18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διδομένων ἐν τοῖςτοιούτοις. χρῆσις δὲ τοῦ ῥηθέντος πάλλειν καὶ τοῦ κατ' αὐτὸν κλήρου

καὶ παρὰ Σοφοκλεῖ ἐν τῷ «οἱ τεταγμένοι βραβεῖς κλήροις ἔπηλαν». Ἰστέον δέ, ὅτι ὁ μὲν

κλῆρος καὶ πάλος λέγεται κατὰ πολυωνυμίαν, τοῦ δὲ πάλλειν ῥήματοςοὐκ ἔστι

καιριωτέρα λέξις ὡς ἐν ποιήσει. παρὰ δὲ τοῖς ὕστερον ἀπὸ τοῦ κλήρουκαὶ τὸ κληροῦν

καὶ τὸ κληροῦσθαι λέγεται. Εὐριπίδης δὲ ἐν μὲν Φοινίσσαις καὶμαντικάς τινας ψήφους

κλήρους καλεῖ, ἅς, φασί, δέλτοις παρεσημειοῦντο ἔν τεπτήσεσιν ὀρνίθων καὶ λοιποῖς.

ἐκεῖ δὲ οἱ παλαιοὶ κλήρους νοοῦσι καὶ τοὺς ὑπὲρμαντείας μισθούς. ἐν δὲ τῷ «δέλτος

κλήρους οὐ δεδεγμένη» κλήρους, φασί,λέγει ἢ τὰς μαντείας ἢ σημεῖά τινα διδόμενα τῷ

μάντει, ἐξ ὧν ὁρμώμενοςπροεφήτευε. ∆ῆλον δὲ καί, ὡς ἐκ μὲν τοῦ καθ' Ὅμηρον κλήρου

καὶ ἡ κατὰβίον λαχοῦσά τινι περιουσία κλῆρος λέγεται μεταφορικῶς καὶ ἡ ῥητορικὴ

δὲἀποκλήρωσις ἐκεῖθεν εἴληπται. ἐκ δὲ τοῦ πάλου ἐρρέθη ὁ ἀντίπαλος, ὃς οὐμόνον

δηλοῖ τὸν ἐξ ἐναντίου πάλου ἐρίζοντα, ἀλλά ποτε καὶ τὸν σαφῶς οὕτωλεγόμενον

ἰσοπαλῆ. (ῃ. 318) Ὅτι τὸ «λαοὶ δ' ἠρήσαντο, θεοῖσι δὲ χεῖραςἀνέσχον» ἀμφιβολίας ἐστὶ

σχῆμα εἰς μίαν ἀφορώσης ἔννοιαν. εἴτε γὰρ εἴποι τιςθεοῖσι τρισυλλάβως εἴτε

δισυλλάβως θεοῖς, εἶτα ἐπάγει «ἰδὲ χεῖρας ἀνέσχον»,ἡ αὐτή ἐστιν ἔννοια. δῆλον δέ, ὡς

καὶ προεγράφη, ὅτι οὐ μόνον ἐπὶ ἀνατάσεωςχειρῶν τὸ ἀνασχεῖν, ἀλλὰ καὶ ἐπὶ ἀνατολῆς

ἡλίου. τὸ μέντοι ἐξανίσχειν ἐπὶμόνου ἡλίου λέγεται καὶ τὸ ὑπερῆρθαι δὲ εἰς ὕψος

ἐντεῦθεν ἐξανέχειν φαμέν.(ῃ. 321–3) Ὅτι ἀρὰ κατὰ ἀρχεκάκου τὸ «ὁππότερος τάδε ἔργα

μετ' ἀμφοτέροισιν ἔθηκε, τόν, θεέ, δὸς ἀποφθίμενον δῦναι δόμον Ἄϊδος εἴσω, ἡμῖν δ'

αὖφιλότητα καὶ ὅρκια πιστὰ γενέσθαι». Τρῶες δὲ κατ' Ἀλεξάνδρου ταῦτά 1.659 φασιν.

ὅρα δέ, ὡς εὐπαίδευτος ὁ τοῦ λαοῦ λόγος ἐν τῷ «ὁππότερος τάδε ἔργαἔθηκεν». εὐφήμως

γὰρ ἔργα λέγει τὰ πολλὰ κακά, ὧν αἴτιος ὁ Ἀλέξανδρος, οὐμὴν ὁ Μενέλαος. ὡς γὰρ

προείρηται, ὁ μὲν Ἀλέξανδρος ἦρξεν, ὁ δὲ Μενέλαοςἔριν σχὼν ἠμύνατο. καί πώς ἐστι τὸ

ῥηθὲν ὅμοιον τῷ «μυρί' Ἀχαιοῖς ἄλγεαἔθηκε». (ῃ. 322) Τὸ δέ «ἀποφθίμενον δῦναι εἰς

Ἅιδην» πρὸς διαστολὴν εἴρηταιτῶν δίχα φθορᾶς μυθευομένων δῦναι εἰς Ἅιδου, ὁποῖος

ὁ Πειρίθους καὶ ὁὈδυσσεὺς καὶ ὁ Ἡρακλῆς. [συγκέκοπται δὲ τὸ ἀποφθίμενον Αἰολικῶς,

τὸ γὰρ ἐντελὲς ἀποφθιόμενον ἐκ τοῦ φθίω.] (ῃ. 324 ς.) Ὅτι ἔπαλλε τοὺς κλήρους

ὁἝκτωρ ἄψ, ἤγουν ὀπίσω, ὁρῶν, ἵνα μὴ δόξῃ κακουργῆσαί τι. καὶ ὅμωςεὐτυχῶς Πάριος

θοῶς ἐκ κλῆρος ὄρουσεν, ἤγουν ταχὺ ἐξέθορε. καὶ τὰ μὲν τῆςτύχης ἐνταῦθα φιλοτίμως

ἔχει τῷ ἅρπαγι, ὑπερτερήσει δὲ ἀρετῇ ὁ ἀγαθὸς Μενέλαος. (ῃ. 327) Ὅτι ἐν τῷ «ἔνθα

ἵπποι ἀερσίποδες καὶ ποικίλα τεύχεα ἔκειτο» ἐξ ἀναλόγου νοητέον ἐν τῷ «ἵπποι» τὸ

ἵσταντο. οὐ γὰρ ἔκειντο καὶ οἱἵπποι. πολλὰ δὲ τοιαῦτα σχήματα παρὰ τῷ ποιητῇ, ὁποῖον

σὺν ἄλλοις καὶ τὸ»σῖτον καὶ οἶνον ἔδοντες». ἐκ τοῦ ἀναλόγου γάρ, ὥσπερ σῖτον ἔδοντες,

οὕτωνοητέον καὶ οἶνον πίνοντες. τινὲς δὲ φιλοσοφώτερον ἐπιβάλλοντες ἐν τῷ

ἔκειντονοοῦσι καὶ τὸ ἵσταντο. κεῖσθαι γὰρ γενικῶς καὶ τὸ ἵστασθαι. τινὲς δὲ

στίξαντεςεἰς τὸ «ἵπποι ἀερσίποδες», κατὰ ἔλλειψιν τοῦ ἦσαν, ἐπάγουσι «καὶ ποικίλα

τεύχεα ἔκειτο». ἀερσίποδες δὲ οἱ λίαν ταχεῖς καὶ ὠκύποδες ἢ ἀελλόποδες καί, ὡςεἰπεῖν,

κουφόποδες ἐκ τοῦ ἀείρω ἀέρσω. ἀείρεσθαι δέ ἐστι τὸ εἰς ἀέρα κουφίζεσθαι, ἀφ' οὗ καὶ

«ἀερσιπότητος ἀράχνης» παρὰ Ἡσιόδῳ. (ῃ. 328) Ὅτι ὥσπερ δίφρον περικαλλέα ἔφη τὸν

τοῦ Πριάμου, οὕτω καὶ τεύχεα καλὰ τὰτοῦ Ἀλεξάνδρου, οὗ καὶ αἱ κνημῖδες καλαὶ

ῥηθήσονται. δεῖ γὰρ καὶ πρὸς κάλλοςἠσκῆσθαι τὰ πολεμιστήρια ὄργανα, ὡς πολλαχοῦ

δείκνυται. (ῃ. 329–38) Ὅτι 1.660 χαίρων ὁ ποιητὴς πραγμάτων διασκευῇ, ὡς μυριαχοῦ

φαίνεται, ἤγουν τῇ κατὰλεπτὸν ἀφηγήσει, διατυποῦται καὶ ἐνταῦθα τὴν τοῦ Πάριδος

ὅπλισιν λέγων,ὅτι «δῖος Ἀλέξανδρος, Ἑλένης πόσις ἠϋκόμοιο, κνημῖδας μὲν πρῶτον

περὶ κνήμῃσιν ἔθηκε, καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας», τοῖς

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

406

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!