18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἰςἐνδύσεως μεταχείρισιν, [ὡς δηλοῖ καὶ τὸ τῆς ἐρέας καλόν.] (ῃ. 390) Ὅτι τὸ»βάσκ' ἴθι»

ἐνταῦθα «δεῦρ' ἴθι» λέγει ὁ ποιητὴς εἰπών· «δεῦρ' ἴθι, Ἀλέξανδρόςσε καλεῖ». (ῃ. 391 ς.)

Ὅτι τὸ «κεῖνος ὅ γ' ἐν θαλάμῳ καὶ δινωτοῖσι λέχεσσι,κάλλεΐ τε στίλβων καὶ εἵμασι»

νυμφίῳ ἢ ἄλλως τρυφῶντι ἀνδρὶ ἐπιλεχθήσεται. ∆ινωτοῖς δὲ λέγει τοῖς τορνωτοῖς.

δῖνος γὰρ ὁ τόρνος, ἐξ οὗ μεταφορικῶς καὶοὐρανοῦ δῖνος παρὰ τῷ Κωμικῷ. ὅτι δὲ διχῶς

λέγεται καὶ δινῶ δινήσω καὶ δινῶδινώσω, πρὸ ὀλίγων δεδήλωται. (ῃ. 392–4) Τὸ δὲ ἑξῆς

«οὐδ' ἂν εἴποις ἀνδρὶμαχεσσάμενον τόνδ' ἐλθεῖν, ἀλλὰ χορόνδε ἔρχεσθαι, ἠὲ χοροῖο

νέον λήξαντακαθίζειν» παρῳδηθήσεται μὲν καὶ αὐτὸ εἰς ἄνδρα τρυφῇ κάτοχον.

κωμῳδεῖ δὲτέως τὸν τρυφερὸν Ἀλέξανδρον, ὃς οὐ λυπεῖται ὡς ἡττημένος, ἀλλὰ ἐρᾷ

ὡςχορευτής, μικρόν τι τάχα ἐνιδρώσας τῇ μάχῃ ὡς καὶ ὁ χορευτὴς τῷ χορῷ,ἔνθα πρέπον

ἐστίν, ὡς εἰκός, καὶ τὸ στίλβειν κάλλεϊ καὶ εἵμασι. τοιοῦτοι δὲ καὶοἱ λοιποὶ ῥηθήσονταί

που Πριαμίδαι· «ψεῦσταί τ' ὀρχησταί τε χοροτυπίαιςἄριστοι». ἔνθα ὅρα τὸ ψεῦσται

ταὐτὸν ὂν τῷ ἠπεροπευταί, ὁποῖος πρὸ τούτουἐρρέθη Ἀλέξανδρος. [Χορὸς δὲ νῦν οὔτε

τὸ χορευτικὸν πλῆθος, οὐδὲ μὴν ὁὑποκείμενος τοῖς τοιούτοις τόπος κατὰ τὸ «πέπληγον

δὲ χορὸν θεῖον ποσίν»,ἀλλὰ μάλιστα τὸ κατὰ τοὺς τοιούτους χοροὺς ἔργον, ὅπερ ἐστὶ τὸ

χορεύειν.] Σημείωσαι δὲ καὶ νῦν τὸ καθίζειν ἀντὶ τοῦ καθέζεσθαι ληφθέν, ὡς καὶ

μετ'ὀλίγα ἐν τῷ «ἔνθα κάθιζεν Ἑλένη», ἀντὶ τοῦ ἐκάθητο. ὥστε καὶ αὐτοπαθὲς ῥῆμαἐστί

ποτε, ὡς καὶ προείρηται, τὸ καθίζειν καὶ οὐκ ἀναγκαίως ἀεὶ δηλοῖ τὴνεἰς ἄλλον

ἐνέργειαν, οἷον ἐκάθισεν ὁ δεῖνα ἐπὶ θρόνου βασιλικοῦ τὸν δεῖνα, καὶὡς ὁ ποιητὴς πρὸ

μικροῦ ἔφη «ἄλλους μὲν κάθισον». [Ἰστέον δέ, ὅτι τὰ ὑπὸ τῆςμαστροποῦ Ἀφροδίτης, ὡς

ἐρρέθη, λαληθέντα τῇ Ἑλένῃ οὐ μόνον εὐοδοῦσι τὴν μετ' ὀλίγα κεισομένην φιλοτήσιον

εὐνὴν τοῦ Πάριδος ὡς κάλλεϊ στίλβοντος καὶτῆς Ἑλένης, ἀλλὰ καὶ τῇ μυθικῇ ἁρπαγῇ

τοῦ Πάριδος ἐκ μέσου μονομαχίουοἰκειοῦνται. ἡ γὰρ θείως ἁρπάξασα εἶχε δῆθεν

διαθέσθαι τὸν Πάριν καλὸν καὶλαμπρόν, ὡς εἰ καὶ ἐκ πανηγύρεως ἐπανῆλθεν.] (ῃ. 396

ς.) Ὅτι τὸ «περικαλλέα 1.675 δειρὴν στήθεά θ' ἱμερόεντα καὶ ὄμματα μαρμαίροντα» περὶ

Ἀφροδίτης μὲνλέγεται, ἔστι δὲ καὶ ἁπλῶς γυναικὸς καλῆς ἔπαινος. κεκαλλώπισται δὲ τὸ

ῥητὸνἐπίτηδες παρίσοις τρισίν, ὡς πανηγυρικόν. (ῃ. 399) Ὅτι ψεκτικὸν

ἀπατητικῆςγυναικὸς τὸ «δαιμονίη, τί με ταῦτα λιλαίεαι ἠπεροπεύειν;» Ἑλένη δὲ τοῦτο

πρὸςτὴν μυθικὴν Ἀφροδίτην λαλεῖ μαστροπεύουσαν αὐτῇ χάριν Ἀλεξάνδρου. ἔνθα

δηλοῖ ὁ ποιητὴς καί, ὡς ἠδύνατό τις πλάσαι τὴν Ἑλένην, ὥσπερ εἰς Τροίαν, οὕτω καὶ

ἀλλαχοῦ ἐκεῖθεν ἁρπαγεῖσαν ἢ ἀπαχθεῖσαν. (ῃ. 400 ς.)Ἐπάγει γὰρ ἡ Ἑλένη· «ἦ πῇ με

προτέρων», ἤτοι τῶν προσωτέρω, «πολίων ἄξεις, ἢ Φρυγίης ἢ Μῃονίης ἐρατεινῆς, εἴ τίς

που κἀκεῖθι» καὶ ἑξῆς. [Ἰστέον δέ,ὅτι γράφεται καὶ «ἦ πῇ με προτέρω», δίχα τοῦ νῦ, καὶ

δηλοῖ τὸ πορρωτέρω πουτῶν Φρυγιακῶν πόλεων.] (ῃ. 401) Φρυγίας δὲ μέμνηται

κἀνταῦθα τῆς πορρωτέρω καὶ μεγάλης, οὐ μὴν τῆς μικρᾶς, περὶ ἣν καὶ ἡ Τροία, ἡ τὴν

Ἑλένην ἄρτιἔχουσα. Μῃονίην δὲ καὶ νῦν τὴν Λυδίαν λέγει, ἡ δ' αὐτὴ καὶ Μαιονία

ἐλέγετοἀπό τινος Μαίονος ἢ Μῄονος, ὡς καὶ ἐν τῷ Καταλόγῳ ἐρρέθη. ἐρατεινὴν

δέφησιν αὐτὴν διὰ τὸ τῆς χώρας εὔδαιμον, ὃ καὶ ὁ Περιηγητὴς ἱστορεῖ. καὶ τὴν

Λακεδαίμονα δὲ μετ' ὀλίγα ἐρατεινὴν ὁ Πάρις ἐρεῖ, οὐ μόνον διότι εὐδαίμων ἡ

Λακεδαίμων, ὡς προείρηται, ἀλλὰ καὶ διότι τὴν ἀξιέραστον Ἑλένην ἤνεγκεν. (ῃ. 402)

Ὅτι φανερῶς ἐνταῦθα τὸ φίλος ὁ ποιητὴς οὐ συγγενικῶςἀλλὰ κατὰ κοινὴν συνήθειαν

λέγει ἐν τῷ «εἴ τίς τοι κἀκεῖ φίλος μερόπωνἀνθρώπων», ἤγουν ἐὰν καὶ ἐκεῖ, ὦ

Ἀφροδίτη, φιλητῶς ἔχῃς τινὶ Φρυγὶ ἢ Μῄονι, ὡς ἐνταῦθα τῷ Τρωῒ Ἀλεξάνδρῳ. ἑαυτὴν

δέ πως ἐν τούτοις ἡ Ἑλένηἐπαινεῖ ὡς λαμπρὰν καὶ ἀξιέραστον, ἐὰν οὕτως αὐτὴν ἡ

Ἀφροδίτη τοῖς φιλουμένοις διαπέμπηται, ὡς λόγου δηλονότι ἀξίαν δωρεάν. σεμνῶς δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

414

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!