18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄφαλοι, ὡς αὐτός που λέγει ὁποιητής, αἱ δὲ φαλωταί, ἤτοι ἔχουσαι φάλον, ὡς καὶ ἡ τοῦ

Πάριδος. ἔφηγοῦν, ὅτι ἔπληξε Μενέλαος κόρυθος φάλον, τὴν δ' αὐτὴν καὶ τρυφάλειαν

λέγειἄρτι, ὡς τρεῖς φάλους ἔχουσαν. ἐρεῖ δέ πού τινα καὶ ἀμφίφαλον καὶ τετράφαλον.

Σκοπητέον δὲ καί, ὅτι ἐν μὲν τῷ δίφρος τροπὴ τοῦ ˉυ διχρόνου γέγονεν εἰς τὸ ˉι,ἐν δὲ

τῷ τρυφάλεια ἔμπαλιν ἔχει ἡ τοῦ διχρόνου τροπή. (ῃ. 373–81) Σημείωσαι 1.670 δὲ καί,

ὅτι ἔθους ὄντος τῷ ποιητῇ ταῖς δυσλύτοις περιπετείαις τῶν ἱστορουμένωνἐπεισάγειν

ποτὲ καὶ θεούς, ὡς οἷον ἀπὸ μηχανῆς τινος τραγικῆς, πεποίηταιτοῦτο καὶ νῦν. ἐπεὶ γὰρ

ἕλκεται ὁ Πάρις καὶ κίνδυνός ἐστιν αἰχμάλωτονἀπαχθῆναι αὐτόν, τοῦτο δὲ παρὰ τὴν

τῆς ἱστορίας ἐστὶν ἀλήθειαν, λύει θεραπεύων τὸ κινδυνῶδες ὁ ποιητὴς ἐπεισοδίῳ θεοῦ·

φησὶ γάρ· «καί νύ κεν εἴρυσέντε», ὅ ἐστιν εἵλκυσεν ἂν τὸν Πάριν ὁ Μενέλαος, «καὶ

ἄσπετον ἤρατο κῦδος, εἰ μὴἂρ ὀξὺ νόησεν» ἡ Ἀφροδίτη, «ἥ οἱ ῥῆξεν ἱμᾶντα βοὸς ἶφι»,

ὡς ἐρρέθη, «κταμένοιο», εἶτα καὶ «ἐξήρπαξε ῥεῖα μάλα ὥς τε θεός, ἐκάλυψε δὲ ἠέρι

πολλῇ». καὶτοῦτο μὲν τοῦ μύθου, ἡ δὲ καθ' ἱστορίαν ἀλληγορία βούλεται συνωμότας

τινὰςἑταίρους ἡλικιώτας τῷ Ἀλεξάνδρῳ συνασπίσαντας λάθρᾳ ὡς ἐν ἠέρι,

ἤγουνἀορασίᾳ, ἐκ μέσου θεῖναι αὐτὸν συνεπιλαβομένης Ἀφροδίτης, ὅ ἐστι τοῦ περὶτὴν

Ἑλένην ἐπαφροδίτου κοινοῦ φίλτρου καὶ ἱμέρου. διὸ καὶ ἔκπαγλα φιλεῖναὐτὴν ἡ

Ἀφροδίτη λέγεται, ὡς πολὺ τὸ ἐπαφρόδιτον ἔχουσαν, ᾧ καὶ οἱ δημογέροντες

κηλούμενοι ἔλεγον οὐ νεμεσητὸν τοιῇδε ἀμφὶ γυναικὶ μάχεσθαι. ὡς εἰμὴ τοῦτο ἦν, τί

ἐκώλυεν ἔχθραν μέσον τεθῆναι Τρώων καὶ Ἀχαιῶν Ἀφροδίτης χόλῳ κατὰ τὴν ἐκείνης

ἀπειλὴν καὶ οὕτω τὴν Ἑλένην κακόν τι παθεῖν ὀλομένηνκακὸν οἶτον; ὃ καὶ αὐτὴ

δεδοικυῖα τούς τε πενθεροὺς κολακεύει καὶ τὸν Πάρινκαὶ τὸν Ἕκτορα καὶ ἑαυτὴν

ὑβρίζει τὸ μέλλον καραδοκοῦσα καὶ ἐπισπωμένηἔλεον. (ῃ. 375) Ῥῆξαι δὲ τὸ βίᾳ

ἑλκυσμοῦ διακόψαι τὸ συνεχές, ὡς καὶ ἐνταῦθαῥήγνυται ὁ ἱμὰς τῆς τρυφαλείας τοῦ

Ἀλεξάνδρου, οὐ μὴν λύεται ἀνακάμψει δεσμοῦ· ὀξύτητος γὰρ ἔδει τῷ πράγματι.

τοιοῦτον δὲ ἡ ῥῆξις ἀχρόνωςοἷον γινομένη. διὸ καὶ ὀξὺ νοήσασα ἡ Ἀφροδίτη ἔρρηξεν

ὀξυχειρίᾳ χρησαμένη. (ῃ. 376) Κενὴ δὲ τρυφάλεια ἡ μηκέτι ἐντὸς ἔχουσα τὴν τοῦ

Πάριδοςκεφαλήν. Τὸ δὲ ἕσπετο γλυκέως ἐρρέθη, ὡς εἴπερ ἔμψυχος ἦν ἡ τρυφάλεια. καὶ

1.671 ἔστι τοῦτο ἀρχὴ τοῦ εἰπεῖν τῶν τινὰ σοφῶν γλυκέως ὕστερον, ὡς ἡ τοῦ

νεκροῦχεὶρ ἐπηκολούθησε. Χεῖρα δὲ παχεῖαν τὴν τοῦ Μενελάου δεόντως νῦν λέγειδιὰ

τὸ τοιαῦτα εἶναι τοῖς ἀνδρικοῖς τὰ ἀκρωτήρια. ἐν μέντοι τῇ Ὀδυσσείᾳπαχεῖαν χεῖρα τῆς

Πηνελόπης κατὰ τὸ παρέλκον φησὶ καί, ὡς οἱ παλαιοὶ λέγουσι, κατὰ ἀκυρολεξίαν, εἰ μὴ

ἄρα ὡς καὶ ἐκείνης δαΐφρονος. (ῃ. 381) Ἠέρα δὲ τὴνσκότωσιν εἶτ' οὖν τὸν ἀφώτιστον

ἀέρα μυριαχοῦ κατὰ θηλυκὸν γένος φησίν.οὕτω δὲ καὶ τὴν αἰθέρα λέγει. (ῃ. 378) Ὅτι

ἔρριψεν ἐπιδινήσας τὴν Ἀλεξάνδρου περικεφαλαίαν εἰς τοὺς Ἀχαιοὺς Μενέλαος,

λάφυρον οἷον ἐξ ἐκείνου ταύτηνκερδάνας. κατὰ δὲ τοὺς παλαιοὺς καὶ εἴδωλόν τι

Ἀλεξάνδρου τοῖς τε θεωμένοιςτότε τοῖς τε ὕστερον ἀκροωμένοις καταλείπει τριχῇ

περιγενόμενος αὐτοῦ δόρατίτε καὶ ξίφει καὶ τρίτον αἰχμαλωσίᾳ, τῇ διὰ τῆς

περικεφαλαίας. εἴ τι γὰρθυμουμένοις παραπέσῃ, τοῦτο, φασίν, ὅπλον ἐστὶν ἀχορηγήτου

θυμοῦ. Τὸ δὲἐπιδινήσας ἀντὶ τοῦ δίκην δίνου, ὅ ἐστι τόρνου, ἀφεὶς φέρεσθαι. χρῆσις δὲ

τοῦδίνου καὶ παρὰ τῷ Κωμικῷ. ἐκεῖθεν δὲ καὶ θηλυκὸν ἡ δίνη. (ῃ. 382) Ὅτι τὸντοῦ

Ἀλεξάνδρου θάλαμον ἀνδρὸς τρυφεροῦ εὐώδεα λέγει καὶ κηώεντα, ὅ ἐστιτεθυμιαμένον,

παρὰ τὸ κῆαι, ἤγουν καῦσαι καὶ θυμιᾶσαι. προϊὼν δὲ καὶ δόμοναὐτοῦ περικαλλέα ἐρεῖ

καὶ ὑψόροφον θάλαμον. Ἰστέον δέ, ὅτι τὸ κηώεντιδύναται καὶ λόγῳ σαφηνείας κεῖσθαι,

ἵνα ᾖ τὸ «θαλάμῳ εὐώδεϊ κηώεντι»ταὐτὸν τῷ εὐωδίαν ἔχοντι, οὐκ ἐξ ἀνθέων ἢ μύρων,

ἀλλ' ἐκ τῶν ἐν αὐτῷκαιομένων εὐοδμιῶν. Τὸ δὲ κηώεις, ὡς καὶ ἑτέρωθι κεῖται, ἐκτείνει

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

412

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!