18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καὶ τῶν ὁμοίων. τὸ μέντοι ὁδοδόκος καὶ ὁδόπορος ἄλλως ἐθεράπευσετὸ πολύβραχυ τῶν

συλλαβῶν, δι' ἐπενθέσεως τοῦ ˉι, καθὰ καὶ τὸ μεσαπόλιοςμεσαιπόλιος, Πυλαμένης,

Ἰθαμένης καὶ ὅσα τοιαῦτα. [δύναται δὲ δολιχόσκιονἔγχος λέγεσθαι καὶ πρὸς διαστολὴν

ξίφους, ἔγχος γὰρ καὶ τὸ ξίφος παρὰ τοῖςτραγικοῖς.] (ῃ. 347) Ὅτι βαλεῖν, οὐ τὸ ἀφεῖναι

βέλος, ἀλλὰ τὸ ἐπιτυχεῖν, ὡς ἐπὶπλεῖστον εὑρίσκεται παρὰ τῷ ποιητῇ. δηλοῖ δέ ποτε καὶ

τὸ καταρρῖψαι. οὕτω γὰρκαὶ Ἀχιλλεὺς ἔβαλε πρὸς τῇ γῇ τὸ σκῆπτρον. λαμβάνεται δὲ καὶ

ἀντὶ τοῦθεῖναι, ὡς τὸ «φιλότητα μετ' ἀμφοτέροισι βάλωμεν», [ἤγουν θήσομεν, καὶ

«ἐνφρεσὶ βάλῃ», ἤγουν εἰς νοῦν θήσεις, ἐξ οὗ σύνθετον τὸ νουθετεῖν.] (ῃ. 347 ς.)Ὅτι τὴν

ἀσπίδα τοῦ Μενελάου καὶ τὴν τοῦ Πάριδος πάντοσε ἴσας εἶναι ἱστορεῖὡς περιφερεῖς.

δοκεῖ δὲ ἡ τοῦ Μενελάου ἀσπὶς καὶ χαλκῆν ἔχειν πτύχα ἐπιφαινομένην. διὸ εἰπών· «καὶ

βάλεν Ἀτρείδαο κατ' ἀσπίδα πάντοσε ἴσην» ἐπάγει»οὐδ' ἔρρηξε χαλκόν», τὸν

ἐπιπολάζοντα δηλαδή, «ἀνεγνάμφθη δέ οἱ αἰχμή»,τουτέστιν, ὡς καὶ ἀλλαχοῦ κεῖται,

ἀνεκάμφθη, ἠμβλύνθη. τινὲς δὲ γράφουσιν»οὐδ' ἔρρηξε χαλκός», ἤγουν οὐ διεπέρασε

τῆς τοῦ Μενελάου ἀσπίδος ὁ κατὰτὸ δόρυ τοῦ Ἀλεξάνδρου σίδηρος. (ῃ. 348) Ἰστέον δέ,

ὡς αἰχμὴ κυρίως ἡ ἐπιδορατίς, ἤγουν τὸ ξίφος τοῦ δόρατος, παρὰ τὸ αἷμα χέειν,

μετατεθέντος τοῦˉμ. ἀπὸ δ' αὐτοῦ ὡς χρησιμωτάτου μέρους καὶ ἅπαν τὸ δόρυ αἰχμή

συνήθως καλεῖται, ὡς δηλοῖ τὸ «ἀνεγνάμφθη δέ οἱ αἰχμὴ ἀσπίδι ἐνὶ κρατερῇ». οὕτω δὲ

ἀνάπαλιν 1.665 καὶ δόρυ τὸ ὅλον ἀπὸ τοῦ ξύλου λέγεται, ὥστε δύο ὄντων μερῶν τῷ

τοιούτῳὅπλῳ, ξύλου τε καὶ σιδήρου, δόρυ μὲν ἀπὸ τοῦ ξύλου λέγεται, αἰχμὴ δὲ ἀπὸ

τοῦσιδήρου. (ῃ. 351–4) Ὅτι Μενέλαος μὲν εὔχεται ξενίῳ ∆ιῒ κατὰ τοῦ ἅρπαγοςμοιχοῦ

τίσασθαι καὶ δαμάσειν ἐκεῖνον–πέποιθε γάρ, ὡς δίκαια τὰ τῆς εὐχῆς–,Ἀλέξανδρος δὲ

εἰδὼς ἄδικα εὔξεσθαι κατὰ τοῦ Μενελάου οὐ παρρησιάζεται,ἀλλὰ σιωπᾷ. τί γὰρ ἂν εἴη

τέλος ἀδίκου εὐχῆς; Σημείωσαι δέ, ὅτι ἡ τοῦ Μενελάου εὐχὴ παρῳδηθεῖσα ἐκ τοῦ «Ζεῦ

ἄνα» πρέποι ἂν εἰς κακοξένουἀράν, οἷον «θεὲ ἄνα, δὸς τίσασθαι, ὅ με πρότερος κάκ'

ἔοργε, καὶ ἐμῇς ὑπὸχερσὶ δάμασσον, ὄφρα τις ἐρρίγῃσι καὶ ὀψιγόνων ἀνθρώπων

ξεινοδόκον κακὰῥέξαι, ὅ κεν φιλότητα παράσχῃ», [ἤγουν ὃς οὔτε ἀποπέμψει οὔτε

λῃστρικῶςβλάψει τὸν ξενισθέντα, φιλοφρονήσεται δέ, ὡς ἐγώ ποτε τὸν Πάριν ἐν

Λακεδαίμονι.] (ῃ. 351) Ἰστέον δέ, ὅτι ἐν τῷ «Ζεῦ ἄνα», ἤτοι ὦ Ζεῦ βασιλεῦ, τὸ ἄναἢ ἀπὸ

τῆς ˉἀˉνˉα προθέσεως τῆς δηλούσης τὴν ἄνω σχέσιν εἴληπται εἰς ὄνομα ἢἀπὸ τοῦ ἄναξ

ἀποβολῇ τοῦ διπλοῦ γέγονεν ὁμοίως τῷ γύναι. ὅτι δὲ θεία, ὡςκαὶ προδεδήλωται, λέξις

ἐστὶ τὸ ἄναξ, δηλοῖ καὶ ὁ γράψας οὕτω· «ἄναξ, θεοὺςγὰρ δεσπότας καλεῖν χρεών», ὡς

ταὐτὸν ὂν ἄνακτα εἰπεῖν καὶ θεόν. [Τὸ δέ «ὅςμε πρότερος κακὰ ἔοργε» κακοῦργόν τε

συνθέτως εἰπεῖν τὸν Πάριν εἶναι δηλοῖκαὶ διασαφητικόν ἐστι τοῦ «Ἀλεξάνδρου ἕνεκ'

ἀρχῆς», τοῦ καὶ ἀρχεκάκου διὰταῦτα.] (ῃ. 352) Τὸ δέ «καὶ ἐμαῖς ὑπὸ χερσὶ δάμασσον»

διασαφητικόν ἐστι τοῦ»δὸς τίσασθαι», ὥσπερ καὶ τοῦ ξεινοδόκου ἐφερμηνευτικόν ἐστι

τὸ «ὃς ἂνφιλότητα παράσχῃ». (ῃ. 354) Τὸ δὲ ξεινοδόκος παροξύνεται διὰ τὴν ἐν

αὐτῷνοουμένην ἐνέργειαν. τὰ γὰρ παρὰ ῥῆμα σύνθετα ὀνόματα παροξύνεται μέν,

ὅτεἐνέργειαν ὑπισχνεῖται, προπαροξύνεται δὲ ὅτε πάθος, εἰ μὴ κανόνες κωλύοιεν,οὓς

παρατίθεται Ἡρωδιανός· λιθοβόλος μὲν οὖν παροξυτόνως ὁ λίθον

βάλλων,προπαροξυτόνως δὲ ὁ λίθῳ βεβλημένος· καὶ πρωτοτόκος μὲν ἡ

πρώτωςτεκοῦσα, πρωτότοκος δὲ ὁ πρῶτος τεχθείς· οὕτω καὶ ξεινοδόκος ὁ

ξένουςδεχόμενος ἐνεργητικῶς. φιλικὴ δὲ λέξις ὁ ξένος παρὰ τῷ ποιητῇ, παρὰ δὲἄλλοις

ξένος ὁ ἀλλότριος. Ἡρόδοτος δὲ λέγει καί, ὅτι ξένους οἱ Λάκωνεςἐκάλουν τοὺς

βαρβάρους. γίνεται δὲ ἀπὸ μὲν τοῦ Ὁμηρικοῦ ξένου ἡ ξενία καὶ ὁξεινοδόκος καὶ τὸ

ξενίζειν, ἀπὸ δὲ τοῦ λοιποῦ τὸ ἀποξενοῦσθαι. (ῃ. 353) Τὸ δὲἐρρίγῃσι μέσος ἐστὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

409

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!