Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

εἰςἐνδύσεως μεταχείρισιν, [ὡς δηλοῖ καὶ τὸ τῆς ἐρέας καλόν.] (ῃ. 390) Ὅτι τὸ»βάσκ' ἴθι» ἐνταῦθα «δεῦρ' ἴθι» λέγει ὁ ποιητὴς εἰπών· «δεῦρ' ἴθι, Ἀλέξανδρόςσε καλεῖ». (ῃ. 391 ς.) Ὅτι τὸ «κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι,κάλλεΐ τε στίλβων καὶ εἵμασι» νυμφίῳ ἢ ἄλλως τρυφῶντι ἀνδρὶ ἐπιλεχθήσεται. ∆ινωτοῖς δὲ λέγει τοῖς τορνωτοῖς. δῖνος γὰρ ὁ τόρνος, ἐξ οὗ μεταφορικῶς καὶοὐρανοῦ δῖνος παρὰ τῷ Κωμικῷ. ὅτι δὲ διχῶς λέγεται καὶ δινῶ δινήσω καὶ δινῶδινώσω, πρὸ ὀλίγων δεδήλωται. (ῃ. 392–4) Τὸ δὲ ἑξῆς «οὐδ' ἂν εἴποις ἀνδρὶμαχεσσάμενον τόνδ' ἐλθεῖν, ἀλλὰ χορόνδε ἔρχεσθαι, ἠὲ χοροῖο νέον λήξαντακαθίζειν» παρῳδηθήσεται μὲν καὶ αὐτὸ εἰς ἄνδρα τρυφῇ κάτοχον. κωμῳδεῖ δὲτέως τὸν τρυφερὸν Ἀλέξανδρον, ὃς οὐ λυπεῖται ὡς ἡττημένος, ἀλλὰ ἐρᾷ ὡςχορευτής, μικρόν τι τάχα ἐνιδρώσας τῇ μάχῃ ὡς καὶ ὁ χορευτὴς τῷ χορῷ,ἔνθα πρέπον ἐστίν, ὡς εἰκός, καὶ τὸ στίλβειν κάλλεϊ καὶ εἵμασι. τοιοῦτοι δὲ καὶοἱ λοιποὶ ῥηθήσονταί που Πριαμίδαι· «ψεῦσταί τ' ὀρχησταί τε χοροτυπίαιςἄριστοι». ἔνθα ὅρα τὸ ψεῦσται ταὐτὸν ὂν τῷ ἠπεροπευταί, ὁποῖος πρὸ τούτουἐρρέθη Ἀλέξανδρος. [Χορὸς δὲ νῦν οὔτε τὸ χορευτικὸν πλῆθος, οὐδὲ μὴν ὁὑποκείμενος τοῖς τοιούτοις τόπος κατὰ τὸ «πέπληγον δὲ χορὸν θεῖον ποσίν»,ἀλλὰ μάλιστα τὸ κατὰ τοὺς τοιούτους χοροὺς ἔργον, ὅπερ ἐστὶ τὸ χορεύειν.] Σημείωσαι δὲ καὶ νῦν τὸ καθίζειν ἀντὶ τοῦ καθέζεσθαι ληφθέν, ὡς καὶ μετ'ὀλίγα ἐν τῷ «ἔνθα κάθιζεν Ἑλένη», ἀντὶ τοῦ ἐκάθητο. ὥστε καὶ αὐτοπαθὲς ῥῆμαἐστί ποτε, ὡς καὶ προείρηται, τὸ καθίζειν καὶ οὐκ ἀναγκαίως ἀεὶ δηλοῖ τὴνεἰς ἄλλον ἐνέργειαν, οἷον ἐκάθισεν ὁ δεῖνα ἐπὶ θρόνου βασιλικοῦ τὸν δεῖνα, καὶὡς ὁ ποιητὴς πρὸ μικροῦ ἔφη «ἄλλους μὲν κάθισον». [Ἰστέον δέ, ὅτι τὰ ὑπὸ τῆςμαστροποῦ Ἀφροδίτης, ὡς ἐρρέθη, λαληθέντα τῇ Ἑλένῃ οὐ μόνον εὐοδοῦσι τὴν μετ' ὀλίγα κεισομένην φιλοτήσιον εὐνὴν τοῦ Πάριδος ὡς κάλλεϊ στίλβοντος καὶτῆς Ἑλένης, ἀλλὰ καὶ τῇ μυθικῇ ἁρπαγῇ τοῦ Πάριδος ἐκ μέσου μονομαχίουοἰκειοῦνται. ἡ γὰρ θείως ἁρπάξασα εἶχε δῆθεν διαθέσθαι τὸν Πάριν καλὸν καὶλαμπρόν, ὡς εἰ καὶ ἐκ πανηγύρεως ἐπανῆλθεν.] (ῃ. 396 ς.) Ὅτι τὸ «περικαλλέα 1.675 δειρὴν στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα» περὶ Ἀφροδίτης μὲνλέγεται, ἔστι δὲ καὶ ἁπλῶς γυναικὸς καλῆς ἔπαινος. κεκαλλώπισται δὲ τὸ ῥητὸνἐπίτηδες παρίσοις τρισίν, ὡς πανηγυρικόν. (ῃ. 399) Ὅτι ψεκτικὸν ἀπατητικῆςγυναικὸς τὸ «δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;» Ἑλένη δὲ τοῦτο πρὸςτὴν μυθικὴν Ἀφροδίτην λαλεῖ μαστροπεύουσαν αὐτῇ χάριν Ἀλεξάνδρου. ἔνθα δηλοῖ ὁ ποιητὴς καί, ὡς ἠδύνατό τις πλάσαι τὴν Ἑλένην, ὥσπερ εἰς Τροίαν, οὕτω καὶ ἀλλαχοῦ ἐκεῖθεν ἁρπαγεῖσαν ἢ ἀπαχθεῖσαν. (ῃ. 400 ς.)Ἐπάγει γὰρ ἡ Ἑλένη· «ἦ πῇ με προτέρων», ἤτοι τῶν προσωτέρω, «πολίων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς που κἀκεῖθι» καὶ ἑξῆς. [Ἰστέον δέ,ὅτι γράφεται καὶ «ἦ πῇ με προτέρω», δίχα τοῦ νῦ, καὶ δηλοῖ τὸ πορρωτέρω πουτῶν Φρυγιακῶν πόλεων.] (ῃ. 401) Φρυγίας δὲ μέμνηται κἀνταῦθα τῆς πορρωτέρω καὶ μεγάλης, οὐ μὴν τῆς μικρᾶς, περὶ ἣν καὶ ἡ Τροία, ἡ τὴν Ἑλένην ἄρτιἔχουσα. Μῃονίην δὲ καὶ νῦν τὴν Λυδίαν λέγει, ἡ δ' αὐτὴ καὶ Μαιονία ἐλέγετοἀπό τινος Μαίονος ἢ Μῄονος, ὡς καὶ ἐν τῷ Καταλόγῳ ἐρρέθη. ἐρατεινὴν δέφησιν αὐτὴν διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ καὶ ὁ Περιηγητὴς ἱστορεῖ. καὶ τὴν Λακεδαίμονα δὲ μετ' ὀλίγα ἐρατεινὴν ὁ Πάρις ἐρεῖ, οὐ μόνον διότι εὐδαίμων ἡ Λακεδαίμων, ὡς προείρηται, ἀλλὰ καὶ διότι τὴν ἀξιέραστον Ἑλένην ἤνεγκεν. (ῃ. 402) Ὅτι φανερῶς ἐνταῦθα τὸ φίλος ὁ ποιητὴς οὐ συγγενικῶςἀλλὰ κατὰ κοινὴν συνήθειαν λέγει ἐν τῷ «εἴ τίς τοι κἀκεῖ φίλος μερόπωνἀνθρώπων», ἤγουν ἐὰν καὶ ἐκεῖ, ὦ Ἀφροδίτη, φιλητῶς ἔχῃς τινὶ Φρυγὶ ἢ Μῄονι, ὡς ἐνταῦθα τῷ Τρωῒ Ἀλεξάνδρῳ. ἑαυτὴν δέ πως ἐν τούτοις ἡ Ἑλένηἐπαινεῖ ὡς λαμπρὰν καὶ ἀξιέραστον, ἐὰν οὕτως αὐτὴν ἡ Ἀφροδίτη τοῖς φιλουμένοις διαπέμπηται, ὡς λόγου δηλονότι ἀξίαν δωρεάν. σεμνῶς δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 414

καὶ μαστροπείαν τῆς Ἀφροδίτης καταλαλεῖ. (ῃ. 413–7) Ἐκείνη δὲ ἀντιλαλεῖ, ὅπερ καὶ πᾶς ἂν εἴπῃ παρῳδήσας ὁ μεσιτεύσας μὲν φιλίαν, καταλῦσαι δὲ αὖθις αὐτὴνμελετῶν· «μή μ' ἔρεθε, σχετλίη, μὴ χωσάμενος σε μεθείω, τὼς δέ σε ἀπεχθήρω,ὡς νῦν ἔκπαγλα ἐφίλησα· μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά, σὺ δέκεν κακὸν οἶτον ὄληαι». τῷ ὄντι γὰρ λεπτοτάτου μίτου, ὡς εἰπεῖν, τὰ κατ' αὐτὴνἀπῃώρητο τοῦ θεαῖς εἰς ὦπα ἐοικέναι καὶ διὰ τοῦτο ἐπαφρόδιτος εἶναι, οὗἐπιλιπόντος, οὐκέτ' ἂν ἦν περιμάχητος κατὰ ζῆλον φιλόνεικον, ἄλλως τε καὶ ἐν 1.676 Τροίᾳ ὀλιγίστους ἔχουσα τοὺς φιλοῦντας, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται,τυχὸν δὲ ὁμοίως καὶ παρὰ Ἕλλησιν. (ῃ. 415) Ἰστέον δέ, ὅτι τοῦ τώς, ἤγουν οὕτως, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «τὼς αὐτοσφαγεῖς ὀλοίατο». ἐκ δὲτούτου ἀποβολῇ τοῦ ˉτ γίνεται τὸ ὥς, ὀξυνόμενον καὶ αὐτὸ ὁμοίως τῷ καθώς.(ῃ. 404) Ὅτι καὶ ἐνταῦθα ἑαυτῆς ἡ Ἑλένη καταλέγει στυγερὴν ἑαυτὴν ἀποκαλοῦσα, ἤγουν μισητὴν ἢ φρικτήν. ταῦτα γὰρ δηλοῖ καὶ τὸ στυγεῖνῥῆμα, ὡς πολλαχοῦ φαίνεται. φησὶ γάρ· «οὕνεκα δὴ Μενέλαος νικήσας ἐθέλειστυγερὴν ἐμὲ οἴκαδε ἄγεσθαι». Ὅρα δέ, εἰ ταὐτὸν στυγερὴν Ἑλένην εἰπεῖν καὶ ῥιγεδανήν, καὶ εἴπερ ἐκ τῆς στυγερῆς πεπόρισται ἡ ῥιγεδανή. ἐπεὶ καὶ ἡ ἱστορουμένη πηγιμαία Στὺξ ψυχροτάτη παραδίδοται καὶ οἵα ποιεῖν ῥιγοῦν τὸν εἰςαὐτὴν βάψαντα. [καὶ ἡ κατὰ τὸν μῦθον δὲ Πλουτώνειος Στὺξ τῷ Ταρτάρῳσυγκατέψυκται, ἀφ' οὗ κατὰ τοὺς παλαιοὺς καὶ τὸ ταρταρίζειν ἐπὶ τῶν ἄγανῥιγούντων λέγεται.] (ῃ. 405–12) Ὅτι πιθανολογῶν ὁ ποιητὴς τὴν τῆς Ἑλένης ἄρτι ταχεῖαν ἄφιξιν εἰς τὸν Πάριν πλάττει αὐτὴν σφοδρῶς τῇ Ἀφροδίτῃ προσφερομένην κἀκείνην αὖθις χολουμένην καὶ ἀπειλοῦσαν τὰ προσεχῶς ῥηθέντα,ἐφ' οἷς ἡ Ἑλένη θροηθεῖσα πείθεται ἀπελθεῖν ἔνθα καλεῖται. φησὶ γοῦν ἡ μὲνἙλένη οὕτω ἐπέκεινα τῶν προρρηθέντων «τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσαπαρέστης· ἧσο παρ' αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόειπε κελεύθους, μηδέ τι σοῖσιπόδεσσιν ὑποστρέψειας Ὄλυμπον, ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,εἰς ὅ κέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅ γε δούλην. κεῖσε δ' ἐγὼν οὐκ εἶμι, νεμεσσητὸν δέ κεν εἴη, κείνου πορσυνέουσα λέχος· Τρῳαὶ δέ μ' ὀπίσω πᾶσαι μωμήσονται·ἔχω δ' ἄχε' ἄκριτα θυμῷ». καὶ ταῦτα μὲν τὰ τῆς Ἑλένης. (ῃ. 414–8) Ἡ δὲ Ἀφροδίτη χολωσαμένη «μή μ' ἔρεθε», φησί, «σχετλίη» καὶ ἑξῆς, ὡς προγέγραπται. καὶ ὅρα, ὡς καὶ νέμεσιν ὑφορᾶται ἡ καλὴ Ἑλένη καὶ ἄχθεσθαι πολλὰ λέγει,ἐφ' οἷς κακῶς ἔπραξε, καὶ ὅτι νέμεσιν εἶναι ὑπογράφει τὸν ἐκ πάντων δίκαιονμῶμον. Τὸ δὲ δολοφρονεῖν ταὐτὸν τῷ ἠπεροπεύειν, ὃ πρὸ βραχέων τῆς Ἀφροδίτης ἡ Ἑλένη κατηγόρησε. Τὸ δέ «ἧσο παρ' αὐτὸν ἰοῦσα» καὶ τὸ «ὀΐζυε»μεμέρισται τὸ μὲν πρὸς τὸ «ἕως ἄλοχόν σε ποιήσεται», τὸ δὲ πρὸς τὸ «ἢ ὅ γεδούλην». ἀλόχου μὲν γὰρ τὸ παρακαθῆσθαι τῷ ἀνδρί, δούλης δὲ τὸ περὶ τὸν 1.677 δεσπότην ὀϊζύειν, ὅ ἐστι κακοπαθεῖν. (ῃ. 406) Τὸ δὲ ἀπόειπε Ὅμηρος μὲναἰτιατικῇ συντάσσει λαβὼν τὴν λέξιν ἀντὶ τοῦ ἀπόφαθι, ὁ δὲ γράψας «τάλαιν'ἀπεῖπον ἄλγει» ἐπὶ ἑτεροίου σημαινομένου τὴν λέξιν εἴληφε. (ῃ. 407) Τὸ δέ»μὴ πόδεσσιν ὑποστρέψειας Ὄλυμπον» διασαφητικόν ἐστι τοῦ «θεῶν ἀπόειπεκελεύθους», ὥσπερ καὶ τὸ φύλασσε τοῦ ὀΐζυε. [Ἔστι δ' ἐνταῦθα τὸ μὲν ὑποστρέψειας ἀντὶ προστακτικοῦ σχηματισθὲν ἀνομοίως τῷ ἧσο καὶ ἀπόειπε καὶὀΐζυε καὶ φύλασσε, διὰ ποικιλίαν φραστικήν. Τὸ δὲ Ὄλυμπον ἐλλιπὲς προθέσεως, ἵνα ᾖ εἰς Ὄλυμπον.] (ῃ. 409) Τὸ δέ «ἢ ἄλοχον ποιήσεται ἢ ὅ γεδούλην» ἔστιν εὑρεῖν παρῳδηθὲν πρός τινος τῶν ἀρχαίων μυστῶν φαύλως καὶὡς οὐκ ἂν ἐκφανῶς εἴποι τις πρὸς τὸν αὐτοῦ ἀκούσαντα. (ῃ. 410) Τὸ δέ»ἐκεῖσε οὐκ εἶμι κείνου πορσυνέουσα λέχος», ἐν τοιούτῳ δηλαδὴ καιρῷ,σεμνῶς εἴρηται. δῆλον γάρ, ὅτι πορσύνειν λέχος τὸ συγκοιτάζεσθαι, πρός τιναῥηθὲν ὁμοιότητα τοῦ «ἐμὸν λέχος ἀντιόωσαν». γράφεται δὲ καὶ πορσανέουσαλέχος ὡς ἀπὸ τοῦ πορσαίνω ῥήματος. Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 415

καὶ μαστροπείαν τῆς Ἀφροδίτης καταλαλεῖ. (ῃ. 413–7) Ἐκείνη δὲ ἀντιλαλεῖ, ὅπερ καὶ

πᾶς ἂν εἴπῃ παρῳδήσας ὁ μεσιτεύσας μὲν φιλίαν, καταλῦσαι δὲ αὖθις αὐτὴνμελετῶν·

«μή μ' ἔρεθε, σχετλίη, μὴ χωσάμενος σε μεθείω, τὼς δέ σε ἀπεχθήρω,ὡς νῦν ἔκπαγλα

ἐφίλησα· μέσσῳ δ' ἀμφοτέρων μητίσομαι ἔχθεα λυγρά, σὺ δέκεν κακὸν οἶτον ὄληαι». τῷ

ὄντι γὰρ λεπτοτάτου μίτου, ὡς εἰπεῖν, τὰ κατ' αὐτὴνἀπῃώρητο τοῦ θεαῖς εἰς ὦπα

ἐοικέναι καὶ διὰ τοῦτο ἐπαφρόδιτος εἶναι, οὗἐπιλιπόντος, οὐκέτ' ἂν ἦν περιμάχητος

κατὰ ζῆλον φιλόνεικον, ἄλλως τε καὶ ἐν 1.676 Τροίᾳ ὀλιγίστους ἔχουσα τοὺς

φιλοῦντας, καθὰ ἐν τῇ ωʹ ῥαψῳδίᾳ δηλοῦται,τυχὸν δὲ ὁμοίως καὶ παρὰ Ἕλλησιν. (ῃ.

415) Ἰστέον δέ, ὅτι τοῦ τώς, ἤγουν οὕτως, χρῆσις καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «τὼς

αὐτοσφαγεῖς ὀλοίατο». ἐκ δὲτούτου ἀποβολῇ τοῦ ˉτ γίνεται τὸ ὥς, ὀξυνόμενον καὶ αὐτὸ

ὁμοίως τῷ καθώς.(ῃ. 404) Ὅτι καὶ ἐνταῦθα ἑαυτῆς ἡ Ἑλένη καταλέγει στυγερὴν ἑαυτὴν

ἀποκαλοῦσα, ἤγουν μισητὴν ἢ φρικτήν. ταῦτα γὰρ δηλοῖ καὶ τὸ στυγεῖνῥῆμα, ὡς

πολλαχοῦ φαίνεται. φησὶ γάρ· «οὕνεκα δὴ Μενέλαος νικήσας ἐθέλειστυγερὴν ἐμὲ

οἴκαδε ἄγεσθαι». Ὅρα δέ, εἰ ταὐτὸν στυγερὴν Ἑλένην εἰπεῖν καὶ ῥιγεδανήν, καὶ εἴπερ ἐκ

τῆς στυγερῆς πεπόρισται ἡ ῥιγεδανή. ἐπεὶ καὶ ἡ ἱστορουμένη πηγιμαία Στὺξ ψυχροτάτη

παραδίδοται καὶ οἵα ποιεῖν ῥιγοῦν τὸν εἰςαὐτὴν βάψαντα. [καὶ ἡ κατὰ τὸν μῦθον δὲ

Πλουτώνειος Στὺξ τῷ Ταρτάρῳσυγκατέψυκται, ἀφ' οὗ κατὰ τοὺς παλαιοὺς καὶ τὸ

ταρταρίζειν ἐπὶ τῶν ἄγανῥιγούντων λέγεται.] (ῃ. 405–12) Ὅτι πιθανολογῶν ὁ ποιητὴς

τὴν τῆς Ἑλένης ἄρτι ταχεῖαν ἄφιξιν εἰς τὸν Πάριν πλάττει αὐτὴν σφοδρῶς τῇ Ἀφροδίτῃ

προσφερομένην κἀκείνην αὖθις χολουμένην καὶ ἀπειλοῦσαν τὰ προσεχῶς ῥηθέντα,ἐφ'

οἷς ἡ Ἑλένη θροηθεῖσα πείθεται ἀπελθεῖν ἔνθα καλεῖται. φησὶ γοῦν ἡ μὲνἙλένη οὕτω

ἐπέκεινα τῶν προρρηθέντων «τοὔνεκα δὴ νῦν δεῦρο δολοφρονέουσαπαρέστης· ἧσο παρ'

αὐτὸν ἰοῦσα, θεῶν δ' ἀπόειπε κελεύθους, μηδέ τι σοῖσιπόδεσσιν ὑποστρέψειας

Ὄλυμπον, ἀλλ' αἰεὶ περὶ κεῖνον ὀΐζυε καί ἑ φύλασσε,εἰς ὅ κέ σε ἢ ἄλοχον ποιήσεται ἢ ὅ

γε δούλην. κεῖσε δ' ἐγὼν οὐκ εἶμι, νεμεσσητὸν δέ κεν εἴη, κείνου πορσυνέουσα λέχος·

Τρῳαὶ δέ μ' ὀπίσω πᾶσαι μωμήσονται·ἔχω δ' ἄχε' ἄκριτα θυμῷ». καὶ ταῦτα μὲν τὰ τῆς

Ἑλένης. (ῃ. 414–8) Ἡ δὲ Ἀφροδίτη χολωσαμένη «μή μ' ἔρεθε», φησί, «σχετλίη» καὶ ἑξῆς,

ὡς προγέγραπται. καὶ ὅρα, ὡς καὶ νέμεσιν ὑφορᾶται ἡ καλὴ Ἑλένη καὶ ἄχθεσθαι πολλὰ

λέγει,ἐφ' οἷς κακῶς ἔπραξε, καὶ ὅτι νέμεσιν εἶναι ὑπογράφει τὸν ἐκ πάντων

δίκαιονμῶμον. Τὸ δὲ δολοφρονεῖν ταὐτὸν τῷ ἠπεροπεύειν, ὃ πρὸ βραχέων τῆς

Ἀφροδίτης ἡ Ἑλένη κατηγόρησε. Τὸ δέ «ἧσο παρ' αὐτὸν ἰοῦσα» καὶ τὸ

«ὀΐζυε»μεμέρισται τὸ μὲν πρὸς τὸ «ἕως ἄλοχόν σε ποιήσεται», τὸ δὲ πρὸς τὸ «ἢ ὅ

γεδούλην». ἀλόχου μὲν γὰρ τὸ παρακαθῆσθαι τῷ ἀνδρί, δούλης δὲ τὸ περὶ τὸν 1.677

δεσπότην ὀϊζύειν, ὅ ἐστι κακοπαθεῖν. (ῃ. 406) Τὸ δὲ ἀπόειπε Ὅμηρος μὲναἰτιατικῇ

συντάσσει λαβὼν τὴν λέξιν ἀντὶ τοῦ ἀπόφαθι, ὁ δὲ γράψας «τάλαιν'ἀπεῖπον ἄλγει» ἐπὶ

ἑτεροίου σημαινομένου τὴν λέξιν εἴληφε. (ῃ. 407) Τὸ δέ»μὴ πόδεσσιν ὑποστρέψειας

Ὄλυμπον» διασαφητικόν ἐστι τοῦ «θεῶν ἀπόειπεκελεύθους», ὥσπερ καὶ τὸ φύλασσε

τοῦ ὀΐζυε. [Ἔστι δ' ἐνταῦθα τὸ μὲν ὑποστρέψειας ἀντὶ προστακτικοῦ σχηματισθὲν

ἀνομοίως τῷ ἧσο καὶ ἀπόειπε καὶὀΐζυε καὶ φύλασσε, διὰ ποικιλίαν φραστικήν. Τὸ δὲ

Ὄλυμπον ἐλλιπὲς προθέσεως, ἵνα ᾖ εἰς Ὄλυμπον.] (ῃ. 409) Τὸ δέ «ἢ ἄλοχον ποιήσεται ἢ

ὅ γεδούλην» ἔστιν εὑρεῖν παρῳδηθὲν πρός τινος τῶν ἀρχαίων μυστῶν φαύλως καὶὡς

οὐκ ἂν ἐκφανῶς εἴποι τις πρὸς τὸν αὐτοῦ ἀκούσαντα. (ῃ. 410) Τὸ δέ»ἐκεῖσε οὐκ εἶμι

κείνου πορσυνέουσα λέχος», ἐν τοιούτῳ δηλαδὴ καιρῷ,σεμνῶς εἴρηται. δῆλον γάρ, ὅτι

πορσύνειν λέχος τὸ συγκοιτάζεσθαι, πρός τιναῥηθὲν ὁμοιότητα τοῦ «ἐμὸν λέχος

ἀντιόωσαν». γράφεται δὲ καὶ πορσανέουσαλέχος ὡς ἀπὸ τοῦ πορσαίνω ῥήματος.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

415

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!