18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

τὴνπαραλήγουσαν διὰ τὴν εἰς μέτρον εὐχρηστίαν ὡς τὸ εὐρώεις καὶ κητώεις καὶὠτώεις

καὶ ὅσα ἄλλα μακρὰν ἔχει τὴν προπαραλήγουσαν. ἔνθα μέντοι αὐτὴβραχεῖα, ἐκεῖ ὁμοία

καὶ ἡ παραλήγουσα, ὡς δηλοῖ τὸ ἠερόεις, ἱμερόεις, σκιόεις,ἐρόεις, κερόεις, γλαγόεις,

οὐατόεις. (ῃ. 383 ς.) Ὅτι περὶ τὸ Τρωϊκὸν τεῖχος 1.672 πολλαὶ γυναῖκες ἐν τῷ τῆς

μονομαχίας ἵσταντο καιρῷ κατὰ ἔθος τὸ καὶ ἐν τοῖςἑξῆς που δηλωθησόμενον, ᾧ

κατακολουθοῦσα καὶ ἡ Ἑλένη ἐξῆλθε. φησὶ γοῦν·»τὴν δ' ἐκίχανε πύργῳ ἐφ' ὑψηλῷ,

περὶ δὲ Τρῳαὶ ἅλις ἦσαν». (ῃ. 385) Ὅτι ὁἑανὸς κυρίως πέπλου ἤτοι γυναικείου

φορήματός ἐστιν ἐπίθετον ἀπὸ τοῦ ἕω, τὸἐνδύω, ἐξ οὗ καὶ τὸ εἷμα, ἵνα δηλοῖ τὸν ἄξιον

τοῦ ἐνδύεσθαι. ὥσπερ δὲ πολλὰ καὶἄλλα ἐπίθετα ἀντ' αὐτῶν ἐκείνων λαμβάνεται τῶν

προσηγορικῶν, οἷς ἐπιτίθεται, ὡς καὶ ἀλλαχοῦ εἴρηται, οὕτω καὶ τοῦτο. καθάπερ γὰρ

ξυστὸν κατὰ μόναςαὐτὸ τὸ ξεστὸν δόρυ, οὗ ὡς ξεομένου ἐπίθετόν ἐστι τὸ ξυστόν, καὶ

ἡμέραἰδίως αὐτὴ ἡ κατ' ἐπίθετον ἡμέρα ἠώς, ἤγουν ἡ πραεῖα καὶ ἀντίθετος τῇ ἀπὸ

τοῦδεδιέναι γινομένῃ δειδίᾳ, ὡς ἀπὸ ἀρσενικοῦ τοῦ ἥμερος, καὶ διπλόη αὐτὴ ἡ

διπλῆχλαῖνα, καὶ βροτὸς αὐτὸς ὁ ἄνθρωπος, οὗ ὡς ῥευστοῦ ἐπίθετον τὸ βροτός κατὰτὸ

βροτοὶ ἄνδρες, καὶ ἀήτης αὐτὸς ὁ ἄνεμος, ὁ ἄλλως κυρίως τῷ ἀνέμῳ συνδυαζόμενος

ἐπιθετικῶς, ὡς δηλοῖ καὶ Ἡσίοδος ἀήτας λέγων ἀνέμου ἤτοι πνοάς, καὶτέτρωρον αὐτὸ

τὸ τέθριππον, οὗ ἐντελὲς τὸ τέθριππον ἅρμα, ὡς δηλοῖ καὶ Εὐριπίδης τέτρωρον ὄχον

εἰπών, καὶ δάκος δὲ καὶ δάκετον τὸ θηρίον, οὗ τὸπλῆρες δάκετον θηρίου, ὡς δηλοῖ ὁ

αὐτὸς ἐν τῷ «ἄφθογγα δάκη θηρῶν», καὶἤπειρος αὐτὴ γῆ, ἧς ἐντέλεια τὸ «ἐπ' ἀπείρου

γᾶς ἔβη», τουτέστιν ὡρμίσθη,ὡς ὁ αὐτός φησι. καθὰ οὖν ταῦτα, οὕτω καὶ ἑανὸς ἰδικῶς ὁ

κατὰ συνδυασμὸν 1.673 ἑανὸς πέπλος. φησὶ γοῦν· «νεκταρέου ἑανοῦ ἐτίναξε λαβοῦσα»,

ἤτοι τοῦ θείουπέπλου λαβομένη, διεσάλευσε τὴν Ἑλένην, ἵνα ἐπιστραφῇ. παρακατιὼν

δὲἑανὸν ἀργῆτα φαεινὸν ἐρεῖ, ὅθεν μάλιστα δῆλον, ὅτι τὸ ἑανός, εἰ καὶ ἐπίθετόνἐστιν,

ἀλλ' ὡς αὐτόχρημα πέπλος λαμβάνεται προσηγορικῶς. οὐδέποτε γὰρὁμοῦ δύο ἐπίθετα,

πολλῷ δὲ πλέον οὐδὲ τρία κεῖνται χωρὶς κυρίου ἢ προσηγορικοῦ. Ἔστι δὲ νεκτάρειος

νῦν τροπικῶς ὁ θεῖος ἀπὸ τοῦ πολλαχοῦδηλουμένου νέκταρος, ὡς ἀπὸ ἀμβροσίας ὁ

ἀμβρόσιος, καὶ ἀπελεύσει τοῦ ˉινεκτάρεος. Ἀργὴς δὲ ἑανός, ὥσπερ καὶ κεραυνός, ὁ

λευκός. ἀργὸν γὰρ τὸ λευκόν.ὅθεν καὶ ἐπάργεμον πάθος ὀφθαλμοῦ, τὸ κοινῶς

λεγόμενον λεύκωμα, ὥς που καὶ Αἰσχύλος παραδηλοῖ. Φαεινὸς δὲ ὁ λεπτός, ὡς καὶ

μάστιξ λέγεται φαεινή.ἴσως δὲ καὶ ἐφερμηνευτικόν ἐστιν τοῦ ἀργής, ἵνα καὶ αὐτὸ δηλοῖ

τὸν λευκὸνκαὶ διαφανῆ. ὅτι δὲ καὶ κασσιτέρου ἐπίθετον ὁ ἑανός, ἀλλαχοῦ φανήσεται.(ῃ.

388) Ὅτι τὸ ἀσκεῖν ἐπὶ ἐπιμελείας τῆς διὰ χειρῶν ὁ ποιητὴς τίθησι, οἷον»ἤσκει ἔρια» καὶ

«πτύξασα καὶ ἀσκήσασα χιτῶνα». καὶ νῆμα δέ που ἀσκητὸνλέγει. ταὐτὸν δὲ τὸ κομεῖν

καὶ τὸ ἀσκεῖν. διὸ εἰπὼν συνθέτως γραῖάν τιναεἰροκόμον, εἶτα κατὰ διάλυσιν Ἰωνικὴν

ἐφερμηνεύων αὐτήν, [ἵνα μὴ νοήσῃ τιςἴσως εἰροκόμον, τὴν εἴρουσαν κόμας ἤτοι

πλέκουσαν τρίχας,] φησίν· «ἥ οἱ ἤσκειν εἴρια καλά», ὡς ταὐτὸν ὂν εἰπεῖν εἴρια κομεῖν

καὶ ἀσκεῖν. Ἰστέον δέ, ὅτιτὸ «ἤσκειν εἴρια» μετὰ τοῦ ˉν γράφουσιν οἱ παλαιοὶ καὶ μετὰ

τὴν συναίρεσιντοῦ ἤσκεε. δοκεῖ δὲ Ἰωνικῶς οὕτω λέγεσθαι, ὡς καὶ ἑτέρωθι ἔσται

δῆλον.[Μάλιστα δὲ αὐτὸ καὶ τὰ κατ' αὐτὸ διευκρίνηται ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν,

ὅπουπερὶ τοῦ «ἦν» τρίτου προσώπου ἐγράφη ἐν τοῖς κατὰ τὸν μνηστῆρα Κτήσιππον.]

1.674 Τὸ δὲ εἴριον Ὅμηρος μὲν προπαροξύνει ὁμοίως τῷ λείριον, οἱ δὲ ὕστερον

παροξύνουσι πρὸς ἀναλογίαν ἑτέρων παροξυτόνων δακτυλικῶν λέξεων, ἵνα ᾖ,

ὡςτεῖχος τειχίον, οὕτως εἶρος εἰρίον. καλὰ δὲ ἔρια πρὸς διαστολὴν τῶν μὴ

ἀξίωνἀσκήσεως. ὅτι δὲ διαφορά ἐστιν ἐρίων καὶ τριχῶν, δηλοῖ καὶ ὁ

Στράβωνσαφέστατα. ὡμολόγηται δὲ καὶ ἄλλως εὐγενέστερα τριχῶν εἶναι τὰ ἔρια

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

413

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!