Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

κελευσάντων,ὁποῖα πολλὰ καὶ τοιαῦτα παρὰ τῷ ποιητῇ, ἢ ὅτι ἐξῆν οἴκοθεν ποιεῖν τινατοιαῦτα καὶ τοὺς κήρυκας. οὕτω δὲ καὶ ἐν ἡρωϊκῇ μονομαχίᾳ κήρυκες ὁμοίῳλόγῳ τοὺς μονομάχους συμβιβάσαντες παύσουσιν. (ῃ. 252) Ὅτι ἠνεμόεσσαν ὁποιητὴς πολλαχοῦ τὴν Ἴλιον λέγων ὡς ἐφ' ὑψηλοῦ ἱδρυμένην διὰ τοῦτο ἐςπεδίον ἔφιππον ἐκεῖθεν καταβῆναι τὸν Πρίαμον ἄρτι φησίν, ὅ ἐστιν εἰς τὴνπεδιάδα, ὃν τρόπον καὶ τὸ κλίσιον κλισιάδα Ἡρόδοτός φησι. πίστις δ' ἐνταῦθαπροκαταβέβληται τῆς μετὰ ταῦτα διφρείας τοῦ γέροντος, ἣν καὶ ἐν τῷ τέλει τῆς 1.648 Ἰλιάδος ἀναγκαίως ποιήσεται λυσόμενος Ἕκτορα. (ῃ. 248–50) Ἰδαίου δὲ τοῦκήρυκος καλέσαντος κατέβη ὁ Πρίαμος ἀκούσας τὸ «ὄρσεο καλέουσιν ἄριστοι»καὶ ἑξῆς. (ῃ. 259) Ὅτι ῥιγῶ μὲν ῥιγώσω ἐπὶ τοῦ κατὰ σῶμα πάθους ἐκκρύους, ῥιγῶ δὲ ῥιγήσω ἐπὶ τοῦ κατὰ ψυχὴν δέους καὶ τῆς ἐντεῦθεν φρίκης. ὁγοῦν γέρων Πρίαμος οὕτως ἐνταῦθα ἐρρίγησεν ἀκούσας μέλλειν μονομαχήσειντὸν υἱόν. ἔπαθε γὰρ τὴν ψυχὴν οἷα πατήρ. διφοροῦνται δέ, ὡς προεγράφη ἐντῇ αʹ ῥαψῳδίᾳ, καὶ ἕτερα ὁμοίως ῥήματα. δηλῶ γοῦν δηλώσω, τὸ δείξω,δηλῶ δὲ δηλήσω, τὸ βλάψω, κυκλῶ κυκλώσω κοινῶς, κυκλῶ δὲ κυκλήσω παρ'Ὁμήρῳ, τὸ ἐφ' ἁμάξης ἄξω, δινῶ δινήσω, τὸ συστρέψω, δινώσω δὲ ἀντὶ τοῦτορεύσω, ὅθεν καὶ δινωτόν τὸ τορευτόν, ζηλῶ ζηλώσω, τὸ μιμήσομαι, ζηλῶ δὲζηλήσω, τὸ φθονήσω, ἐξ οὗ οἱ παρὰ τῷ ποιητῇ ζηλήμονες θεοί καὶ ἕτερα. ἐκδὲ τοῦ Ὁμηρικοῦ ῥιγήσω καὶ ῥιγεδανὴ Ἑλένη καὶ ῥιγηλόν τὸ φρικτόν, ᾧ ἴσον τὸ ῥίγιον. (ῃ. 261 ς.) Ὅτι ἀναβῆναι μὲν εἰς δίφρον ἐλέγετο ὁ ἡνίοχος, ὡςἐνταῦθα ὁ Πρίαμος ἀνέβη, κατὰ δ' ἡνία τεῖνεν ὀπίσσω. παραβῆναι δὲ καὶπαραιβάτης, ὡς μυριαχοῦ φανήσεται, ὁ σὺν ἐκείνῳ εἴτε ὅπλα φορῶν, ὡς ἐπὶμάχῃ, εἴτε καὶ ἄλλως διὰ συνοδίαν, ὡς ἐνταῦθα ὁ ἀγχίνους Ἀντήνωρ, καθὰ δηλοῖτὸ «πὰρ δέ οἱ Ἀντήνωρ περικαλλέα βήσατο δίφρον», ὃν δὴ Ἀντήνορα καὶ ὡς πεπνυμένον συμπαραλαμβάνει ὁ Πρίαμος καὶ ὡς φίλον δὲ τοῖς Ἕλλησι, καθὰπρογέγραπται, ἵνα ἔχῃ δι' αὐτοῦ ἀσφάλειαν, εἴ που καὶ παραπέσοι τι κακόν,ἅμα δὲ καὶ ὡς λόγιον, ἐὰν δημηγορίας τύχοι καιρός. ὅτι δὲ Θεόκριτος τὴν παρ'αὑτῷ ἐριθακίδα ἤτοι μισθώτριαν παραιβάτιν λέγει καὶ διὰ τί, ζητητέον ἐκεῖ.(ῃ. 262) ∆ίφρος δὲ τόπος τοῦ ἅρματος ὁ τοὺς ῥηθέντας φέρων, διὸ καὶ δίφροςλέγεται ὡς οἱονεὶ δύφορος καὶ τροπῇ καὶ συγκοπῇ δίφρος. ἀπ' αὐτοῦ δὲ ὡςκαιριωτέρου μέρους καὶ τὸ ὅλον ἅρμα δίφρος ἐλέγετο, ὡς καὶ ἀπὸ τοῦ βωμοῦ,καθὰ προεδηλώθη, ὁ ναὸς καὶ ἀπὸ τῆς ἑστίας ὁ πᾶς οἶκος καὶ ἐκ τοῦ ὅρμου 1.649 ὅλος ὁ λιμήν. παρὰ μέντοι τοῖς ὕστερον καὶ ἐπὶ τῆς κοινότερον λεγομένηςσέλλας ἡ λέξις κειμένη εὕρηται. Ὅμηρος δὲ τῷ Εὐμαίῳ δίφρον ἀεικέλιον,ἤγουν θρόνον, παρατίθησι καθεσθῆναι, καὶ ἡ Ἑλένη δὲ τῇ Ἀφροδίτῃ ἐν τῷ τέλει τοῦ γράμματος τούτου, ὥστε πολυσήμαντον καὶ ὁ δίφρος. οὐκ ἄδηλον δέ, ὅτικαὶ ἐπ' ἄλλων τροπὴ διχρόνου ὡς ἐν τῷ δίφρῳ γίνεται. τὸ γοῦν μῖσος ἐκ τοῦμύειν παρῆκται, ἀφ' οὗ καὶ τὸ μῦσος· μύει γὰρ ἐπὶ τοῖς ἐχθροῖς ὁ μισῶν,ἤγουν ἀλλὰ ὄσσε πάλιν κλίνει μηδὲ εἰσορᾶν ἐθέλων. οὕτω καὶ τὸ στρυφνός, εἰκαὶ ὁ λόγος κατὰ Ἡρωδιανὸν διὰ τοῦ ˉυ αὐτὸ ἀπαιτεῖ, –ὡς γὰρ τέρπω τερπνός,στέγω στεγνός, οὕτω καὶ στύφω στυφνός. καὶ καθάπερ κέντον, κέντρον, οὕτωπλεονασμῷ τοῦ ˉρ καὶ στυφνός στρυφνός–ὅμως εὕρηται καὶ διὰ τοῦ ˉιπροφερόμενον. στριφνός γάρ φησιν. ὁμοίως καὶ ἐκ τοῦ Μοῦσα κοινῶς ἡ Αἰολικὴ Μοῖσα καὶ πάντα τὰ κατ' αὐτήν, ἃ καὶ παρὰ Πινδάρῳ κεῖνται. καὶ ἐκ τοῦ ὕδωρὁ ἱδρώς, διὸ καὶ δασύνεται. καὶ ἐκ τοῦ ἶφι καὶ θυμός ὁ ἴφθιμος, ὡς προγέγραπται·καὶ ἐκ τοῦ δύο τὸ δίς ἐπίρρημα· καὶ ἡ Ἀφροδίτη δὲ ὡς ἐξ ἀφροῦ ἀναδῦσατροπὴν ὁμοίαν ἔχει· καὶ ὁ χιτών δὲ ὡσαύτως ἐκ τοῦ χύω γίνεται καὶ ὁ φῖτυςἐπὶ πατρὸς καὶ ὁ φιτρός, ὁ ἔστι κορμός, ἐκ τοῦ φύω· καὶ ἐκ τοῦ δεύω δεύσωδεῖσσα, ἡ ὑγρασία, καὶ ἐκ τοῦ χεύματος ὁ χειμών. (ῃ. 261) Ἰστέον δὲ καί, ὅτιαὐτοδιάκονοι τὰ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 400

πολλὰ οἱ Ὁμηρικοὶ βασιλεῖς. οὕτω γοῦν ἐνταῦθα Πρίαμοςἡνιοχεῖ, Ἀγαμέμνων δὲ τάμνει, ἤτοι θύει, τὰ ὅρκια καὶ Ἀχιλλεὺς δὲ ἀλλαχοῦ τάμνει κρέα. (ῃ. 265) Ὅτι τὸ τοῦ ἅρματος καταβῆναι ἵππων ἀποβῆναί ἐστι.φησὶ γοῦν ὁ ποιητής· «ἐξ ἵππων ἀποβάντες ἐς χθόνα πουλυβότειραν ἐς μέσονἐστιχόωντο». (ῃ. 267 σς.) Ὅτι τὰ κατὰ τοὺς ὅρκους Ἀγαμέμνων μεταχειρίζεται καὶ Ὀδυσσεύς, ὃς καὶ πρὸ ὀλίγου ἐπεπωλεῖτο στίχας ἀνδρῶν. φησὶ γάρ· 1.650 «ὤρνυτο δ' αὐτίκ' ἔπειτ' ἄναξ» καὶ ἑξῆς. Νέστωρ δὲ ἐνταῦθα οὐδαμοῦ.ἀπρακτῶν γὰρ διὰ τὸ γῆρας δημηγορίαις ταμιεύεται. (ῃ. 270) Ὅτι κρατῆριοἶνον μίσγουσιν οἱ κήρυκες τὸν τῶν Ἀχαιῶν καὶ τὸν ἐκ Τροίας εἰς ἓν ἄγοντεςαὐτόν, καθὰ καὶ τὰ ὅρκια σύναγον ἤτοι τὰ σφάγια. ἄλλως δέ γε οὐ μεμιγμέναι ἀλλ' ἄκρατοι ἐλείβοντο αἱ σπονδαί, ὡς καὶ προγέγραπται. (ῃ. 269) Τὸδὲ συνάγειν τὰ ὅρκια καὶ τὸν οἶνον μίσγειν ἕνωσιν ὑποσημαίνει στρατευμάτωντὴν ἄρτι βλεπομένην, ἣν ὁ ἀδικήσας ἐπιορκήσει πάντως. (ῃ. 270) Σημείωσαιδέ, ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα τὸ κατὰ τὸ σιωπώμενον. νοητέον γάρ, ὡς καὶὕδωρ ἤχθη ἄρτι, κἂν ὁ ποιητὴς αὐτὸ ἀπεσιώπησε. Τοῖς γοῦν βασιλεῦσιν ὕδωρἐπὶ χεῖρας χέεται ὡς μέλλουσι θύειν. εἰ δὲ Πρίαμος οὐκ ἔθυσεν, Ἀγαμέμνων δὲτὸ πᾶν ἐποίησεν, ἀλλὰ καὶ ἐκεῖνος μετεχειρίσατο τοὺς τυθέντας ἐγχωρίους ἄρναςεἰς τὸν δίφρον αὐτοὺς θείς. (ῃ. 271 ς.) Ὅτι τὴν τοῦ βασιλέως παραξιφίδαμάχαιραν καλεῖ ἐν τῷ «Ἀτρείδης δ' ἐρυσάμενος χείρεσσι μάχαιραν», ἣνκαὶ ἐφερμηνεύων ἐπάγει· «ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο», ἤγουνᾐώρητο καὶ ἐκρέματο, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ συστολὴν τῆς ἀρχούσηςἄωρτο. εἰ δὲ συστέλλεται κατά τινας τὸ ˉο τῆς παραληγούσης, δηλοῖ μὲν καὶοὕτως τὸ ἐκρέματο. γίνεται δέ, ὅθεν καὶ ὁ ἀορτήρ, ὃ δηλοῖ τὸν κρεμαστῆρα τοῦξίφους, ἀπὸ τοῦ ἀείρω, τοῦ κουφίζω, ἐξ οὗ καὶ τὸ ἠερέθω, τὸ κρεμῶ. Ἰστέονδέ, ὅτι ἡ παραξιφὶς καὶ ἐγχειρίδιον λέγεται. φησὶ γοῦν Ἡρόδοτος· «καὶἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρόν». δῆλον δέ, ὅτι ἐκ τοῦ «πὰρ ξίφεος» ἡ παραξιφὶς συντέθειται [Ὁμήρου καὶ εἰς τοῦτο ἐνδόντος ἀρχήν, καθὰ καὶ εἰς τὸἐγχειρίδιον. καὶ αὐτὸ γὰρ δοκεῖ λεχθῆναι τοῖς ὕστερον ὡς ἀπὸ τοῦ «ἐρυσσάμενοςχείρεσσι μάχαιραν». καὶ ἡ ταπεινὴ δὲ γλῶσσα ἐκ τούτων τὸ παραμάχαιρον ἐσοφίσατο.] Τὸ δέ «μέγα κουλεόν» κατὰ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ δεσμόνκαὶ τὰ τοιαῦτα μεταπέπλασται. ὅμοιον δὲ καὶ τὰ δάκτυλα καὶ τὰ χαλινά καὶτὰ ταρσά δέ, ὡς τὸ «βένθεϊ ταρσὰ πέπηκτο». (ῃ. 273 ς.) Ὅτι τῶν τυθησομένωνἐπὶ ὅρκοις ἀρνῶν τρίχας ἐκ κεφαλῶν τέμνων ὁ βασιλεύς–αὐτουργεῖ γάρ, ὡςεἴρηται, τὰ ὅρκια–ἔνειμε τοῖς τῶν Τρώων καὶ Ἀχαιῶν ἀρίστοις διὰ τῶν 1.651 κηρύκων, ἵνα οὕτω πάντες δοκῶσι συνεφάπτεσθαι τῆς θυσίας. σύμβολονδὲ ἦν τοῦτο τοῦ εἰς κεφαλὴν τραπήσεσθαι τὰ κακὰ τοῖς ἐπιορκήσουσι, καίπως κατὰ τὴν Σοφόκλειον Μοῦσαν εἰποῦσαν τὸ «κακὸς κακῶς ἄθαπτος ἐκπέσοιχθονὸς γένους ἅπαντος ῥίζαν ἐξημημένος αὕτως», ἤγουν οὕτως, «ὅπωσπερτόνδ' ἐγὼ τέμνω πλόκον», ἔλεγε τότε καὶ ὁ Ὁμηρικὸς Ἀγαμέμνων, ὡς οὕτως ἐκθερισθεῖεν τοῦ βίου οἱ παρασπονδήσοντες, ὡς ἐγὼ τέμνω τὰς τοῦδε τοῦἱερείου τρίχας. ὅτι δὲ ἡ ῥηθεῖσα τῶν τριχῶν τομὴ καὶ ἀνάμνησις ἦν τῆς παλαιφάτου ἐνδύσεως, ἐν τοῖς μετὰ ταῦτα δηλωθήσεται. (ῃ. 275) Ὅτι χεῖραςἀνασχών, ἤτοι ἄνω σχὼν καὶ ἀνατείνας, ὁ βασιλεὺς μεγάλα εὔχετοἄνω τε βλαβῆναι ζῶντας καὶ κάτω θανόντας τοὺς ἐπιορκήσοντας. εὔχεται δὲμεγάλα, ἵνα πᾶσιν ἀκουστὸς ᾖ καὶ μηδεὶς ἀγνοῇ ἢ τὴν ἀρὰν ἢ τὴν συμφωνίαν. Σημείωσαι δέ, ὅτι οὐδεμία δικαία εὐχὴ παρὰ τῷ ποιητῇ ἀργὴ πίπτει, ἀλλὰπᾶσαι ἀνύονται, ὡς πολλαχοῦ αὐτὸς ἱστορεῖ. οὕτω παιδευτικὸς ὁ ποιητὴς εἰςκαλοκἀγαθίαν πανταχοῦ, (ῃ. 278 ς.) ὃς καὶ ἐνταῦθα καὶ ἐν τῇ Ὀδυσσείᾳ οἶδετιμωρίας ἔνερθεν, ἤτοι ἐν Ἅιδου, καὶ ὑπὸ τὴν ἔραν, ἤγουν τὴν γῆν, τῶν ἐνταῦθαοὐκ εὖ βεβιωκότων. δοξάζει δὲ καί τινας δυνάμεις θείας, αἳ μάρτυρες καὶφύλακες τῶν ὅρκων Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 401

πολλὰ οἱ Ὁμηρικοὶ βασιλεῖς. οὕτω γοῦν ἐνταῦθα Πρίαμοςἡνιοχεῖ, Ἀγαμέμνων δὲ

τάμνει, ἤτοι θύει, τὰ ὅρκια καὶ Ἀχιλλεὺς δὲ ἀλλαχοῦ τάμνει κρέα. (ῃ. 265) Ὅτι τὸ τοῦ

ἅρματος καταβῆναι ἵππων ἀποβῆναί ἐστι.φησὶ γοῦν ὁ ποιητής· «ἐξ ἵππων ἀποβάντες ἐς

χθόνα πουλυβότειραν ἐς μέσονἐστιχόωντο». (ῃ. 267 σς.) Ὅτι τὰ κατὰ τοὺς ὅρκους

Ἀγαμέμνων μεταχειρίζεται καὶ Ὀδυσσεύς, ὃς καὶ πρὸ ὀλίγου ἐπεπωλεῖτο στίχας

ἀνδρῶν. φησὶ γάρ· 1.650 «ὤρνυτο δ' αὐτίκ' ἔπειτ' ἄναξ» καὶ ἑξῆς. Νέστωρ δὲ ἐνταῦθα

οὐδαμοῦ.ἀπρακτῶν γὰρ διὰ τὸ γῆρας δημηγορίαις ταμιεύεται. (ῃ. 270) Ὅτι κρατῆριοἶνον

μίσγουσιν οἱ κήρυκες τὸν τῶν Ἀχαιῶν καὶ τὸν ἐκ Τροίας εἰς ἓν ἄγοντεςαὐτόν, καθὰ καὶ

τὰ ὅρκια σύναγον ἤτοι τὰ σφάγια. ἄλλως δέ γε οὐ μεμιγμέναι ἀλλ' ἄκρατοι ἐλείβοντο αἱ

σπονδαί, ὡς καὶ προγέγραπται. (ῃ. 269) Τὸδὲ συνάγειν τὰ ὅρκια καὶ τὸν οἶνον μίσγειν

ἕνωσιν ὑποσημαίνει στρατευμάτωντὴν ἄρτι βλεπομένην, ἣν ὁ ἀδικήσας ἐπιορκήσει

πάντως. (ῃ. 270) Σημείωσαιδέ, ὅτι σχῆμά ἐστι καὶ ἐνταῦθα τὸ κατὰ τὸ σιωπώμενον.

νοητέον γάρ, ὡς καὶὕδωρ ἤχθη ἄρτι, κἂν ὁ ποιητὴς αὐτὸ ἀπεσιώπησε. Τοῖς γοῦν

βασιλεῦσιν ὕδωρἐπὶ χεῖρας χέεται ὡς μέλλουσι θύειν. εἰ δὲ Πρίαμος οὐκ ἔθυσεν,

Ἀγαμέμνων δὲτὸ πᾶν ἐποίησεν, ἀλλὰ καὶ ἐκεῖνος μετεχειρίσατο τοὺς τυθέντας

ἐγχωρίους ἄρναςεἰς τὸν δίφρον αὐτοὺς θείς. (ῃ. 271 ς.) Ὅτι τὴν τοῦ βασιλέως

παραξιφίδαμάχαιραν καλεῖ ἐν τῷ «Ἀτρείδης δ' ἐρυσάμενος χείρεσσι μάχαιραν», ἣνκαὶ

ἐφερμηνεύων ἐπάγει· «ἥ οἱ πὰρ ξίφεος μέγα κουλεὸν αἰὲν ἄωρτο», ἤγουνᾐώρητο καὶ

ἐκρέματο, καὶ κατὰ συγκοπὴν τοῦ ˉη καὶ συστολὴν τῆς ἀρχούσηςἄωρτο. εἰ δὲ

συστέλλεται κατά τινας τὸ ˉο τῆς παραληγούσης, δηλοῖ μὲν καὶοὕτως τὸ ἐκρέματο.

γίνεται δέ, ὅθεν καὶ ὁ ἀορτήρ, ὃ δηλοῖ τὸν κρεμαστῆρα τοῦξίφους, ἀπὸ τοῦ ἀείρω, τοῦ

κουφίζω, ἐξ οὗ καὶ τὸ ἠερέθω, τὸ κρεμῶ. Ἰστέονδέ, ὅτι ἡ παραξιφὶς καὶ ἐγχειρίδιον

λέγεται. φησὶ γοῦν Ἡρόδοτος· «καὶἐγχειρίδια παρὰ τὸν δεξιὸν μηρόν». δῆλον δέ, ὅτι ἐκ

τοῦ «πὰρ ξίφεος» ἡ παραξιφὶς συντέθειται [Ὁμήρου καὶ εἰς τοῦτο ἐνδόντος ἀρχήν, καθὰ

καὶ εἰς τὸἐγχειρίδιον. καὶ αὐτὸ γὰρ δοκεῖ λεχθῆναι τοῖς ὕστερον ὡς ἀπὸ τοῦ

«ἐρυσσάμενοςχείρεσσι μάχαιραν». καὶ ἡ ταπεινὴ δὲ γλῶσσα ἐκ τούτων τὸ παραμάχαιρον

ἐσοφίσατο.] Τὸ δέ «μέγα κουλεόν» κατὰ τὸ κέλευθον καὶ τὸ ζυγόν καὶ τὸ δεσμόνκαὶ τὰ

τοιαῦτα μεταπέπλασται. ὅμοιον δὲ καὶ τὰ δάκτυλα καὶ τὰ χαλινά καὶτὰ ταρσά δέ, ὡς τὸ

«βένθεϊ ταρσὰ πέπηκτο». (ῃ. 273 ς.) Ὅτι τῶν τυθησομένωνἐπὶ ὅρκοις ἀρνῶν τρίχας ἐκ

κεφαλῶν τέμνων ὁ βασιλεύς–αὐτουργεῖ γάρ, ὡςεἴρηται, τὰ ὅρκια–ἔνειμε τοῖς τῶν

Τρώων καὶ Ἀχαιῶν ἀρίστοις διὰ τῶν 1.651 κηρύκων, ἵνα οὕτω πάντες δοκῶσι

συνεφάπτεσθαι τῆς θυσίας. σύμβολονδὲ ἦν τοῦτο τοῦ εἰς κεφαλὴν τραπήσεσθαι τὰ κακὰ

τοῖς ἐπιορκήσουσι, καίπως κατὰ τὴν Σοφόκλειον Μοῦσαν εἰποῦσαν τὸ «κακὸς κακῶς

ἄθαπτος ἐκπέσοιχθονὸς γένους ἅπαντος ῥίζαν ἐξημημένος αὕτως», ἤγουν οὕτως,

«ὅπωσπερτόνδ' ἐγὼ τέμνω πλόκον», ἔλεγε τότε καὶ ὁ Ὁμηρικὸς Ἀγαμέμνων, ὡς οὕτως

ἐκθερισθεῖεν τοῦ βίου οἱ παρασπονδήσοντες, ὡς ἐγὼ τέμνω τὰς τοῦδε τοῦἱερείου τρίχας.

ὅτι δὲ ἡ ῥηθεῖσα τῶν τριχῶν τομὴ καὶ ἀνάμνησις ἦν τῆς παλαιφάτου ἐνδύσεως, ἐν τοῖς

μετὰ ταῦτα δηλωθήσεται. (ῃ. 275) Ὅτι χεῖραςἀνασχών, ἤτοι ἄνω σχὼν καὶ ἀνατείνας, ὁ

βασιλεὺς μεγάλα εὔχετοἄνω τε βλαβῆναι ζῶντας καὶ κάτω θανόντας τοὺς

ἐπιορκήσοντας. εὔχεται δὲμεγάλα, ἵνα πᾶσιν ἀκουστὸς ᾖ καὶ μηδεὶς ἀγνοῇ ἢ τὴν ἀρὰν ἢ

τὴν συμφωνίαν. Σημείωσαι δέ, ὅτι οὐδεμία δικαία εὐχὴ παρὰ τῷ ποιητῇ ἀργὴ πίπτει,

ἀλλὰπᾶσαι ἀνύονται, ὡς πολλαχοῦ αὐτὸς ἱστορεῖ. οὕτω παιδευτικὸς ὁ ποιητὴς

εἰςκαλοκἀγαθίαν πανταχοῦ, (ῃ. 278 ς.) ὃς καὶ ἐνταῦθα καὶ ἐν τῇ Ὀδυσσείᾳ οἶδετιμωρίας

ἔνερθεν, ἤτοι ἐν Ἅιδου, καὶ ὑπὸ τὴν ἔραν, ἤγουν τὴν γῆν, τῶν ἐνταῦθαοὐκ εὖ

βεβιωκότων. δοξάζει δὲ καί τινας δυνάμεις θείας, αἳ μάρτυρες καὶφύλακες τῶν ὅρκων

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

401

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!