18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ποιητικὰ δὲ καὶ ἄμφω καὶ δηλοῦσι τὸπαρέχειν καὶ εὐτρεπίζειν, ὡς ἀπὸ τοῦ πόρω πόρσω.

(ῃ. 408) Οὕτω δὲ ποιητικὸνκαὶ τὸ ὀΐζυε ἀπὸ τοῦ ὀϊζύω, ἐξ οὗ ὁ ὀϊζυρός, [ὡς ὁ ἰσχυρὸς ἐκ

τοῦ ἰσχύω.] Σημείωσαι δὲ τὰ τῆς Ἑλένης κομματικῶς λαληθέντα διὰ θυμόν, ὃς ἐγκόπτει

τὸν ἐν λόγοις τόνον ὡς τὰ πολλά. τοιαύτη δέ τις καὶ ἡ πρὸς αὐτὴν ἀπειλὴ

τῆςἈφροδίτης. (ῃ. 419) Ὅτι τὸ «κατασχομένη ἑανῷ ἀργῆτι φαεινῷ», περὶ ὧν

προδεδήλωται, ἀνάπαλιν ἔχει πρὸς τὸ ἀνασχομένη, ὃ δηλοῖ τὸ ἀνατείνασα. εἴηδ' ἂν

κατασχέσθαι ἑανῷ τὸ προκαλύψασθαι τὴν παρειὰν κατὰ τὴν ἐν Ὀδυσσείᾳ Πηνελόπην

σχομένην ἄντα παρειάων κρήδεμνα, ἵνα ὥσπερ τὸ ἀνασχεῖν ἥλιονἀντίκειται πρὸς τὸ

κατασχεῖν, οὕτω καὶ τὸ ἀνασχέσθαι κρήδεμνον ἐπὶ ἀνακαλύψει καὶ οἷον ἀναλάμψει

προσώπου ἀντικειμένως ἔχοι πρὸς τὸ κατασχέσθαι,ἤγουν ὡς ὑπὸ ζόφῳ κρύψαι. (ῃ. 422)

Ὅτι σπουδὴν δουλίδων δηλοῖ τὸ «ἀμφίπολοι μὲν ἔπειτα θοῶς ἐπὶ ἔργα τράποντο». (ῃ.

426) Ὅτι καθάπερ κόρη Βρισῆος ἡ ἁπλῶς θυγάτηρ, οὕτω κἀνταῦθα Ἑλένη κούρη ∆ιὸς

αἰγιόχοιο. τοῦτο δὲ πρὸ ὀλίγων ἄλλως ἔφρασεν εἰπών· «Ἑλένη ∆ιὸς ἐκγεγαυῖα». (ῃ.

1.678 428 σς.) Ὅτι Ἑλένη μὲν πρὸς Ἀλέξανδρον «ἤλυθες», φησίν, «ἐκ πολέμου» καὶτὰ

ἑξῆς, ἠθικῶς πάνυ πάντα εἰποῦσα. ὁ δὲ οὐ μόνον ψευδῶς ἀπολογεῖται, οἷαψεύστης καὶ

αὐτὸς κατὰ τοὺς ἀδελφούς, εἰπών, ὅτι σὺν Ἀθηνᾷ ἐνίκησεν ὁ Μενέλαος, –μάλιστα γὰρ

αὐτὸς σὺν Ἀφροδίτῃ σέσωσται–ἀλλὰ καὶ ἀσέμνως ἐμβλέπει αὐτῇ, ὅτε καὶ

κατακαλύπτεσθαι ἔδει. μαχλότατος γὰρ ὁ ἀνήρ,ὅσγε καὶ ἐρᾶν αὐτῆς ἄρτι λέγει, ὡς οὐδέ,

ὅτε τὴν ἀρχὴν ἐκ Λακεδαίμονος αὐτὴνἥρπασεν. αἴτιον δέ, ὅτι ὡς ἤδη νικηθεὶς

καραδοκεῖ στερήσεσθαι αὐτῆς. πολὺςοὖν ὁ ἔρως αὐτῷ ὥσπερ ἐν καταρχῇ τοῦ ἔχειν, ὅτε

δηλαδὴ ἦν δεδοικώς, μὴ καταληφθεὶς ἀφαιρεθῇ τὴν Ἑλένην, οὕτω καὶ ἐν τῷ μέλλειν

ἄρτι, ὡς δοκεῖ, αὐτὴνἀφαιρεῖσθαι. [Καὶ νῦν μὲν ὁ Πάρις οὕτως οὐ φιλεῖ ἀλλά, καθά τις

ἔφη, ἐρωμανίανπάσχει Ἀφροδίτης ἐρεθιζούσης τῷ κεστῷ ἴσως, ὃν μυθικῶς ἐφόρει. ἐν

τοῖςἑξῆς δέ που καὶ ὁ Ζεὺς ὁμοίῳ ἔρωτι μυωπίζεται ἐπὶ τῇ γυναικὶ Ἥρᾳ διὰ τὸναὐτὸν

κεστόν. Καιρικὰ δὲ ἄμφω ταῦτα πάθη ἐπί τε τῷ ∆ιῒ ἐπί τε τῷ Πάριδι.ὁ δὲ παρά γε τῷ

Ἡροδότῳ Κανδαύλης διὰ βίου ἤρα τῆς οἰκείας γυναικός,οὐκ εὐκραῶς φιλῶν, ἀλλ'

ἐμπιπράμενος πυρὶ ἔρωτος, ἕως ὁ ἔρως ἀπέσβη, ὡςοὐκ ἂν ἐκεῖνος ἤθελε.] Σημείωσαι δὲ

καί, ὅτι πολυειδὴς ἐνταῦθα ἡ τῆς Ἑλένηςὁμιλία. καὶ γὰρ καὶ διαθρύπτεται ὄσσε πάλιν

κλίνασα, ἤγουν ἔμπαλιν στρέψασα,καὶ ἐπαρᾶται τῷ ἀνδρὶ ὡς ὀφείλοντι ὀλέσθαι καὶ

χαλεπῶς ὀνειδίζει καὶ σκώπτειὡς ἀλαζονικόν, εἴ γε καυχώμενος πρὶν Μενελάου

κρείττων εἶναι, εἶτα νῦνσυμμίξας ἔφυγεν ἀπαλλάξας κακῶς. καὶ σεμνύνει δὲ τὸν

πρότερον ἄνδρακρατερὸν καλοῦσα καὶ ξανθὸν καὶ ἀρηΐφιλον, ὅπερ καὶ ὁ Ζεὺς μετὰ

ταῦταὀνομάσει αὐτόν, καὶ κατὰ πάντα προφερέστερον Ἀλεξάνδρου. προσποιεῖται δὲκαὶ

κήδεσθαι αὐτοῦ κολακευτικώτερον, διὰ φόβον δηλαδή, ἐν οἷς φησιν·»ἀλλά σε κέλομαι

παύσεσθαι», πικρῶς λαλοῦσα, οἷς τε ὑποβιβάζει τὸν Πάριν τῷ Μενελάῳ καὶ οἷς

ἀφραδέως αὐτὸν λέγει μάχεσθαι. ἔστι δ' ἐν τούτοις ἡ ὅληὉμηρικὴ φράσις τοιαύτη· (ῃ.

428–36) «Ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ' ὀλέσθαι ἀνδρὶ δαμεὶς κρατερῷ, ὃς ἐμὸς

πρότερον πόσις ἦεν. ἦ μὲν δὴ πρίνγ' εὔχεο ἀρηϊφίλου Μενελάου σῇ τε βίῃ καὶ χερσὶ καὶ

ἔγχεϊ φέρτερος εἶναι·ἀλλ' ἴθι νῦν προκάλεσσαι ἀρηΐφιλον Μενέλαον ἐξαῦτις

μαχέσασθαι ἐναντίον.ἀλλά σ' ἔγωγε παύεσθαι κέλομαι μηδὲ ξανθῷ Μενελάῳ ἀντίβιον

πόλεμον πολεμίζειν ἠδὲ μάχεσθαι ἀφραδέως, μή πως τάχ' ὑπ' αὐτοῦ δουρὶ δαμείης».

καὶοὕτω μὲν ἡ Ἑλένη. (ῃ. 437–46) Ὁ δὲ Πάρις εἰπών· «μή με γύναι χαλεποῖσιν ὀνείδεσι

θυμὸν ἔνιπτε» ἐπάγει· «νῦν μὲν γὰρ Μενέλαος ἐνίκησε σὺν Ἀθήνῃ,κεῖνον δ' αὖτις ἐγώ·

πάρα γὰρ θεοί εἰσι καὶ ἡμῖν. ἀλλ' ἄγε δὴ φιλότητι τραπείομεν εὐνηθέντες· οὐ γὰρ πώ

ποτέ μ' ὧδε φρένας ἔρος ἀμφεκάλυψεν, οὐδ' ὅτε σε 1.679 πρῶτον Λακεδαίμονος ἐξ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

416

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!