18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐξ ἧς 1.662 παρέφθαρται χυδαϊζόμενον τὸ πλεκτὸν σπαρτίον, ὃ σωμάτων ῥύπους

ἐκτρίβειἐν λοετροῖς.] καὶ ἡ νευρὰ δὲ τμῆμα μέν ἐστι δέρματος βοὸς ἄρτι ἐν τοῖς

τόξοις.διότι δέ ποτε νεῦρα βόεια συνεκρότουν αὐτήν, παρέμεινε μέχρι καὶ νῦν τὸ

τῆςκλήσεως. καὶ τὸ κερᾶν δὲ παλαιᾶς οἰνοχοείας τῆς διὰ κέρατος ὄνομα τοῖςὕστερον

συμποσίοις παρέμεινε. τοιοῦτόν τι, ὡς προεδηλώθη, καὶ ὁ ὀβολός, εἰςὀξὺ λήγων παρὰ

τοῖς ἀρχαίοις κατὰ τοὺς ὀβελούς, κἂν νῦν μικροῦ δεῖν ὡςεἰς ἐπίπεδόν τι κατήνεκται.

ἀλλὰ καὶ ἡ δραχμή, τουτέστιν οἱ ἓξ ὀβολοί, ἐξ ἀρχαίας χρήσεως, ὡς καὶ αὐτὸ προείρηται,

ἔτυχε τοιαύτης κλήσεως. τοσούτωνγὰρ ὀβολῶν εἶχε τότε ἡ χεὶρ ἐπιδράττεσθαι, ὡς

ἱστορεῖ καὶ Πλούταρχος. καὶλίνον δὲ τὴν χορδὴν λέγειν ἐκ τῶν ἀνέκαθεν εἰς τοὺς

ὕστερον καθήκει. πάλαι γάρποτε δοκεῖ λινέας εἶναι τὰς μουσικὰς χορδάς, ὡς καὶ ὁ

αἴλινος ὑποδηλοῖ. [καὶ ἡβίβλος δὲ ἀρχαιοτροπίαν δηλοῖ παλαιγόνου πράγματος. ἐγίνετο

γάρ ποτε τὰτῶν χαρταρίων σώματα ἐκ φυτοῦ, ὅ, καθὰ καὶ ἀλλαχοῦ δεδήλωται,

βύβλοςἐλέγετο.] καὶ τὸ τῆς δέλτου δὲ ὄνομα ὁμοίως ἄνωθεν κατέβη ἀπὸ τῶν

δελτωτῶνβιβλίων εἴτ' οὖν ἐκ τῶν κατὰ δέλτα πτυσσομένων γραφῶν, αἳ κυρίως

δέλτοικαλούμεναι ἀφῆκαν τοῖς ὕστερον βιβλίοις κληρονομῆσαι τοιαύτης κλήσεως.

Τὸδὲ εὔτυκτον γίνεται μὲν ἐκ τοῦ τεύχω, ἀπέβαλε δὲ τὸ ˉε διὰ εὐφωνίαν, ὥσπερ καὶἡ

κύστις ἐκ τοῦ κεύθω οὖσα καὶ ἐκ τοῦ πεύθω ἡ πύστις, ὅ ἐστιν ἡ μάθησις.οὕτω καὶ τὸ

νευστάζειν νυστάζειν φαμὲν καὶ τὸ ἐτεύχθη ἐτύχθη. καὶ ἡ τέχνη δὲὁμοίως καὶ ὁ τέκτων

ἀπέβαλον τὸ ˉυ ἐκ τοῦ τεύχω γενόμενα. (ῃ. 337) Ἵππουριςδὲ ἡ ἄνω ἔχουσα περὶ τὸν

λόφον τρίχας ἐξ ἵππων οὐρᾶς, ὅπερ ἐγίνετο διὰ τὸ φοβερώτερον. διό φησιν ὁ ποιητής,

ὅτι «δεινὸν δὲ λόφος καθύπερθεν ἔνευε». φοβερώτερον γὰρ τὸν ὁπλίτην ἡ τοιαύτη

ἐποίει, ὥς που δηλώσει καὶ τὸ τοῦἝκτορος βρέφος ταρβῆσαν χαλκὸν καὶ λόφον

ἱππιοχαίτην δεινὸν ἐπ' ἀκροτάτης 1.663 κόρυθος νεύοντα. ἔνθα δῆλον ὡς ὁ λόφος

ἀκροτάτη κόρυς ἐστίν, ὁμωνυμῶν τῷτοῦ ὄρους λόφῳ, ἐξ οὗ καὶ ὁ γήλοφος καὶ

λοφνίδες, αἱ ἐκεῖθεν λαμπάδες, καὶλοφιὰ ζῴου καὶ ζῷα λόφουρα. τὴν δὲ ἵππουριν καὶ

ἱπποδάσειαν ἐρεῖ, ἐπίτηδεςκαὶ τοῦτο πλάσας ὁ ποιητής, ὡς ἂν πιθανῶς ἐν τοῖς ἑξῆς ἔχῃ

ἑλκῦσαι τὸν Πάριν δραξάμενος τῶν τριχῶν ὁ Μενέλαος. Θεόκριτος δὲ τὸ Ὁμηρικὸν

περιφραστικῶς ἑρμηνεύων φησίν· «ἵππειαι κόρυν σκεπάσασαι ἔθειραι». [∆ῆλον δέ,ὅτι

καὶ οὐρὰ ἵππου καὶ χαίτη δὲ συνετέλουν εἰς τὸ τῆς κόρυθος ἄκρον, ὡς ἡ ἵππουρις δηλοῖ

καὶ ὁ ἱππιοχαίτης λόφος.] (ῃ. 342) Ὅτι ἀγριότητα ὑπογράφει προσώπου τὸ «δεινὸν

δερκόμενοι, θάμβος δ' ἔχεν εἰσορόωντας». (ῃ. 344 ς.)Ὅτι μονομάχων πολεμίων ἴδιον τὸ

«καί ῥ' ἐγγὺς στήτην διαμετρητῷ ἐνὶχώρῳ σείοντ' ἐγχείας ἀλλήλοισι κοτέοντε». τίς δὲ ὁ

διαμετρητὸς χῶρος,προείρηται. ὥσπερ δὲ ἔλεγχος ἐλεγχείη, οἷον «ἐλεγχείην καταχεύῃ»,

οὕτω καὶἔγχος ἐγχείη. ἔοικε δὲ διαφορά τις εἶναι τῶν δοράτων, ἃ πρὸ μικροῦ ἔπαλλεν

ὁἈλέξανδρος, καὶ τούτων τῶν ἐγχειῶν. ἔγχος μὲν οὖν ἐνταῦθα καὶ ἐγχείαςπολλάκις

φησί, δόρυ δὲ οὐδὲ εἰσάπαξ. καὶ ἴσως αὗται μὲν ὀρεκταί, ἐκεῖνα δὲ καὶἀφίεντο, τυχὸν δὲ

καὶ τῷ μήκει διέφερον. διὸ περὶ τῶν μονομάχων τούτωνφησίν, ὅτι μακραῖς ἐγχείαις

μαχήσονται. (ῃ. 346) Ὅτι καὶ ἐν τῷ «πρόσθε δ'Ἀλέξανδρος προΐει δολιχόσκιον ἔγχος»

καὶ ἐν ἄλλοις δὲ πολλαχοῦ δολιχόσκιονἔγχος λέγει ἢ τὸ μακρόν, οὗ δολιχὴ καὶ ἡ σκιά, ἢ

τὸ εἰς δολιχὸν κιὸν ἤτοι εἰςμακρὸν πορευόμενον πλεονασμῷ τοῦ ˉσ ἤ, ὅπερ δολιχὸν

γέγονε διὰ τὸ ἐν σκιᾷτραφῆναι, ὡς καὶ ἀλλαχοῦ ῥηθήσεται. ὁ δὲ τοῦ ˉσ πλεονασμὸς ἐν

πολλαῖςεἴθισται βραχυνομέναις λέξεσι κατ' ἐπαλληλίαν πυκνήν, ὁποῖαι καὶ τὸ

θέσκελον,θέσφατον, θεσπέσιον, θεόσδοτον, μογοστόκος Εἰλείθυια. ἦν δ' ἂν οὕτω

καὶθεοστόκος ἐν μέτρῳ δακτυλικῷ, εἰ μὴ τραπέντος τοῦ ˉο εἰς ˉη θεητόκος ἐγράφη

1.664 καθ' ὁμοιότητα τοῦ στεφανοφόρος, βοτρυοφόρος, σικυέλατον, ὑπέλατον,ἐνέλατον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

408

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!