Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

ὢνοὐκ ἂν κυρίως λέγοιτο κάρηνα ἔχειν. ὅλως γὰρ ὁ Ὅμηρος περὶ Ὀλύμπου ὡς μὲν ὄρους λέγειν ἔργον ἔχει καθὰ ποιητής, ὡς δὲ περὶ οὐρανοῦ ἀλληγορικῶς,πάρεργον. Τὸ δὲ κάρηνα ἐκ μεταφορᾶς εἴληπται τῆς τῶν ζῴων κεφαλῆς. οὕτωδὲ καὶ ἀπὸ ἄλλων μερῶν τοῦ σώματος ἄλλα κατὰ μεταφορὰν μέρη τοῦ ὄρουςλέγεται, ὡς προϊοῦσι φανήσεται, οἷον ὀφρῦς ὄρους διὰ τὰς τῶν ζῴων ὀφρῦς,καὶ πόδες διὰ τοὺς πόδας, καὶ ἄλλα δι' ἄλλα, [ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳφανεῖται. Ὅτι δὲ Ἰωνικὸν καὶ τὸ Οὔλυμπος κατὰ τὴν ἐπένθεσιν τοῦ ˉυ, καθὰ καὶ τὸ οὐλομένην καὶ ὡς παρὰ τὸ ὁλολαμπὲς Ὄλυμπος ἐκλήθη ὁ οὐρανὸς καὶ ὡς Αἰολικὴν τροπὴν ἔχει τοῦ ˉο εἰς ˉυ καὶ ὡς οὐκ ἀλόγως ψιλοῦται κατὰ τὴν ἄρχουσανκαὶ ὅτι τὸ κάρηνον καὶ ἑτεροίως ὀνομάζεται κοινῶς τε καὶ ποιητικῶς, δηλωθήσεται ἐν ἰδίοις τόποις.] (ῃ. 45) Ὅτι ἔθος Ὁμήρῳ ἐν πολλοῖς πληθύνειν τὰ ἑνικά, ὡς ὅτε τὸ ἅρμα λέγει ἅρματα καὶ τὸ τοῦ Αἴαντος πρόσωπον πρόσωπα. οὕτωκαὶ τὸ τοῦ Ἀπόλλωνος τόξον τόξα ἐνταῦθά φησι διὰ σεμνότητα, [εἰπών «τόξ'ὤμοισιν ἔχων». ὅτι δὲ τόξα καὶ ἡ πᾶσα τοξικὴ σκευὴ ἐλέγετο, φανήσεται πολλαχοῦ ἐν τοῖς μετέπειτα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔω ὦ, τὸ ὑπάρχω, ὀξυτόνως μὲνκατὰ πρόσληψιν συλλαβῆς ὠμὸς καρπὸς ὁ μὴ μεταβληθεὶς εἰς πέψιν καὶ 1.63 ὠμὴ τροφὴ ἡ μὴ ἑψηθεῖσα καὶ ὠμὸς ἄνθρωπος ὁ σκληρός. βαρυτόνως δὲ ὦμοςμέρος σώματος τὸ στερρῶς ὑπομένον τὰ ἄχθη.] Ὅτι ἐοίκασιν οὐ μικραὶ τοῖςπαλαιοῖς αἱ φαρέτραι εἶναι οὐδὲ τοὺς ὀϊστοὺς ἔξω προκύπτοντας ἔχειν, ἀλλὰὅλους αὐτοὺς ἔσω στέγειν. καὶ δῆλον ἐκ τοῦ ἀμφηρεφέα φαρέτραν εἰπεῖν τὴνκύκλῳ ἐρεφομένην. ἔνθα ὅρα οὐ μόνον ὡς τὸ ἐρέφειν ἐπὶ φαρέτρας τέθεικε,μετενεγκὼν ἀπὸ τῆς τῶν οἰκοδομημάτων στέγης, ἐφ' ὧν κυρίως τὸ ἐρέφεινκαὶ ὁ ὄροφος λέγεται, ἀλλὰ καὶ ὅτι οὐκ εἴθισται τὸ ἀμφηρεφὲς ἐπὶ οἴκουλέγεσθαι, εἰ καὶ ἀπὸ τοῦ ἐρέφειν γίνεται, ἀλλ' ἀποκεκλήρωται ἡ λέξις μόνῃ τῇθήκῃ τῶν ὀϊστῶν διὰ τὸ φέρειν τὰ τρῶσαι δυνάμενα, ὥσπερ ὁ γωρυτὸς τῷ τόξῳδιὰ τὸ χωρεῖν τὸ ῥυτόν, ὅ ἐστι τὸ βίᾳ ἑλκυστόν. (ῃ. 46) Ὅτι ὀνοματοποιΐαἐστὶ μίμησις λεκτικὴ ποιότητος ἤχου. καλεῖται δὲ οὕτω διὰ τὸ ποιεῖσθαι δι'αὐτῆς ὄνομα ἤτοι λέξιν, ἥτις ὠνοματοπεποιημένη λέγεται. συνηρίθμηται δὲτοῖς ποιητικοῖς τρόποις καὶ πλεονάζει μάλιστα παρὰ τῇ ποιήσει ἐπινοηθεῖσαἐξ αἰτίας τοιαύτης. οἱ παλαίτατοι ἐν σοφοῖς ὀνοματοθέται, μήπω φθάσαντεςἅπασι σώμασί τε καὶ πράγμασι θέσθαι ὀνόματα, ὅτι μηδὲ ἦν εἰς γνῶσιν αὐτοῖςἀθρόα ἐλθεῖν ἅπαντα, ἤλλαξαν τὸ χρεὼν ἀφέντες τὰ πλείω ἀνώνυμα. οἱ δὴ μετ'ἐκείνους ἀνεπλήρουν ὡς ἐκ διαδοχῆς, ἅπερ ἐλλέλειπτο. καὶ οἱ μέν τινες ἐτύγχανονοὗπερ ἤθελον καὶ ἐτίθεντο προσφυῶς ταῖς οὐσίαις ἑκάστων τὰ σφίσι δοκοῦνταὀνόματα νομοθετοῦντες καὶ ἑτέροις οὕτω ποιεῖν, εἴποτε πρᾶγμά τι σκεπτόμενοιμὴ ἔχοιεν ὄνομα εἰς αὐτό. καὶ γέμουσι τοιούτων καινοφανῶν λέξεων αἵ τε τῶνσοφιστῶν αἱρέσεις καὶ αἱ φιλόσοφοι διατριβαί. οἱ δέ τινες ὄνομα παλαιὸν ἔχοντεςεἶτά που ὅμοιόν τι εὑρηκότες ἀνώνυμον πρᾶγμα ὑπῆγον καὶ αὐτὸ τῇ παλαιᾷκλήσει διὰ τὴν ἐμφαινομένην ὁμοιότητα. βοῦς γὰρ ὁ ἐργατικὸς τὸ πρῶτονἐκλήθη καὶ κύων δὲ ὁ χερσαῖος, ὁ δὲ δυσώνυμος θαλάσσιος βοῦς καὶ ὁ ἔνυγροςκύων ὕστερον ἐξ ὁμοιότητός τινος τὰς τοιαύτας ἔλαχον κλήσεις. τὸ δ' αὐτὸ καὶἐπὶ ἑτέρων μυρίων ὁμωνύμως γέγονε. καὶ τοῦτό ἐστιν, ὃ τὴν ἐν ὁμωνυμίᾳ σύνοδονἢ σύγχυσιν ἤθροισεν. ὡς γάρ τις ξενίζων μὲν πλείστους, οἰκίας δὲ μὴ τοσαύταςἔχων, ὑφ' ἑνὶ σταθμῷ πλείους καταλύειν ἀφίησιν, οὕτω καὶ περὶ ὀνοματοθεσίανἠσχολημένος τις πολλάκις ὀνόματι ἑνὶ πρωτοθέτῳ πολλὰ ὑπήγαγεν ἕτερα λαλοῦντα καθ' ὁμωνυμίαν εἰς ἕν. ἡ τοιαύτη τῶν ὀνομάτων ἔνδεια καὶ τὰς πλείουςτῶν ἀντωνυμιῶν ἐξεῦρε. πολλαχοῦ γὰρ τοῖς πάντῃ ἀγνώστοις αὐτὰς ἐπιλέγομενἀντὶ ὀνομάτων γνωστῶν ἀντονομασίαις ἀρκούμενοι. ἡ αὐτὴ στενοχωρία καὶπαραγωγὰς ὀνομάτων εἵλκυσε καὶ ἁπλότητας Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 40

λέξεων εἰς συνθέσεις ἐκίνησεν.ἐντεῦθεν καὶ τὰ τροπικὰ περιείργασται μεταφέροντα ἐξ ἑτέρων εἰς ἕτερα καὶτὴν πρώτην θέσιν τῶν ὀνομάτων καινοτομοῦντα πολυσχιδῶς. ὁ δ' αὐτὸς λόγοςκαὶ τὸ τῆς ὀνοματοποιΐας μιμηλὸν ἐτεχνάσατο. ἔνθα γὰρ οὐκ ἦν οὐσιώδη 1.64 κλῆσιν εὑρέσθαι ἢ φθάσασαν τεθῆναι ἢ ῥᾷον δυναμένην ἄλλως γενέσθαι,ὀνοματοποιΐα ἐν τούτοις ἐπαρρησιάζετο ἐκ τοῦ κατά τινα κίνησιν ποιοῦ ἤχουδηλοῦσα τὸ ὑποκείμενον. καὶ «πλείη μὲν πᾶσα γαῖα ταύτης, πλείη δὲ θάλασσα»καὶ οὐδὲ ἀὴρ αὐτῆς ἀπήλλακται. καὶ δηλοῦσιν αἱ βρονταί, αἱ βροχαί, αἱ βοαί, οἱβόμβοι, οἱ φλοῖσβοι, οἱ ἦχοι, οἱ βρόμοι, τὰ λοιπά, ὅσα κατ' ἄμμον οὐδ' αὐτὰποσοῦνται. τοιούτου τρόπου ἐνταῦθα παρ' Ὁμήρῳ τὸ «ἔκλαγξαν ὀϊστοί».ὀνοματοποιΐα γάρ ἐστι καὶ αὐτὸ καὶ ποιότης ἤχου, ὃν ἐν συντόνῳ κινήσειἀποτελοῦσιν ἔσω τῆς φαρέτρας οἱ ὀϊστοί. σημείωσαι δὲ ὅτι οἱ μὲν παλαιοὶ οὐβούλονται, ὥσπερ τῶν ἄλλων ῥημάτων, οὕτω δὴ καὶ τὰς τῶν ὀνοματοπεποιημένων κινήσεις ἀεὶ ἀκριβολογεῖν, ἵνα μὴ τὴν ἰδιότητα τοῦ ἤχου τούτῳ τῷ τρόπῳ ἐν πολλοῖς ἐξαφανίζωσιν. εἰ δέ τις ἐνταῦθα περιεργάζεται τὸν τοῦ ἔκλαγξανἐνεστῶτα, ἢ κλάγγω ἐστὶν ὡς τὸ σφίγγω ἢ κλάζω ὡς τὸ πλάζω. τὸ δὲ ἐξαὐτοῦ ἔχει πλεονασμὸν τοῦ ˉν δι' εὐρυφωνίαν, ὡς τὸ ἐπλάγχθη καὶ τὸ παλιμπλαγχθέντες ἀπὸ τοῦ πλάζω καὶ αὐτὰ γενόμενα. καιρία δὲ λέξις τὸ ἔκλαγξαν. διὸκαὶ ἐπιμένει αὐτῇ ὁ ποιητὴς ὄνομα παραγαγὼν ἐξ αὐτοῦ τὴν κλαγγὴν καὶ εἰπών»δεινὴ δὲ κλαγγὴ γένετ' ἀργυρέοιο βιοῖο». λειότερον δὲ ἡ κλαγγὴ τῆς κραυγῆς,ὡς καὶ τὸ κλάζειν καὶ κλώζειν τοῦ κράζειν καὶ κρώζειν προσηνέστερα. διὸκορώνη μὲν ἢ κόραξ κράζειν ἢ κρώζειν λεχθήσονται διὰ τὸ τραχὺ τῆς τοῦζῴου φωνῆς· γέρανος δὲ κλάζειν καὶ αὐτή, οὐ μὴν κράζειν λεχθήσεται. οὐ γὰρἡ φωνὴ τῆς γεράνου κατὰ τὴν τοῦ ˉρ ἐκφωνεῖται τραχύτητα, ἀλλὰ κατὰ τὴν τοῦˉλ λειότητα. ὅτι δὲ τὸ κλάζειν καὶ ἡ κλαγγὴ οὐκ ἐπὶ μόνων ὀϊστῶν καὶ τόξουκαὶ γεράνου, ἀλλὰ καὶ ἐπ' ἄλλων λέγεται, οἷον καὶ ἐπὶ συῶν, δειχθήσεταιἀλλαχοῦ. ὅτι δὲ καὶ ἡ ἀμφασία καὶ ἡ ἀμβροσία καὶ τὸ ἄμβροτον καὶ τὸ χρίμπτεινκαὶ τὸ ῥίμφα καὶ ὁ κόμπος καὶ ὁ κομψὸς καὶ τὸ πίμπλασθαι καὶ τὸ καταπιμπρᾶνκαὶ ἄλλα πλεονασμὸν ἔπαθον τοῦ ˉν διὰ σεμνότητα φωνῆς, ὡς καὶ τὸ ἔκλαγξανκαὶ τὸ «λίγξε δὲ βιός» καὶ τὸ λέλογχε καὶ ἄγγελος καὶ τὸ καγχαλᾶν, φανήσεταιἐν ἰδίοις τόποις. [εἰ δὲ ἡ κλαγγὴ τῶν τοῦ Ἀπόλλωνος ὀϊστῶν ὡς ἡλίου ἦχον 1.65 δηλοῖ τινα ἐμμελῆ ἀποτελούμενον ὑπὸ τῆς ἡλιακῆς σφαίρας ἐν τῷ κινεῖσθαι, ὃ Πυθαγόρας μὲν ἤθελε ληρεῖν, ἄλλοι δὲ ἀνέτρεψαν, ζητητέον καὶ ἐν τοῖς Ἡρακλείτου εἰς τὸν Ὅμηρον. ὡς δὲ μόνος παρ' Ὁμήρῳ τοξότης ἐν θεοῖς Ἀπόλλων,καθὰ καὶ ἡ ἀδελφὴ Ἄρτεμις, ὁ Ὁμηρικὸς μῦθος οἶδε βοηθούμενος καὶ ὑπὸ ἀλληγορίας εἰς ὅσον ἐγχωρεῖ.] Ἰστέον δὲ καὶ ὅτι ὁ μῦθος οὐδεμίαν τῶν τεχνῶνἀδέσποτον ἀφίησιν, ἀλλὰ πάσαις δαιμόνιά τινα ἐφιστᾷ, οἷον ταῖς χειρωνακτικαῖςτὴν Ἀθηνᾶν, ταῖς μαχίμοις τὸν Ἄρην, τὸν Ποσειδῶνα τῇ ναυτιλίᾳ. καὶ ἡ ἀλληγορία θεραπεύει τὰ τοιαῦτα, καθάπερ αὐτῇ δοκεῖ. καὶ αὐτὰ δὲ τὰ στοιχεῖαοὕτω πως ὁ μῦθος ἀπομερίζει, μέλεσθαι μὲν τὴν γῆν λέγων νύμφαις καὶ ∆ήμητρι,θάλασσαν δὲ ἀνιεὶς Ποσειδῶνι καὶ Τρίτωνι καὶ τοῖς ἀμφὶ τὸν Νηρέα, ὑπὸ τῷ ∆ιῒ δὲ ποιῶν ὅσον ἀνώτερον. καὶ τί δεῖ τὰ τοῦ μύθου λέγειν, ὅπου γε τὸ τῆς ἀποτελεσματικῆς σοφίας περίεργον οὐδὲν ἀφῆκε τῶν περὶ γῆν, ὃ μὴ τέθεικεν ὑπὸτῇ τῶν πλανήτων ἐπικρατείᾳ, οὐ μόνον περὶ τὰ μεγάλα φιλοτιμούμενον, ὧνἓν καὶ τὰ μέταλλα, ἀλλὰ καὶ μέχρι αὐτῶν κρομύων καὶ σκορόδων σμικρολογούμενον. ὁ τοίνυν μῦθος οὕτω τὰ πάντα διανέμων προϊστᾷ καὶ τῆς τοξευτικῆςτέχνης τὸν Ἀπόλλωνα κοινωνὸν αὐτῷ διδοὺς καὶ τὴν Ἄρτεμιν. καὶ ἡ μὲν ἀλληγορία ταῦτα νοεῖ λέγεσθαι ἢ διὰ τὸ ἐν ἀκτινοβολίαις ἑκηβόλον τῶντοιούτων ἀστέρων ἤγουν Ἀπόλλωνος ἡλίου καὶ Ἀρτέμιδος σελήνης ἢ καὶ ὅτι δοκοῦσιν οὗτοι συνεπαρήγειν τι τοῖς τοξεύουσιν. ὁ δὲ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 41

ὢνοὐκ ἂν κυρίως λέγοιτο κάρηνα ἔχειν. ὅλως γὰρ ὁ Ὅμηρος περὶ Ὀλύμπου ὡς μὲν

ὄρους λέγειν ἔργον ἔχει καθὰ ποιητής, ὡς δὲ περὶ οὐρανοῦ ἀλληγορικῶς,πάρεργον. Τὸ

δὲ κάρηνα ἐκ μεταφορᾶς εἴληπται τῆς τῶν ζῴων κεφαλῆς. οὕτωδὲ καὶ ἀπὸ ἄλλων

μερῶν τοῦ σώματος ἄλλα κατὰ μεταφορὰν μέρη τοῦ ὄρουςλέγεται, ὡς προϊοῦσι

φανήσεται, οἷον ὀφρῦς ὄρους διὰ τὰς τῶν ζῴων ὀφρῦς,καὶ πόδες διὰ τοὺς πόδας, καὶ

ἄλλα δι' ἄλλα, [ὡς ἀκριβέστερον ἐν τῇ Βοιωτίᾳφανεῖται. Ὅτι δὲ Ἰωνικὸν καὶ τὸ

Οὔλυμπος κατὰ τὴν ἐπένθεσιν τοῦ ˉυ, καθὰ καὶ τὸ οὐλομένην καὶ ὡς παρὰ τὸ

ὁλολαμπὲς Ὄλυμπος ἐκλήθη ὁ οὐρανὸς καὶ ὡς Αἰολικὴν τροπὴν ἔχει τοῦ ˉο εἰς ˉυ καὶ

ὡς οὐκ ἀλόγως ψιλοῦται κατὰ τὴν ἄρχουσανκαὶ ὅτι τὸ κάρηνον καὶ ἑτεροίως

ὀνομάζεται κοινῶς τε καὶ ποιητικῶς, δηλωθήσεται ἐν ἰδίοις τόποις.] (ῃ. 45) Ὅτι ἔθος

Ὁμήρῳ ἐν πολλοῖς πληθύνειν τὰ ἑνικά, ὡς ὅτε τὸ ἅρμα λέγει ἅρματα καὶ τὸ τοῦ Αἴαντος

πρόσωπον πρόσωπα. οὕτωκαὶ τὸ τοῦ Ἀπόλλωνος τόξον τόξα ἐνταῦθά φησι διὰ

σεμνότητα, [εἰπών «τόξ'ὤμοισιν ἔχων». ὅτι δὲ τόξα καὶ ἡ πᾶσα τοξικὴ σκευὴ ἐλέγετο,

φανήσεται πολλαχοῦ ἐν τοῖς μετέπειτα. Ἰστέον δὲ ὅτι ἐκ τοῦ ἔω ὦ, τὸ ὑπάρχω,

ὀξυτόνως μὲνκατὰ πρόσληψιν συλλαβῆς ὠμὸς καρπὸς ὁ μὴ μεταβληθεὶς εἰς πέψιν καὶ

1.63 ὠμὴ τροφὴ ἡ μὴ ἑψηθεῖσα καὶ ὠμὸς ἄνθρωπος ὁ σκληρός. βαρυτόνως δὲ

ὦμοςμέρος σώματος τὸ στερρῶς ὑπομένον τὰ ἄχθη.] Ὅτι ἐοίκασιν οὐ μικραὶ

τοῖςπαλαιοῖς αἱ φαρέτραι εἶναι οὐδὲ τοὺς ὀϊστοὺς ἔξω προκύπτοντας ἔχειν, ἀλλὰὅλους

αὐτοὺς ἔσω στέγειν. καὶ δῆλον ἐκ τοῦ ἀμφηρεφέα φαρέτραν εἰπεῖν τὴνκύκλῳ

ἐρεφομένην. ἔνθα ὅρα οὐ μόνον ὡς τὸ ἐρέφειν ἐπὶ φαρέτρας τέθεικε,μετενεγκὼν ἀπὸ

τῆς τῶν οἰκοδομημάτων στέγης, ἐφ' ὧν κυρίως τὸ ἐρέφεινκαὶ ὁ ὄροφος λέγεται, ἀλλὰ

καὶ ὅτι οὐκ εἴθισται τὸ ἀμφηρεφὲς ἐπὶ οἴκουλέγεσθαι, εἰ καὶ ἀπὸ τοῦ ἐρέφειν γίνεται,

ἀλλ' ἀποκεκλήρωται ἡ λέξις μόνῃ τῇθήκῃ τῶν ὀϊστῶν διὰ τὸ φέρειν τὰ τρῶσαι

δυνάμενα, ὥσπερ ὁ γωρυτὸς τῷ τόξῳδιὰ τὸ χωρεῖν τὸ ῥυτόν, ὅ ἐστι τὸ βίᾳ ἑλκυστόν. (ῃ.

46) Ὅτι ὀνοματοποιΐαἐστὶ μίμησις λεκτικὴ ποιότητος ἤχου. καλεῖται δὲ οὕτω διὰ τὸ

ποιεῖσθαι δι'αὐτῆς ὄνομα ἤτοι λέξιν, ἥτις ὠνοματοπεποιημένη λέγεται. συνηρίθμηται

δὲτοῖς ποιητικοῖς τρόποις καὶ πλεονάζει μάλιστα παρὰ τῇ ποιήσει ἐπινοηθεῖσαἐξ αἰτίας

τοιαύτης. οἱ παλαίτατοι ἐν σοφοῖς ὀνοματοθέται, μήπω φθάσαντεςἅπασι σώμασί τε καὶ

πράγμασι θέσθαι ὀνόματα, ὅτι μηδὲ ἦν εἰς γνῶσιν αὐτοῖςἀθρόα ἐλθεῖν ἅπαντα, ἤλλαξαν

τὸ χρεὼν ἀφέντες τὰ πλείω ἀνώνυμα. οἱ δὴ μετ'ἐκείνους ἀνεπλήρουν ὡς ἐκ διαδοχῆς,

ἅπερ ἐλλέλειπτο. καὶ οἱ μέν τινες ἐτύγχανονοὗπερ ἤθελον καὶ ἐτίθεντο προσφυῶς ταῖς

οὐσίαις ἑκάστων τὰ σφίσι δοκοῦνταὀνόματα νομοθετοῦντες καὶ ἑτέροις οὕτω ποιεῖν,

εἴποτε πρᾶγμά τι σκεπτόμενοιμὴ ἔχοιεν ὄνομα εἰς αὐτό. καὶ γέμουσι τοιούτων

καινοφανῶν λέξεων αἵ τε τῶνσοφιστῶν αἱρέσεις καὶ αἱ φιλόσοφοι διατριβαί. οἱ δέ τινες

ὄνομα παλαιὸν ἔχοντεςεἶτά που ὅμοιόν τι εὑρηκότες ἀνώνυμον πρᾶγμα ὑπῆγον καὶ

αὐτὸ τῇ παλαιᾷκλήσει διὰ τὴν ἐμφαινομένην ὁμοιότητα. βοῦς γὰρ ὁ ἐργατικὸς τὸ

πρῶτονἐκλήθη καὶ κύων δὲ ὁ χερσαῖος, ὁ δὲ δυσώνυμος θαλάσσιος βοῦς καὶ ὁ

ἔνυγροςκύων ὕστερον ἐξ ὁμοιότητός τινος τὰς τοιαύτας ἔλαχον κλήσεις. τὸ δ' αὐτὸ

καὶἐπὶ ἑτέρων μυρίων ὁμωνύμως γέγονε. καὶ τοῦτό ἐστιν, ὃ τὴν ἐν ὁμωνυμίᾳ σύνοδονἢ

σύγχυσιν ἤθροισεν. ὡς γάρ τις ξενίζων μὲν πλείστους, οἰκίας δὲ μὴ τοσαύταςἔχων, ὑφ'

ἑνὶ σταθμῷ πλείους καταλύειν ἀφίησιν, οὕτω καὶ περὶ ὀνοματοθεσίανἠσχολημένος τις

πολλάκις ὀνόματι ἑνὶ πρωτοθέτῳ πολλὰ ὑπήγαγεν ἕτερα λαλοῦντα καθ' ὁμωνυμίαν εἰς

ἕν. ἡ τοιαύτη τῶν ὀνομάτων ἔνδεια καὶ τὰς πλείουςτῶν ἀντωνυμιῶν ἐξεῦρε. πολλαχοῦ

γὰρ τοῖς πάντῃ ἀγνώστοις αὐτὰς ἐπιλέγομενἀντὶ ὀνομάτων γνωστῶν ἀντονομασίαις

ἀρκούμενοι. ἡ αὐτὴ στενοχωρία καὶπαραγωγὰς ὀνομάτων εἵλκυσε καὶ ἁπλότητας

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

40

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!