18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

παρακείμενος τοῦ ῥιγῶ ῥιγήσω, οὗ τὸ ἔρριγα, ἐξ οὗ τὸ 1.666 ἐρρίγω. Ὅρα δ' ἐν τοῖς

ῥηθεῖσι καί, ὅτι δῖον τὸν Ἀλέξανδρόν φησιν ὁ Μενέλαος εἰπών· «δὸς τίσασθαι δῖον

Ἀλέξανδρον» παιδεύοντος Ὁμήρου δεῖν τὸν σπουδαῖον ἄνδρα εὐλογητικὸν εἶναι ὡς τὰ

πολλὰ καὶ μὴ σκωπτικὸν ἐν οἷς οὐ χρή.ἔχει δέ τι καὶ βαρύτητος ὁ λόγος, ὡς μὴ δέον ὂν

τὸν δῖον ἄνδρα κακὰ ἐοργέναι.(ῃ. 355–60) Ὅτι γενναίας βολῆς δόρατος φραστικὸν τὸ

«ἀμπεπαλὼν προΐειδολιχόσκιον ἔγχος» καὶ βάλε κατ' ἀσπίδα, «διὰ μὲν ἀσπίδος ἦλθε

φαεινῆςὄβριμον ἔγχος καὶ διὰ θώρηκος πολυδαιδάλου ἠρήρειστο, ἀντικρὺ δὲ

παραὶλαπάρην διάμησε χιτῶνα ἔγχος», ἤτοι ῥᾷον διέκοψε καὶ οἷον ἐθέρισε. Κυρίωςγὰρ

ἐπὶ θέρους τὸ ἀμᾶν, ὅθεν ἀμᾶσθαι τροπικῶς καὶ τὸ δρακὶ συνάγειν, ὡς τὸ»κόνιν

ἐπαμησάμενος». (ῃ. 359) Γίνεται δὲ ἡ λαπάρα, δι' ἧς ὁ κενεὼν δηλοῦται,παρὰ τὸ λάπτω,

τὸ ἐκκενῶ, ὡς καὶ ὁ κενεὼν ἐκ τοῦ κενῶ, ὁ λαπαχθεὶςτόπος καὶ κενὸς ὀστῶν. ὅτι δὲ ἐκ

τοῦ λάπτω γίνεται καὶ τὸ ἀλαπάζω, προείρηται.[ἀπ' αὐτοῦ δὲ καὶ λάπαθος, φυτὸν

εὔθετον εἰς γαστρὸς ὑπαγωγήν.] (ῃ. 362)Ὅτι ἀνασχόμενος οὐχ' ὁ ὑπομείνας, ὡς παρὰ

τοῖς μεθ' Ὅμηρον, ἀλλ' ὁ ὑψοῦ τείνας τὴν χεῖρα. φησὶ γάρ· «ἐρυσάμενος ξίφος

ἀργυρόηλον πλῆξεν ἀνασχόμενοςκόρυθος φάλον». ἀλλαχοῦ δὲ ἐνεργητικῶς χεῖρας

ἀνασχών φησιν ἐπὶ εὐχῇ καὶχεῖρας ἀνέσχον. Φάλος δὲ κόρυθος ἀσπιδίσκιον, ὡς καὶ

ἀλλαχοῦ φανεῖται, ἢἀστερίσκος τις προμετωπίδιος, λευκὸς καὶ λαμπρός, ἐκ τοῦ φάλιον,

τὸ λευκόν.αὐτὸ δὲ παρὰ τὸ φάειν λίαν, ὅθεν καὶ φαλακρός, ὁ τὸ κάρα φάλιος ἤτοι

λαμπρός,ὡς καὶ ἐν Ὀδυσσείᾳ σκώπτει τις τὸν Ὀδυσσέα. καὶ πέτρα δὲ φαληριῶσα

παρὰ1.667 Λυκόφρονι, ἡ λευκὴ νῆσος. καὶ κύματα παρ' Ὁμήρῳ φαληριόωντα, τὰ

λευκά.(ῃ. 362 ς.) Ὅτι ἐν τῷ «ἀμφὶ δ' ἂρ αὐτῷ ξίφος τριχθά τε καὶ τετραχθὰ διατρυφὲν

ἔκπεσε χειρός» εἴποις ἂν σιδήρου θραυομένου ἀκούειν. τοιοῦτον γάρ τιναἦχον ἡ τῶν

λέξεων ὑπηχεῖ τραχύτης ἐπίτηδες οὕτω φράζοντος τοῦ ποιητοῦὀνοματοποιΐας τρόπῳ,

ὥσπερ αὖ πάλιν τοὐναντίον, ὡς καὶ προεγράφη, ἐν τῷ»μέγαν ἐλέλιξεν Ὄλυμπον»,

ἤγουν τὸν μέγαν ἐκίνησεν οὐρανόν, ἐπλεόνασε τῇτοῦ ˉλ λειότητι, ἵνα τῷ

ἀπαραποδίστῳ τῆς κατὰ τὸ ἀμετάβολον φράσεως τὴνὀξυκινησίαν ἐμφήνῃ τοῦ οὐρανοῦ,

ὃς λειότερον Ὄλυμπος λέγεται. (ῃ. 363) Τὸδέ «τριχθὰ καὶ τετραχθά» ἐκ τοῦ τρίχα καὶ

τοῦ τέτραχα γίνεται πλεονασμῷ τοῦˉθ διὰ τραχυφωνίαν πλείονα, [ὃ δὴ γίνεται καὶ ἐπὶ

τοῦ ὄχθος καὶ ὄχθη. καὶ ἐναὐτοῖς γὰρ ἀπὸ τοῦ ἐξέχειν γενομένοις πλεονασμὸς τοῦ ˉθ

ἐστιν, ὡς καὶ ἐν τῷεὐοχθεῖν κατά τινας, ὃ παρ' Ἡσιόδῳ κεῖται, καὶ ἐν τῷ χθών, χθονός.]

ὀξύνεταιδέ, ὡς τὸ δηθά. Τὸ δὲ διατρυφέν ἐκ τοῦ θρύπτω γίνεται,

ὠνοματοπεποιημένουῥήματος, καὶ ἔστι μετοχὴ δευτέρου παθητικοῦ ἀορίστου. ἐντεῦθεν

δὲ καὶ τὸτρύφος παρῆκται, ἔτι δὲ καὶ ἡ τρυφή, ὡς τὸν σπαταλῶντα θρύπτουσα. Ὅρα

δέ,ὡς δυστυχοῦντα τὸν Μενέλαον ἐνταῦθα ποιεῖ Ὅμηρος, οὐ μόνον ὅτι τοῦπρῶτος

βαλεῖν ἀπέτυχεν, ἀλλὰ καὶ ὅτι τὸ ἔγχος ἐτώσιον ἀφῆκε, καὶ τῇ θραύσειδὲ τοῦ ξίφους καὶ

τῇ φυγῇ τοῦ Πάριδος. Ἀλεξάνδρῳ δὲ τὰ πλείω εὖ ἔτυχε.κάμπτεται γὰρ αὐτῷ ἡ αἰχμὴ καὶ

τοῦτό γε μόνον οὐκ εὐτυχεῖ, τὰ δ' ἄλλα εὖἐκείνῳ συμπίπτει. πρῶτός τε γὰρ βάλλει ἐκ

τύχης κλήρου καὶ ἡ τρυφάλειαἑλκομένου ῥήγνυται καὶ αὐτὸς διαφεύγει τὸν φόνον. ὃ δὲ

μέγιστόν ἐστι τῷ μὲνἀδικηθέντι εὐτύχημα, δυσδαιμονία δὲ τῷ ἅρπαγι, τοῦτο ἦν, ὅτι

νικᾷ μὲν ὁ Μενέλαος, ἡττᾶται δὲ ὁ Ἀλέξανδρος. διδάσκει δὲ καὶ ἐν τούτοις ὁ ποιητὴς τὸ

ἐν τοῖς πρακτέοις ἀνώμαλον. (ῃ. 365–8) Ὅτι ἕτοιμοι πρὸς βλασφημίαν οἱδυστυχοῦντες.

Μενέλαος οὖν οὐκ εὐτυχῶν ἐνταῦθά φησι· «Ζεῦ πάτερ, οὔ τιςσεῖο θεῶν ὀλοώτερος

ἄλλος· ἦ τ' ἐφάμην τίσασθαι Ἀλέξανδρον κακότητος, νῦν

1.668 δέ μοι ἐν χείρεσσιν ἄγη ξίφος» καὶ ἑξῆς. οὐκ ἀπαιδεύτως δὲ ὁ βασιλεὺς λαλεῖ,ἀλλ'

εὐσεβῶς, ὡς χρεὼν ὂν δυσπραγεῖν τὸν κακόν. (ῃ. 365) Ἰστέον δέ, ὅτι τὸὀλοώτερος θεῶν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

410

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!