18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἐρατεινῆς ἔπλεον ἁρπάξας ἐν ποντοπόροισι νέεσσι,νήσῳ δ' ἐν Κραναῇ ἐμίγην φιλότητι

καὶ εὐνῇ, ὥς σεο νῦν ἔραμαι καί με γλυκὺςἵμερος αἱρεῖ». καὶ ὅρα, ὡς ὁ ποιητὴς

εὐμεθόδως παρέρριψεν ἐνταῦθα τὴν τοῦ Τρωϊκοῦ καταρκτικὴν πολέμου αἰτίαν, ἤγουν

τὴν ἐξ ἔρωτος ὑπερβολικοῦ ἁρπαγὴν τῆς Ἑλένης. (ῃ. 427) Ἰστέον δέ, ὡς ἡ Ἑλένη κλίνει

τοὺς ὀφθαλμοὺςπάλιν, ὡς εἴρηται, οὐ μόνον ἀκκιζομένη ἢ θυμουμένη, ἀλλὰ καὶ

ἐκκλίνουσα τὸνἐξ ἐκείνου ἔρωτα. οἶδε γὰρ ἐκ τοῦ ὁρᾶν τίκτεσθαι τὸ ἐρᾶν. διὸ καὶ

Εὐριπίδηςφησίν· «Ἔρως, ὃς κατ' ὀμμάτων στάζεις πόθον». ὅθεν καλῶς ἂν ῥέειν

λέγοιτοἐς ψυχὴν ἐκεῖθεν καθά τις ὕστερον ῥήτωρ ἔφρασεν. Ἔστι δὲ ὄσσε πάλιν

κλίνειντὸ ἀποστρέφειν καὶ ὡς οἷον εἰπεῖν στραβίζειν. ἐπεὶ καὶ ἐκ τοῦ στρέφειν

γίνεταικαὶ ὁ στρεβλός καὶ ὁ στραβός κατὰ τὴν καὶ ἀλλαχοῦ κειμένην συγγένειαντοῦ ˉβ

καὶ τοῦ ˉφ. Τὸ δὲ ὄσσε ὅτι διφορεῖται κατὰ γένος, προδεδήλωται. νικᾷ δὲἀρσενικοῦ

εἶναι ἀπό τε τῆς πληθυντικῆς γενικῆς, ἣ καὶ παρ' Εὐριπίδῃ κεῖταιἐν τῷ «δι' ὄσσων ὄμμ'

ἔχω δακρυρροοῦν», ἔνθα καὶ ζήτει διαφορὰν ὄσσων καὶὄμματος, καὶ ἀπὸ τῆς δοτικῆς

τῶν πληθυντικῶν. οὔτε γὰρ ἐκεῖνο ὀσσέωνὀσσῶν, ὡς βελέων βελῶν, οὔτε τοῦτο

ὄσσεσιν ὡς βέλεσιν, ἀλλὰ ὄσσοις καὶὄσσοισιν, ὡς ὄζοις καὶ ὄζοισιν. οὕτω δὲ διφορεῖται

σὺν ἄλλοις καὶ τὸ ὄνειδος.ἔστι γὰρ καὶ ὁ ὄνειδος. τοιοῦτον καὶ τὸ ὁ σκότος καὶ τὸ σκότος

καὶ ὁ ὄχος, [ἐξοὗ παρὰ Σοφοκλεῖ τὸ «Βαρκαίοις ὄχοις» καὶ παρ' Ὁμήρῳ τὸ ὄχεα ἐκ τοῦ

τὸὄχος, οὗ, φασί, καὶ δοτικὴ τῷ ὄχει. τῶν διφορουμένων δὲ καὶ ὁ ἔλεος καὶ τὸ

ἔλεος,κατὰ δέ τινας καὶ ὁ θρῆνος καὶ τὸ θρῆνος.] (ῃ. 428) Τὸ δέ «ἤλυθες ἐκ

πολέμου»καλὸν μὲν καὶ εἴπερ ἐρωτᾶται, κάλλιον δέ ἐστιν ἀποφαντικῶς ἀναγνωσθέν,

ὡςοἷα βαρυνομένης τῆς γυναικός, εἰ σέσωσται ὁ κακός. (ῃ. 430) [Ἡ δὲ τοῦ Πάριδος

ἀλαζονεία κατὰ τὸ εἰκὸς ἐνταῦθα ἱστόρηται. οὐ γὰρ ἀπίθανον αὐχεῖνκατὰ Μενελάου

τὸν Πάριν, ὡς ἂν ὑπὸ Ἑλένης φιλοῖτο.] (ῃ. 431) Τὸ δέ «σῇ τεβίῃ» πρὸς διαστολὴν εἴρηται

τῆς ἑτέρωθεν δυνάμεως. διὸ καὶ ἐν τῷ χερσὶ καὶἔγχεϊ προσυπακουστέον τὸ σαῖς καὶ τὸ

σῇ, ὡς τοῦ Πάριδος οἰκείαις μὲνχερσὶ καὶ οἰκείῳ ἔγχεϊ μὴ φερτέρου ὄντος, εἴγε ἀντίβιον

μάχεται, δι' ἀλλοτρίων 1.680 μέντοι ὑπερφέροντος. (ῃ. 434) Ξανθὸν δὲ τὸν Μενέλαον ἡ

Ἑλένη λέγειπαραλαλοῦσα ὡς οὐ μόνον ἀρηΐφιλός ἐστιν, ἀλλὰ καὶ καλὸς οὐδὲν

ἧττονἈλεξάνδρου. ἔπαινος δὲ κόμης παρὰ τοῖς παλαιοῖς τὸ ξανθόν. διὸ καὶ

ἡλιώδηςκόμη καὶ ἡλιῶσα ἡ τοιαύτη καὶ χρυσέα δέ, καὶ ὁ ταύτην ἔχων χρυσεοκόμας. ἡδέ

γε κωμῳδία ἔστρεψεν ἄλλως τοῦτο. Πυρρίαι γοῦν ἐξ ὀρθοῦ οἱ δοῦλοι παρὰτοῖς

Κωμικοῖς, ὡς τοιοῦτοι μάλιστα ὄντες. οὕτω δὲ καὶ Ξανθίαι οἱ αὐτοί. Ποσειδῶνα δὲ

κοσμεῖ τὸ τῆς χαίτης κυάνεον, καί που καὶ τὸν ∆ία, ᾧ καὶ τὰςτῆς κεφαλῆς τρίχας ὡς καὶ

τὰ κατὰ τὴν ὀφρῦν κυανέας εἶναι εἰκός. (ῃ. 435) Τὸ δέ «πόλεμον πολεμίζειν» Ἀττικῶς

ἔχει συμπαρακείμενον τῷ ῥήματι τὸ ἐξ αὐτοῦ ὄνομα. (ῃ. 436) Ἀφραδέως δέ, ὅ ἐστι

κακοβούλως, τὸν Πάρινμάχεσθαι ἡ γυνὴ λέγει ὡς ἀντίβιον πολεμίζοντα δέον ὂν ἄλλως

πολεμεῖν αὐτὸνκαὶ μὴ κατ' ἀντιπρόσωπον. (ῃ. 438) Τὸ δέ «θυμὸν ἔνιπτε» παρελκόντως

ἔχειτὸ θυμόν, οἷα καὶ χωρὶς αὐτοῦ ἐντελῶς ἐχούσης τῆς ἐννοίας, ὡς δηλοῖ καὶἀνωτέρω

ῥηθὲν τὸ «πόσιν δ' ἠνίπαπεν», ἤγουν ἐπέπληξε, «μύθῳ». ἔνθα πάλινπαρέλκει τὸ μύθῳ,

εἴπερ αὐτόχρημα ἐνίπτειν ἐστὶ τὸ ἔπεσιν ἐπιπλήττειν. καὶἄλλως δὲ εἰπεῖν, τὸ «μή με

θυμὸν ἔνιπτε» ὅμοιόν ἐστι τῷ «τί δέ σε θυμὸν ἵκετοπένθος» καὶ τοῖς ὁμοίοις, περὶ ὧν

προείρηται. (ῃ. 440) Ἐν δὲ τῷ «κεῖνον δ'αὖτις ἐγώ» κατὰ κοινοῦ νοεῖται τὸ νικήσω,

σιγηθὲν ἴσως ὑπὸ τοῦ Πάριδος,ἵνα μὴ γελοῖος τῇ ἐρωμένῃ δόξῃ, ὡς τὸ μὲν ἐνεστὼς

προέμενος, εἰς δὲ τὸ μέλλονθαρρῶν, ὅπερ ἴσον ἀπραξίᾳ λέγεται. παραμυθία δὲ ὅμως τοῦ

τοιούτου λόγου τὸ»παρὰ γὰρ θεοί εἰσι καὶ ἡμῖν», ὡς μὴ ἀδύνατον ὂν νικῆσαι καὶ αὐτὸν

κατὰ τὸν Μενέλαον ἢ καὶ πλέον ἐκείνου, εἴγε Μενέλαος μὲν ἐνίκησε σὺν Ἀθήνῃ τῇ μιᾷ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

417

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!