18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καλύπτουσιδηλαδὴ τὰ σφυρά, ὁπλισάμενος πρῶτον τὰ κάτω, ἕως ἐπικύπτειν ἔχει

ἐλαφροῖςτοῖς ἄνω μέρεσι. «δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνεν οἷο κασιγνήτοιο

Λυκάονος, ἥρμοσε δ' αὐτῷ· ἀμφὶ δ' ἂρ ὤμοισι βάλετο ξίφος ἀργυρόηλον,χάλκεον, αὐτὰρ

ἔπειτα σάκος μέγα τε στιβαρόν τε, κρατὶ δ' ἐπ' ἰφθίμῳ κυνέηνεὔτυκτον ἔθηκεν,

ἵππουριν, δεινὸν δὲ λόφος καθύπερθεν ἔνευεν· εἵλετο δ'ἄλκιμον ἔγχος, ὅ οἱ παλάμῃφιν

ἀρήρει». (ῃ. 339) Καὶ οὕτω διασκευάσας εἰςλεπτὸν τὴν τοῦ Πάριδος ὅπλισιν ἐπὶ

Μενελάου πάνυ συντέμνει τὸ νόημα, ὡς ἂνμὴ ἀκαίρως τὰ αὐτὰ λεπτολογῇ, καί φησιν·

«ὡς δ' αὕτως Μενέλαος ἀρήϊοςἔντε' ἔδυνε» προτιμηθέντος κἀνταῦθα τοῦ Πάριδος, ἵνα

σὺν τῇ ἄλλῃ φιλοτιμίᾳἔχῃ καὶ τοῦτο. Καὶ σημείωσαι τὸ «Μενέλαος ἀρήϊος». τὸν

Ἀλέξανδρον μὲν γὰρδῖον προσεῖπεν ἁπλῶς οὕτω, τὸν δὲ Μενέλαον ὥσπερ πρὸ τούτου

ἀρηΐφιλον,οὕτω νῦν ἀρήϊον, ἤτοι πολεμιστήν, νίκης ἐλπίδας ὑποτείνων τῷ

ἀκροατῇ.Ἑλένης δὲ πόσιν τὸν δῖον Ἀλέξανδρον λέγει σκωπτικώτερον. οὐ γὰρ ἔδει τὸν

δῖον τὴν ἀλλοτρίαν ἔχειν. συχνὰ δὲ τοῦτον καὶ ἐν τοῖς ἑξῆς, ὡς φανεῖται, πόσιντῆς

Ἑλένης φησίν. εἰ δέ τινα ἔχει διαφορὰν ὁ πόσις καὶ ὁ ἀνήρ, ὡς ἐν Τραχινίαιςἐμφαίνει

Σοφοκλῆς, ἑτέρωθι φανήσεται. (ῃ. 330) Κνημῖδες δὲ καὶ νῦν ὅπλονσκέπον τὰς κνήμας,

ἀφ' ὧν καὶ παρονομάζονται. τούτων τὰ ἄκρα ἐπισφύριαλέγεται, ὡς τοῖς τῶν ποδῶν

κάτω σφυροῖς προσαρμόζοντα. διὸ καὶ ἀργύρεαταῦτα, ὡς καὶ αἱ κνημῖδες καλαί. καὶ ἡ

ἀσπὶς δὲ φαεινὴ καὶ πολυδαίδαλος,ἤγουν ποικίλη, κατὰ τὰ ἔργα τοῦ ∆αιδάλου. τινὲς δὲ

ἐπισφύρια τοὺς γλυμμούςφασι τῶν σφυρῶν τοῦ ποδός, ἃ καὶ ἀργυρᾶ φησι σκώπτων, ὥς

που καὶ τὴν Θέτινφησὶν ἀργυρόπεζαν, ἵνα ἐμφήνῃ γυναικίαν τὸν Ἀλέξανδρον, ὥσπερ τὰ

κατὰψυχήν, οὕτω καὶ κατὰ σῶμα. (ῃ. 332) Ὁ δὲ θώραξ, ὃν ἐνδύνει ὁ Πάρις,κασιγνήτου

ἦν. οἰκεῖον γὰρ οὐκ εἶχε θώρακα πρόχειρον. παρδαλέη γὰρ περιέκειτοτοῖς ὤμοις αὐτοῦ,

ὅτε ἐκ Τροίας κατέβη. ἵνα δὲ μὴ δόξῃ τοῦτο αἴτιον ἥττηςτῷ Πάριδι ὡς ἀπροσφυοῦς ἴσως

ὄντος τοῦ θώρακος, φησί· «ἥρμοσε δ' αὐτῷ»,προδεδοκιμασμένος, οἷα εἰκός, καθὰ καὶ τὸ

ἔγχος ἥρμοστο αὐτοῦ τῇ παλάμῃ. 1.661 τὸν δὲ τοῦ Λυκάονος φορεῖ θώρακα, ὅμοιος,

φασίν, ὁμοίου. Ἀλέξανδρός τε γὰρμαλακὸς εἰς μάχην καὶ Λυκάων δὲ ἐν τοῖς ἑξῆς

ἱστορηθήσεται εἰς πόνουςεὐένδοτος. (ῃ. 334) Τὸ ξίφος δὲ ἀμφὶ τοῖς ὤμοις βάλλεται κατὰ

ἀρχαϊσμόν.οὔπω γὰρ ἦν ἔθος αὐτὸ περιζώνυσθαι. ἔνθα καὶ ὅρα καί, ὅτι θώρακα δύνειν

καὶἔντεα δύνειν λέγει, ξίφος δὲ ἀμφιβαλέσθαι, ὥσπερ καὶ σάκος. (ῃ. 335) Τὸ δὲσάκος

μέγα καὶ στιβαρὸν λέγει, ὡς ἂν ὁ Μενέλαος γενναῖος εἶναι δόξῃ, ὅτε τὸδόρυ διελάσει

αὐτοῦ. [(ῃ. 336) Τὸ δέ «κρατὶ δ' ἐπ' ἰφθίμῳ» Ἀττικῶς δοκεῖλεχθῆναι. κοινῶς γὰρ ἰφθίμῃ

ὤφειλεν εἶναι. τοιοῦτον δὲ ἦν καὶ τὸ «ψυχὰςἰφθίμους». δύναται δὲ καὶ τριβὴν ἔχειν

λόγου, ὁποίαν ἐν Ὀδυσσείᾳ τὸ «σῷκράατι τίσεις».] Τὸ δὲ κυνέη χρήσεως παλαιᾶς ἐστιν

ὄνομα. ὡς γὰρ ἐν τῷπαρδαλέη, λεοντέη, λυκέη, ἐλλείπει τὸ δορά, οὕτω καὶ ἐν τῷ κυνέη.

δηλοῖ γὰρκυνέην δοράν, ἤγουν κυνὸς ποταμίου, σκέπουσαν τὰς κεφαλὰς τοῖς

παλαιοῖς.ὕστερον δὲ ἡ μὲν τοιαύτη ὕλη τοῦ σκεπάσματος ἠμελήθη, τὸ δ' ὄνομα

οὐκἐκλέλοιπεν, ἀλλὰ καὶ τὸ ἐξ ἄλλης ὕλης ἔρυμα τῆς κεφαλῆς κυνέη καλεῖται διὰτὴν

παλαιὰν χρῆσιν, καθ' ἣν καὶ ἡ τοῦ Ἄϊδος περικεφαλαία κυνέη λέγεται.κατὰ τὸν αὐτὸν

δὲ τρόπον καὶ τὰ ἐκ σιδήρου ὅπλα χάλκεά φαμεν διὰ τὸ ἀρχαῖον.ἦν γὰρ ὅτε χαλκὸς

βαπτόμενος ἐστομοῦτο πρὸς ὅπλα. καὶ ὁ πίναξ δὲ ἐπὶ βιβλίουκαὶ τὸ πυξίον παλαιᾶς εἰσιν

ἐγκαταλείμματα χρήσεως. πάλαι γάρ ποτε πίναξινἤτοι σανίσι, καὶ ταύταις ἐκ πύξου

μάλιστα, τὰ γράμματα ἐνεκόλαπτον. καὶτὸ γράφειν δὲ παλαιᾶς ἐνεργείας ὄνομα.

ξυσμαῖς γάρ τισιν ἐτυποῦντο τὰ στοιχεῖα,τὸ δὲ ξύειν γράφειν ἐλέγετο. καὶ τὸ σπαρτίον

δὲ καὶ τὸ σχοινίον, ὡς καὶπροεγράφη, ἐκ παλαιοῦ ἔργου κρατεῖ λέγεσθαι, παρώνυμα

ὄντα φυτοῖς ἐξ ὧνἐγίνοντο, [ἤγουν τῇ φυομένῃ σχοίνῳ ἐν τόποις ὑγροῖς καὶ τῇ σπάρτῳ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

407

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!