18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

λέξεων εἰς συνθέσεις ἐκίνησεν.ἐντεῦθεν καὶ τὰ τροπικὰ περιείργασται μεταφέροντα ἐξ

ἑτέρων εἰς ἕτερα καὶτὴν πρώτην θέσιν τῶν ὀνομάτων καινοτομοῦντα πολυσχιδῶς. ὁ δ'

αὐτὸς λόγοςκαὶ τὸ τῆς ὀνοματοποιΐας μιμηλὸν ἐτεχνάσατο. ἔνθα γὰρ οὐκ ἦν οὐσιώδη

1.64 κλῆσιν εὑρέσθαι ἢ φθάσασαν τεθῆναι ἢ ῥᾷον δυναμένην ἄλλως

γενέσθαι,ὀνοματοποιΐα ἐν τούτοις ἐπαρρησιάζετο ἐκ τοῦ κατά τινα κίνησιν ποιοῦ

ἤχουδηλοῦσα τὸ ὑποκείμενον. καὶ «πλείη μὲν πᾶσα γαῖα ταύτης, πλείη δὲ θάλασσα»καὶ

οὐδὲ ἀὴρ αὐτῆς ἀπήλλακται. καὶ δηλοῦσιν αἱ βρονταί, αἱ βροχαί, αἱ βοαί, οἱβόμβοι, οἱ

φλοῖσβοι, οἱ ἦχοι, οἱ βρόμοι, τὰ λοιπά, ὅσα κατ' ἄμμον οὐδ' αὐτὰποσοῦνται. τοιούτου

τρόπου ἐνταῦθα παρ' Ὁμήρῳ τὸ «ἔκλαγξαν ὀϊστοί».ὀνοματοποιΐα γάρ ἐστι καὶ αὐτὸ καὶ

ποιότης ἤχου, ὃν ἐν συντόνῳ κινήσειἀποτελοῦσιν ἔσω τῆς φαρέτρας οἱ ὀϊστοί.

σημείωσαι δὲ ὅτι οἱ μὲν παλαιοὶ οὐβούλονται, ὥσπερ τῶν ἄλλων ῥημάτων, οὕτω δὴ καὶ

τὰς τῶν ὀνοματοπεποιημένων κινήσεις ἀεὶ ἀκριβολογεῖν, ἵνα μὴ τὴν ἰδιότητα τοῦ ἤχου

τούτῳ τῷ τρόπῳ ἐν πολλοῖς ἐξαφανίζωσιν. εἰ δέ τις ἐνταῦθα περιεργάζεται τὸν τοῦ

ἔκλαγξανἐνεστῶτα, ἢ κλάγγω ἐστὶν ὡς τὸ σφίγγω ἢ κλάζω ὡς τὸ πλάζω. τὸ δὲ ἐξαὐτοῦ

ἔχει πλεονασμὸν τοῦ ˉν δι' εὐρυφωνίαν, ὡς τὸ ἐπλάγχθη καὶ τὸ παλιμπλαγχθέντες ἀπὸ

τοῦ πλάζω καὶ αὐτὰ γενόμενα. καιρία δὲ λέξις τὸ ἔκλαγξαν. διὸκαὶ ἐπιμένει αὐτῇ ὁ

ποιητὴς ὄνομα παραγαγὼν ἐξ αὐτοῦ τὴν κλαγγὴν καὶ εἰπών»δεινὴ δὲ κλαγγὴ γένετ'

ἀργυρέοιο βιοῖο». λειότερον δὲ ἡ κλαγγὴ τῆς κραυγῆς,ὡς καὶ τὸ κλάζειν καὶ κλώζειν

τοῦ κράζειν καὶ κρώζειν προσηνέστερα. διὸκορώνη μὲν ἢ κόραξ κράζειν ἢ κρώζειν

λεχθήσονται διὰ τὸ τραχὺ τῆς τοῦζῴου φωνῆς· γέρανος δὲ κλάζειν καὶ αὐτή, οὐ μὴν

κράζειν λεχθήσεται. οὐ γὰρἡ φωνὴ τῆς γεράνου κατὰ τὴν τοῦ ˉρ ἐκφωνεῖται

τραχύτητα, ἀλλὰ κατὰ τὴν τοῦˉλ λειότητα. ὅτι δὲ τὸ κλάζειν καὶ ἡ κλαγγὴ οὐκ ἐπὶ

μόνων ὀϊστῶν καὶ τόξουκαὶ γεράνου, ἀλλὰ καὶ ἐπ' ἄλλων λέγεται, οἷον καὶ ἐπὶ συῶν,

δειχθήσεταιἀλλαχοῦ. ὅτι δὲ καὶ ἡ ἀμφασία καὶ ἡ ἀμβροσία καὶ τὸ ἄμβροτον καὶ τὸ

χρίμπτεινκαὶ τὸ ῥίμφα καὶ ὁ κόμπος καὶ ὁ κομψὸς καὶ τὸ πίμπλασθαι καὶ τὸ

καταπιμπρᾶνκαὶ ἄλλα πλεονασμὸν ἔπαθον τοῦ ˉν διὰ σεμνότητα φωνῆς, ὡς καὶ τὸ

ἔκλαγξανκαὶ τὸ «λίγξε δὲ βιός» καὶ τὸ λέλογχε καὶ ἄγγελος καὶ τὸ καγχαλᾶν,

φανήσεταιἐν ἰδίοις τόποις. [εἰ δὲ ἡ κλαγγὴ τῶν τοῦ Ἀπόλλωνος ὀϊστῶν ὡς ἡλίου ἦχον

1.65 δηλοῖ τινα ἐμμελῆ ἀποτελούμενον ὑπὸ τῆς ἡλιακῆς σφαίρας ἐν τῷ κινεῖσθαι, ὃ

Πυθαγόρας μὲν ἤθελε ληρεῖν, ἄλλοι δὲ ἀνέτρεψαν, ζητητέον καὶ ἐν τοῖς Ἡρακλείτου εἰς

τὸν Ὅμηρον. ὡς δὲ μόνος παρ' Ὁμήρῳ τοξότης ἐν θεοῖς Ἀπόλλων,καθὰ καὶ ἡ ἀδελφὴ

Ἄρτεμις, ὁ Ὁμηρικὸς μῦθος οἶδε βοηθούμενος καὶ ὑπὸ ἀλληγορίας εἰς ὅσον ἐγχωρεῖ.]

Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος οὐδεμίαν τῶν τεχνῶνἀδέσποτον ἀφίησιν, ἀλλὰ πάσαις

δαιμόνιά τινα ἐφιστᾷ, οἷον ταῖς χειρωνακτικαῖςτὴν Ἀθηνᾶν, ταῖς μαχίμοις τὸν Ἄρην,

τὸν Ποσειδῶνα τῇ ναυτιλίᾳ. καὶ ἡ ἀλληγορία θεραπεύει τὰ τοιαῦτα, καθάπερ αὐτῇ

δοκεῖ. καὶ αὐτὰ δὲ τὰ στοιχεῖαοὕτω πως ὁ μῦθος ἀπομερίζει, μέλεσθαι μὲν τὴν γῆν

λέγων νύμφαις καὶ ∆ήμητρι,θάλασσαν δὲ ἀνιεὶς Ποσειδῶνι καὶ Τρίτωνι καὶ τοῖς ἀμφὶ

τὸν Νηρέα, ὑπὸ τῷ ∆ιῒ δὲ ποιῶν ὅσον ἀνώτερον. καὶ τί δεῖ τὰ τοῦ μύθου λέγειν, ὅπου γε

τὸ τῆς ἀποτελεσματικῆς σοφίας περίεργον οὐδὲν ἀφῆκε τῶν περὶ γῆν, ὃ μὴ τέθεικεν

ὑπὸτῇ τῶν πλανήτων ἐπικρατείᾳ, οὐ μόνον περὶ τὰ μεγάλα φιλοτιμούμενον, ὧνἓν καὶ

τὰ μέταλλα, ἀλλὰ καὶ μέχρι αὐτῶν κρομύων καὶ σκορόδων σμικρολογούμενον. ὁ τοίνυν

μῦθος οὕτω τὰ πάντα διανέμων προϊστᾷ καὶ τῆς τοξευτικῆςτέχνης τὸν Ἀπόλλωνα

κοινωνὸν αὐτῷ διδοὺς καὶ τὴν Ἄρτεμιν. καὶ ἡ μὲν ἀλληγορία ταῦτα νοεῖ λέγεσθαι ἢ διὰ

τὸ ἐν ἀκτινοβολίαις ἑκηβόλον τῶντοιούτων ἀστέρων ἤγουν Ἀπόλλωνος ἡλίου καὶ

Ἀρτέμιδος σελήνης ἢ καὶ ὅτι δοκοῦσιν οὗτοι συνεπαρήγειν τι τοῖς τοξεύουσιν. ὁ δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

41

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!