξαῦτις» καὶ ἑξῆς, παρῳδηθήσεταί ποτε εἰςμαχητὴν ἀλόγιστον

καὶ ἐφ' οἷς οὐ χρὴ φίλεριν. (ῃ. 438) Τὸ δέ «μή με χαλεποῖσινὀνείδεσι θυμὸν ἔνιπτε»

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

418

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!