18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

θέμεθλα ἡ φάρυγξ ἢ καὶ στόμα κοιλίας. (ῃ. 293) Τὸ δὲσφαδάζειν καὶ σπᾶσθαι αὐτοὺς ἐν

τῷ σφάζεσθαι ἀσπαίρειν λέγει, ὡς ἐκ τοῦ σπῶσπαίρω κατὰ πλεονασμὸν τοῦ ˉα.

Ἡρόδοτος δέ που καὶ τὸ θερμότερον σπεύδεινκαὶ οἷον ἀνασκιρτᾶν καὶ πάνυ

προθυμεῖσθαι ἀσπαίρειν ἔφη εἰπών· «Ἀδείμαντοςἤσπαιρε μόνος ἀποπλεύσεσθαι». ἀπὸ

δὲ τοῦ σπαίρειν καὶ σπαρίζειν κατὰ τὸσκαρίζειν, ὡς ἐν ῥητορικῷ σεσημείωται Λεξικῷ.

(ῃ. 293 ς.) Φράζει δ' ἐνταῦθα 1.655 ὁ ποιητὴς οὕτω· «καὶ τοὺς μὲν κατέθηκεν ἐπὶ χθονὸς

ἀσπαίροντας», ὃ διασαφῶνἐπάγει «θυμοῦ δευομένους». τοῦτο δὲ πάλιν ἐφερμηνεύων

φησίν· «ἀπὸ γὰρμένος εἵλετο χαλκός», ὁ καὶ διὰ τοῦτο ἀνηλεής ῥηθείς. ταῦτα δὲ

ποιητικῆς διασκευῆς ἐστιν, ἄλλως δέ γε οὐκ ἀναγκαῖα φράζεσθαι. (ῃ. 295) Ὅτι δαπάνην

οἴνουδηλοῖ τὸ «οἶνον δ' ἐκ κρητῆρος ἀφυσσάμενοι δεπάεσσιν ἔκχεον». εἰ δὲ καὶ

ἐπ'ἀγαθῷ τοῦτο γίνεται, οἰκεῖον ἐπαγαγεῖν καὶ τὸ «ἠδ' εὔχοντο θεῷ». καὶ

ὅτιἐκχεομένων ἐπὶ ὅρκοις τῶν σπονδῶν ἐπέλεγον οἱ ἐκεῖ· ὡς ὅδε ὁ οἶνος χέεται,οὕτω

τοῖς ἐπιορκήσασιν ὁ ἐγκέφαλος χαμαὶ χεθείη. τάχα δὲ καί, ὅτε αἱ τρίχες,ὡς ἐρρέθη, τῶν

κεφαλῶν τοῖς σφαγίοις ἐτέμνοντο, καὶ τοιοῦτόν τι ἐπελέγετο,ὡς εἰς κεφαλὴν τὸ κακὸν

τρέποιτο τοῖς ἐπιόρκοις ἢ οὕτως ἐκτμηθεῖεν τοῦβίου, εἰ καὶ ὁ ποιητὴς οὐ λέγει ταῦτα,

οἷα νοεῖν κατὰ τὸ εἰκὸς αὐτὰ ἀφιείς,ὁποῖα καὶ τοιαῦτα πολλὰ ποιεῖ. (ῃ. 297–301) Ἰστέον

δέ, ὅτι ἔθος τῷ ποιητῇ ἐνταῖς κατὰ πλῆθος ἠθοποιΐαις συντέμνειν τὸν λόγον τεχνικῶς,

ὡς καὶ ἀλλαχοῦἐδηλώθη. ὅτε γοῦν εἴπῃ· «ὧδε δέ τις εἴπεσκεν», ὀλίγους ἀεὶ λόγους

ἐπάγει, ὡςκαὶ ἐνταῦθα ποιεῖ λέγων· «ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν τε Τρώων τε· ὦ

Ζεῦκύδιστε, μέγιστε, ὁππότεροι πρότεροι ὑπὲρ ὅρκια πημήνειαν, ὧδέ σφ' ἐγκέφαλος

χαμάδις ῥέοι ὡς ὅδε οἶνος, αὐτῶν καὶ τεκέων, ἄλοχοι δ' ἄλλοισι δαμεῖεν»,ἤ «μιγεῖεν».

(ῃ. 301) Ἔνθα ὅρα καί, ὅπως ἐν μεγάλῳ κακῷ τίθενται οἱ ὄχλοι τὸὑπ' ἄλλοις γενέσθαι

τὰς αὐτῶν ἀλόχους ἤτοι ὁμολέκτρους ἤ, τραγικῶς εἰπεῖν,κοινολεχεῖς γυναῖκας. καλῶς

ἄρα καὶ Νέστωρ ἐν τοῖς πρὸ τούτου ἐμέμνητοτῆς μετὰ Τρωϊκῶν ἀλόχων

κατακοιμήσεως, ὡς τούτου μεγίστου κακοῦἐσομένου τοῖς Τρωσί. καὶ μετ' ὀλίγα δὲ

τοιαύτη τις εὐχὴ βραχεῖα γενήσεταικατὰ τοῦ αἰτίου τῶν κακῶν. Τὸ δέ «αὐτῶν καὶ

τεκέων» ἀντιπτωτικῶς ἔχει.ἄλλως γάρ «αὐτοῖς καὶ τέκεσιν» ὤφειλεν εἶναι πρὸς

ἀκολουθίαν τοῦ «ὧδέ σφινἐγκέφαλος χαμάδις ῥέοι». [δῆλον δ' ὅτι ἐν τοιούτοις οὐ

σολοικίζει ἀντιτιθεμένηἡ γενική.] (ῃ. 299) Τὸ δέ «ὑπὲρ ὅρκια πημήνειαν» περίφρασίς

ἐστι τοῦ ἐπιορκήσειαν. δῆλον δέ, ὅτι πήμανσις ὅρκων ἐστὶν ἡ τούτων παράβασις, ὡς

ἐδήλου πρὸτούτων καὶ τὸ «ὅρκια δηλήσαιτο». (ῃ. 302) Ὅτι σχῆμα προαναφωνήσεως

τὸ»ὣς ἔφατ', οὐδ' ἄρα πώ σφιν ἐπεκραίαινε Κρονίων», δι' οὗ προεκτίθεται,ὡς

τελεσθήσονται μὲν αἱ τοῦ βασιλέως ἀραί, οὔπω δὲ νῦν, ἀλλὰ μετὰ ταῦτα. 1.656 τὸ δέ

«οὐδ' ἄρα πώ σφιν», οὐκ ἂν ἀνευλόγως ὀξυνόμενον ἔχοι τὸν ˉπˉω σύνδεσμονὡς

ἐγκλινόμενον, καθὰ δηλοῖ καὶ τὸ οὔπω, εἰ δέ τις φιλονεικοίη περισπᾶν

αὐτό,ἀκολουθείτω τοῖς προπερισπῶσι τὸ πώποτε. τὸ δὲ Κρονίων ἐκτείνει κἀνταῦθαὡς

καὶ ἐν ἄλλοις τὴν παραλήγουσαν. (ῃ. 305–7) Ὅτι κἂν μισητὸς ἦν ἅπασινὁ Ἀλέξανδρος,

ἀλλ' ὁ πατὴρ Πρίαμος λέγει μὴ ἂν τλήσεσθαι ὀφθαλμοῖς ἰδεῖναὐτὸν μαχόμενον. φησὶ

γάρ· «ἤτοι ἐγὼν εἶμι προτὶ Ἴλιον ἠνεμόεσσαν ἄψ, ἐπεὶοὔπω τλήσομαι ὀφθαλμοῖσιν

ὁρᾶσθαι μαρνάμενον φίλον υἱὸν ἀρηϊφίλῳ Μενελάῳ». οὕτω δὲ καὶ ὁ Ἕκτωρ συμπαθῶς

διὰ φιλαδελφίαν διακείσεται, ὃς εἰ καὶφεύγοντι, ὡς εἴρηται, ὠνείδισεν, ὅμως ἡττηθέντα

τὸν ἀδελφὸν οὐ προδώσει.νοητέον δέ, οἷον ἔσται πένθος ὕστερον τῷ γέροντι ἐπὶ τῷ

Ἕκτορι. εἰ γὰρ τὸν Πάριν οὐ τλήσεται ὁρᾶν μαχόμενον, πῶς οἴσει βλέπων τὸν Ἕκτορα

καὶ τοῦτο ποιοῦντα καὶ πίπτοντα καὶ ὑπὸ Ἀχιλλέως ἀεικιζόμενον. δῆλον δ' ὡς οὐδὲ

ἐπὶτῷ τείχει καθεδεῖται ὁ γέρων, ἵνα μὴ ὀφθαλμοῖς ἐκεῖθεν ὁρᾷ, φαντασίᾳ δὲμόνῃ,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

404

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!