18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἔνδον που μένων παράβυστος. Σημείωσαι δέ, ὅτι πιθανῶς ὑποχωροῦνταποιεῖ τὸν

γέροντα Πρίαμον ὁ ποιητής, ἵνα μὴ παρὼν ἀνάγκην σχοίη τελέσαι τὰτῶν ὅρκων καὶ

οὕτω κακοήθης ἡ ποιητικὴ γένηται διασκευή. ἀποδημοῦντοςγάρ, οὐ μὴν παρόντος, τοῦ

συνετωτάτου Πριάμου συγχεθήσεται πιθανῶς τὰὅρκια. καὶ οὕτως εὐοδωτέρα ἡ τῆς

ποιήσεως ἔσται περιπέτεια. (ῃ. 308) Ἵνα δὲμὴ δόξῃ ὁ γέρων καταψηφίζεσθαι τοῦ υἱοῦ

ἧτταν διὰ τὴν ἀναχώρησιν καὶἀπαιτηθείη τὰ δόξαντα, φησὶ παρὰ τῷ θεῷ κεῖσθαι τὰ τοῦ

τέλους· «Ζεὺς γάρπου τό γε οἶδε», φησίν, «ὁπποτέρῳ θανάτοιο τέλος πεπρωμένον

ἐστίν», ἤτοιπεπερατωμένον ἐξ εἱμαρμένης, οἱονεὶ λέγων, ὅτι οὐχ' ὡς ἡττηθησόμενον

προλείπει τὸν Πάριν, εἰ καὶ ἀρηΐφιλος ὁ Μενέλαος, ἀλλὰ διότι οὐκ ἂν τλαίη

βλέπωνμαχόμενον τὸν φίλον υἱὸν καὶ ἀγωνιῶν. εἰ γὰρ καὶ ἅρπαξ ὁ Πάρις καὶ

μισητός,ἀλλ' αὐτῷ φίλος υἱός ἐστιν. ὅτι δὲ εἰκὸς ἦν ὑπὸ Πριάμου ἐκδοθῆναι τὴν

Ἑλένην,εἰ παρῆν, ὅτε ἡττήθη Ἀλέξανδρος, ἐμφαίνει ὁ τῶν δημογερόντων λόγος,ὅτε ἐπὶ

τοῦ τείχους ἦσαν, εἰπόντων, ὅτι καὶ τοιαύτη οὖσα οἰχέσθω, ἵνα μὴ κακὸνἡμῖν γένηται.

εἶχε δὲ καὶ ὁ τῶν Τρώων ὄχλος ἑτοίμως, εἰ ὁ Πρίαμος ἐπένευσεν.ἐμίσουν τε γὰρ τὸν

Ἀλέξανδρον ἀπεχθόμενον ἶσον κηρὶ μελαίνῃ καὶ εὔξονται δὲ 1.657 θανεῖν ἐκεῖνον, «ὃς

τάδε ἔργα ἐν ἀμφοτέροισιν ἔθηκεν». ὁ δὲ ἦν ὁ ἀρχέκακοςἐπάρατος Ἀλέξανδρος. (ῃ. 305)

Ἠνεμόεσσαν δὲ τὴν Τροίαν εἶναι πολλαχοῦ δηλοῖ ὁ ποιητὴς διὰ τὸ ἐφ' ὑψηλοῦ κεῖσθαι.

[(ῃ. 306) Τὸ δέ «οὔπω τλήσομαι»ἀσύνηθες τοῖς ὕστερον. ἐνταῦθα μὲν γὰρ τὸ οὔπω

ταὐτόν ἐστι τῇ οὒ ἀρνήσει.ἐκεῖνοι δὲ τὸ οὔπω χρονικὸν οἴδασιν, οἷον· οὔπω ἦλθεν,

ἀλλὰ δηλαδὴ ἐλεύσεται·καί· οὔπω ἔγραψεν, ἀλλὰ γράψει.] Τὸ δέ «εἶμι ἄψ» ταὐτὸν τῷ

ἀναχωρήσω,ἐπανελεύσομαι, νοστήσω. Σημείωσαι δὲ καί, ὅτι δύο ἄρτι ῥήτορας τοῖς

βασιλεῦσιν ὁ ποιητὴς παραζευγνύς, Ἀγαμέμνονι μὲν τὸν Ὀδυσσέα, Πριάμῳ δὲ τὸν

Ἀντήνορα, ὅμως λαλοῦντας οὐδὲν ἢ ποιοῦντας πλάττει αὐτούς, ἀλλὰ τὸ πᾶντοὺς

βασιλεῖς. πρῶτος οὖν Ὅμηρος, ὥς φασιν οἱ παλαιοί, καὶ τὰ σιγῶνταπρόσωπα ἐν τοῖς

δραματικοῖς ἐπενόησεν. (ῃ. 310) Ὅτι τὰ ἐπὶ ὅρκοις σφαγιαζόμενα οἱ μὲν ἐγχώριοι

κατώρυττον κρύπτοντες ὑπὸ γῆν, οἱ δὲ ἐπήλυδες, εἰ καὶὍμηρος νῦν τοῦτο σιγᾷ κατὰ

σχῆμα σύνηθες, θαλάσσῃ ἐπέρριπτον ἢ ἄλλο τιὅμοιον ἐποίουν, ὡς ἐκ τοῦ κάπρου δῆλον

ἔσται, ὃν ἐπὶ ὅρκῳ σφάξει που ὁβασιλεύς. γεύσασθαι δὲ αὐτῶν ὅλως ἀπώμοτον ἦν. διὸ

καὶ Πρίαμος τοὺς τῶνὁρκίων ἄρνας εἰς δίφρον αὐτὸς θέμενος ἀνεχώρησεν, ἅμα καὶ

κατορύξων αὐτούς,ὡς εἴρηται, καὶ τοῖς πολίταις δὲ ἄνω δείξων διὰ τὸ τοῦ ἔργου

θαυμάσιον, καὶἵνα καὶ οὕτω γένηται τῶν ὅρκων ταμίας. (ῃ. 311) Ὅτι κατατείνειν ὀπίσω

τὰἡνία λέγει τὸν ἡνίοχον. καὶ σημείωσαι τὴν φράσιν. οὐκ ἔστι γὰρ κάλλιονφράσαι. (ῃ.

313) Ὅτι τὸ «ἄψορροι ποτὶ Ἴλιον ἀπονέοντο», περίφρασίς ἐστι τοῦ ἐπαλιννόστησαν. (ῃ.

314–6) Ὅτι διαμετρεῖται καὶ τόπος τῇ Ἀλεξάνδρου καὶ Μενελάου μονομαχίᾳ διὰ τὸ

αὐτοῖς ἐγκεῖσθαι τὸν ἐπὶ πᾶσι κίνδυνον καὶδόξοι ἂν ἡττηθῆναί πως ὁ παρεξελθὼν τόν,

ὥς φησιν ὁ ποιητής, διαμετρητὸνχῶρον. ἐπὶ μέντοι Ἕκτορος καὶ Αἴαντος ἐν τοῖς ἑξῆς

τοῦτο οὐ γίνεται. ἴδιοςγάρ ἐστιν ἐκεῖ τοῦ παθόντος ὁ κίνδυνος. πάλλουσι δὲ καὶ

κλήρους ἐν κυνέῃ,ὁππότερος προαφήσει τὸ ἔγχος. φράζει δὲ ὁ ποιητὴς ἐνταῦθα οὕτω·

Ἕκτωρδὲ καὶ Ὀδυσσεύς «χῶρον μὲν πρῶτα διεμέτρεον. αὐτὰρ ἔπειτα κλήρους ἐνκυνέῃ

χαλκήρεϊ πάλλον ἑλόντες, ὁππότερος δὴ πρόσθεν ἀφείη χάλκεον ἔγχος».(ῃ. 316) Ἔστι

δὲ κλῆρος, ὡς καὶ ἐν τοῖς ἑξῆς φανήσεται, σημεῖον, ὅ τιςἐμβαλεῖ τῷ ἀγγείῳ τοῦ λαχμοῦ,

ψηφὶς τυχὸν ἢ δακτύλιος ἢ βῶλος ἀρούρης 1.658 κατὰ Σοφοκλῆν ἤ τι τοιοῦτον, τὸ δ'

αὐτὸ καὶ πάλος λέγεται. ἀλλὰ τοῦτο μὲνπαρὰ τὸ πάλλω, τὸ κινῶ, κλῆρος δὲ ἀπὸ τοῦ

τέλους τῆς κινήσεως παρὰ τὸ κλῶ,τὸ καλῶ, δι' οὗ ἐκπηδήσαντος καλεῖταί τις εἰς ἔργον,

ἢ μᾶλλον ἀπὸ τοῦ κᾶλον,τὸ ξύλον, κατὰ Ἡρωδιανόν, ὡς ξύλων μάλιστα πάλλεσθαι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

405

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!