18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

Ἀγαμέμνων δὲ ἄρτι οἷον ἐπιδιορθούμενος καὶἀναπληρῶν ὅπερ ἐνέλειψεν ὁ ἀδελφός,

ποινήν τε προστίθησιν, ὡς μὴ δίκαιον ὂνἐπὶ τοῖς ἴσοις ἀπαλλαγῆναι τοὺς τοῦ κακοῦ

κατάρξαντας, καὶ τὰ ἄλλα δὲ οὕτωδιατίθεται· «εἰ μέν κεν Μενέλαον», φησίν,

«Ἀλέξανδρος καταπέφνῃ, αὐτὸςἔπειθ' Ἑλένην ἐχέτω καὶ κτήματα πάντα, ἡμεῖς δέ»

νοστήσομεν, ἀνεμεσήτως,φασί, προτάξας τὸν φόνον τοῦ ἀδελφοῦ. «εἰ δέ κεν

Ἀλέξανδρον κτείνῃ ξανθὸς Μενέλαος, Τρῶας ἔπειθ' Ἑλένην καὶ κτήματα πάντ'

ἀποδοῦναι, τιμὴν δ' Ἀργείοις ἀποτινέμεν» καὶ ἑξῆς. ἐνίκησε μὲν οὖν ἐν τοῖς ἐφεξῆς ὁ

Μενέλαος,οὐκ ἀπέκτεινε δὲ τὸν Ἀλέξανδρον, καὶ διὰ τοῦτο ἔχουσιν ἀντιλέγειν οἱ

Τρῶεςκαὶ οἱ Ἀχαιοί. καὶ λέγεται ἡ ὑπόθεσις κατὰ τοὺς ῥήτορας ἀντινομία

ἑκατέρουμέρους προβάλλεσθαι δυναμένου τὰ ἑκατέρων ῥητὰ πρὸς δικαίωσιν, οἷον ἐρεῖὁ

Μενέλαος· εἶπας, ὦ Ἀλέξανδρε· «εἰ νικήσω». νενίκηκα οὖν, ἀποδοτέα μοι τοίνυν ἡ

Ἑλένη. ὁ δ' αὖθις ἀπολογίαν πορισάμενος ἐξ Ἀγαμέμνονος εἰς παράβασιν τῶν

συνθηκῶν ἀντερεῖ, ὅτι «ἐάν με κτείνῃς» ἐρρέθη παρὰ τοῦ Ἀγαμέμνονος.σὺ δέ με οὐκ

ἔκτεινας, οὔκουν λήψῃ τὴν Ἑλένην. ἰσχυροτέρα δὲ κατὰ τοὺς παλαιοὺς ἡ τῶν Τρώων

ἀπολογία, διότι μάλιστα δεῖ, φασίν, ὁρᾶν τὰ ἐπὶ τοῖς ὅρκοιςὁριζόμενα. ὅτι δὲ ἀληθῶς

νενίκηκεν ὁ Μενέλαος, καὶ ἄλλως μὲν δῆλον,ἀποφαίνεται δὲ τοῦτο καὶ ὁ ἐν τοῖς ἑξῆς

εἰπών· «νίκη μὲν δὴ φαίνεται ἀρηϊφίλου Μενελάου», ἤγουν φανερῶς δήλη ἐστίν,

ὁποῖον καὶ ἐν ἄλλοις τὸ «ἀλλὰ τὰ μὲνὑμῶν ἀεικέα ἔργα φαίνεται», ἤγουν πᾶσι δῆλά

ἐστιν. (ῃ. 288) Ὅτι τὴν ὑπὲρτοῦ πταισθέντος ἔκτισιν ἤτοι τὸ πρόστιμον, ὅπερ Ἡρόδοτος

δίκας λέγει τῆςἁρπαγῆς, τιμὴν καὶ ποινὴν ὁ Ἀγαμέμνων καλεῖ λέγων· «εἰ δ' ἂν ἐμοὶ

τιμήν»οἱ περὶ Πρίαμον «τίνειν οὐκ ἐθέλωσιν Ἀλεξάνδροιο πεσόντος, αὐτὰρ ἐγὼκαὶ

ἔπειτα μαχήσομαι εἵνεκα ποινῆς αὖθι μένων, εἵως κε τέλος πολέμοιο κιχείω»,ἤγουν ἕως

ἐκτελέσω τὸν πόλεμον. Καὶ γίνεται ἡ τιμὴ αὕτη, ὡς ποινή, ἐκ τοῦτίω τὸ τιμωρῶ, ἢ καὶ

ἀπὸ τοῦ τίω, τὸ ἀνταποδίδωμι, ὅθεν καὶ τὸ τιμὴν ἀπο1.654 τινέμεν καὶ τὸ τιμὴν τίνειν

ἐτυμολογικῷ τρόπῳ ἐν τοῖς ῥηθεῖσι κεῖσθαι δοκεῖ. Πίνδαρος μέντοι πολλαχοῦ ποινὴν

τὴν ὑπὲρ καλοῦ ἀμοιβὴν λέγει. Σημείωσαιδέ, ὅπως ὁ Ἀγαμέμνων τοῦ προδεδηλωμένου

διοπέμπτου ἐνυπνίου ἀντέχεται.εἰπόντος γὰρ ἐκείνου τοῦ ὀνείρου τὸ πεποθημένον

αὐτῷ, ὅτι δηλαδὴ νῦν ἕλοιςτὴν Τροίαν, δεδιὼς ὁ βασιλεύς, μήποτε μετὰ τὴν ἐπὶ

διακειμένοις μονομαχίανδιὰ τὰς σπονδὰς ἀπόρθητος ἡ Τροία μείνῃ, ὡς τῶν ὁρκίων

τυχὸν ἐκπληρωθέντων [καὶ τῶν Τρώων κατὰ τὴν σύμβασιν ἀποδόντων τὴν Ἑλένην καὶ

τὰκτήματα,] παραρρίπτει τὸ περὶ ποινῆς εἰς ἀφορμὴν πάλιν μάχης, ἵνα, εἰ καὶμὴ νῦν,

ἤγουν σήμερον, ἕλοι Τροίαν, ἀλλὰ νῦν, ἤγουν κατὰ τὸν ἐνιαυτὸν τοῦτον,διὰ τὴν

ποινήν. διὸ οὐδὲ ὁρίζει αὐτήν, ἀλλὰ θέλει τοὺς Τρῶας τιμὴν Ἀργείοιςἀποτινέμεν, ἥντιν'

ἔοικεν. εἰ δὲ μή, πολεμήσειν εἰσαῦθις, ἵνα τὸ τοῦ ὀνείρουλοξὸν λόγιον πληρωθῇ οὐκ

εἰπόντος, ὅτι νῦν ὁ πόλεμος λυθήσεται, ἀλλ' ὅτι νῦνἕλοις τὴν Ἴλιον. οὐ γὰρ ἀρκεῖται ὁ

βασιλεὺς μόνῃ τῇ Ἑλένῃ, ἐὰν ὁ Ἀλέξανδροςπέσῃ, οὐδὲ τοῖς ἐκείνῃ συναρπαγεῖσι

κτήμασιν, εἰ μή τι καὶ ἐπέκεινα λάβῃ,ἤγουν ποινήν, ἣν ἐπέοικεν. (ῃ. 287) ὅπερ

ἐφερμηνεύων φησίν· «ἣ καὶ ἐσσομένοισιν ἐν ἀνθρώποισι πέληται», οὐδ' οὕτως αὐτὴν

ὁρίσας, ἵνα ὕστερον ἔχῃ μάχηςεὐλόγους λαβὰς διὰ τὸ τῆς τιμῆς, ἤτοι ποινῆς, ἀόριστον.

[ἦν δ' ἂν ἴσως ποινὴἀρέσκουσα τῷ βασιλεῖ τὸ ἄνδιχα δάσασθαι, ὅσην κτῆσιν ἡ Τροία

ἐντὸς ἐέργει,ὁποῖόν τι ἔθος ἐν τοῖς ἑξῆς που ὑπολαλεῖ ὁ ποιητής.] (ῃ. 291) Τὸ δέ

«αὖθιμένων» καὶ ἑξῆς, περίφρασίς ἐστι τοῦ πολιορκεῖν. (ῃ. 292) Ὅτι ἐν τῷ

«ἀπὸστομάχους ἀρνῶν τάμε νηλέϊ χαλκῷ» σφάζεσθαι τοὺς ἄρνας φησὶν Ὅμηροςκατὰ

στομάχους, οὐ λαμβάνων τὸν στόμαχον κατὰ τὴν νῦν συνήθειαν, ἀλλὰκατὰ τὴν τότε.

στόμαχοι γάρ, φασί, τὰ κάτω μέρη τοῦ λαιμοῦ, οἱ βρόγχοι, καὶστομάχοιο ἀλλαχοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

403

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!