18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καθάπερ ἔπος ἁπλῶς μὲν ὁ λόγος, ὡς τὸ «ἔπεα πτερόεντα»,ἰδίως δὲ ἔπος ὁ ἔμμετρος

λόγος, οὕτω καὶ ποιεῖν ὅλως μὲν τὸ πράττειν· καὶἔστιν ἡ χρῆσις καὶ παρὰ τῷ ποιητῇ

πολλαχοῦ, ἰδιάζεται δὲ ἡ λέξις καὶ ἐπὶ τῶνῥαψῳδούντων κατά τι ἐξαίρετον διὰ τὸ τῆς

ἐν αὐτοῖς πράξεως ταύτης [ἐξέχονὡς] θεῖον καὶ ἔλλογον. ὅθεν καὶ συνθέμενοί τινες τὸ

ἔμμετρον ἔπος καὶ τὸ ῥαψῳδικῶς ποιεῖν ὠνόμασαν συνθέτως ἐποποιοὺς τοὺς ἐν

ἁπλότητι λεγομένους καὶποιητάς, μάλιστα δὲ τοὺς ἐν ἑξαμέτρῳ τόνῳ ἡρωΐζοντας. ὧν

κατάρξαι λέγεταίτις Φημονόη, γυνὴ προφῆτις Ἀπόλλωνος, ἐφευροῦσα, φασίν, αὐτὴ

πρώτη τὸἔπος, κληθὲν οὕτω κατὰ τοὺς παλαιοὺς οὐ μόνον καθ' ὑπεροχήν, δι' ἣν

τὸἑξάμετρον ἰδιώσατο τὴν κοινὴν προσηγορίαν τοῦ λόγου, ἀλλὰ καὶ διότι ἕπονται,φασί,

τὰ πράγματα τοῖς χρησμοῖς. εἰ δὲ ἡ τοιαύτη ἐτυμολογία δασύνεσθαι ἀπαιτεῖ τὸ ἔπος,

ἀλλ' ἔστι συνηγορῆσαι καὶ τῇ ψιλώσει τούτου πιθανῶς, εἴ τιςβουληθείη. τίς δὲ ἡ

ἐποποιΐα καὶ ὅτι ποιήσεως εἶδος καὶ αὐτὴ ὡς καὶ ἡ τραγῳδίακαὶ ἡ κωμῳδία καὶ ἡ τῶν

Κυκλίων ποιημάτων καὶ ἡ λυρικὴ καὶ ἕτεραι, ζητητέονἐν ἄλλοις. καὶ οὕτω μὲν κατέστη

τὸ ποιεῖν, ἐξ οὗ καὶ ὁ ποιητὴς καὶ ἡ ποίησις.καὶ δῆλον ὅτι ποιεῖν παρὰ τοῖς παλαιοῖς, ὡς

καὶ ὁ Κωμικὸς ἐμφαίνει, τὸ ποιητικῶς ἤγουν ἐμμέτρως ἀείδειν καὶ γράφειν, ὡς τὸ

«ἐποίησάς ποτε ὦ Εὐριπίδη»ἀντὶ τοῦ «ἔγραψας ἐν τῇ ποιήσει σου». καὶ τοίνυν καὶ

ποιητὴς ὁ οὕτω γράφων,ὁποῖος ἂν καὶ εἴη εἴτε κωμικὸς εἴτε ὁστισοῦν ἕτερος, ἐξόχως δὲ

Ὅμηρος.ὡς γάρ, εἴ τις εἴπῃ ὁ ῥήτωρ, ὁ ∆ημοσθένης εὐθὺς ὑπερεχόντως ἐνοήθη, κἂν

τὸνλυρικὸν ἀκούσωμεν, εἰς τὸν Πίνδαρον ἀναγόμεθα, οὕτω καὶ τὸν ποιητὴν ἀκούσαςτις

μετὰ τοῦ ἄρθρου τὸν Ὅμηρον ἐνόησε. διὰ τί; ὅτι ἐν αὐτῷ ἀρετὴ πᾶσα 1.6 ποιήσεως καὶ

διότι σπερματικῶς ἀρχὴ καὶ καθηγητὴς αὐτὸς πᾶσι γέγονεποιηταῖς τοῦ εἶναι, ὅπερ

λέγονται. καὶ ταῦτα μὲν οὕτως, ἵνα μὴ ἐπὶ πλέον πόρρωτοῦ σκοποῦ πλαζώμεθα.

Ὁμήρου δὲ γένος οὐδ' αὐτὸ περιεργασόμεθα. εἴρηται γὰρ πολλοῖς ἑτέροις,ὡς οὐκ ἂν

ἡμεῖς κρειττόνως εἴπωμεν· εἰ μὴ ἄρα τοῦτο καὶ μόνον ῥητέον κατὰτὸ ἐπιτρέχον, ὅτι

ἐπικρύψας ἑαυτὸν ὁ ποιητὴς καὶ σιγήσας, ὅστις ποτὲ καὶὅθεν ἦν, περιμάχητος μᾶλλον

ἐγένετο καὶ πολύπατρις. ἔστι γὰρ κατὰ τὴν τῶνποθούντων ἔφεσιν καὶ Ἰήτης καὶ

Σμυρναῖος καὶ Ἀθηναῖος καὶ Αἰγύπτιος, ἤδη δὲ καὶ Ἰταλός. ἀμφισβητοῦσι δ' αὐτοῦ καὶ

Χῖοι, μαρτύριον προχειριζόμενοιτοὺς καλουμένους Ὁμηρίδας, ὧν καὶ Πίνδαρος

μέμνηται. καὶ ἕτεροι δὲ πολλοὶὉμήρου μεταποιοῦνται σφετεριζόμενοι καὶ ἁβρυνόμενοι

αὐτὸν ἔχειν πολίτην ἢἑτέροις ἀγαθοῖς σεμνύνεσθαι. Ὅτι δὲ καὶ ἕτεροι πρὸ αὐτοῦ ἦσαν

ποιηταί, ὧνκαὶ Μουσαῖος ἀκέσεις νόσων συγγραψάμενος, καὶ ὅτι, ὡς καὶ Αἰλιανὸς

ἱστορεῖ,μετὰ Ὀρφέα καὶ Μουσαῖον Σύαγρος γέγονε ποιητής, ὃς πρῶτος τὸν Τρωϊκὸν ᾖσε

πόλεμον, καὶ τοῦτο ἐς τοσοῦτον εἰρήσθω. καὶ ὅτι ἔπνεε τὰ ἔπη Ὅμηροςκαὶ οὕτως εἶχε

τῆς περιέργου καὶ ἐμμελοῦς Μούσης, ὡς οὐδὲ τοῦ ἐν ἁπλότητιπεζολογεῖν ἕτεροι, καθὰ

καὶ Ἡρόδοτος ἱστορεῖ ἐν οἷς ἔγραψεν εἰς τὸν Ὅμηρον. ὡς δὲ καὶ πολλοὶ Ὅμηροι, καὶ

αὐτὸ ἱστόρησαν ἕτεροι, καὶ ὅτι δὲ ὁ νῦν προκείμενος ἢ ἀπὸ τοῦ μὴ ὁρᾶν ὠνόμασται, ὡς

οἱονεὶ μήορος καὶ κατὰ μετάθεσινὍμηρος, ἢ ὡς αὐτὸ τοῦτο γενόμενος Ὅμηρος, ὁποίους

τοὺς ἐπὶ εἰρήνῃ διδομένους εἰς ἐνέχυρον οἴδαμεν, καὶ τοῦτο εἰς πλάτος κεῖται παρ'

ἄλλοις. οἳ καίφασι τὰ ἐπὶ εἰρήνῃ ὅμηρα οὕτω λέγεσθαι παρὰ τὸ ὁμοῦ καὶ τὸ ἀρῶ τὸ

ἁρμόζω·εἰς ὁμόνοιαν γὰρ ἁρμόττονται διὰ τῶν ὁμήρων οἱ διεστῶτες ἀλλήλων

καὶστασιάζοντες. [χρῆσις δὲ τοιαύτης λέξεως παρὰ πολλοῖς τε ἄλλοις καὶ παρ' Εὐριπίδῃ

ἐν τῷ «συλλάβετε ὅμηρον τήνδε».] Εἰ δὲ καὶ ἕτερα ποιήματά εἰσινὉμήρου, οἷον καὶ ὁ

Μαργίτης καὶ ἡ τῶν μυῶν καὶ βατράχων Μάχη, ἄλλοικαὶ αὐτὸ ἐξήτασαν πρὸς

ἀκρίβειαν, καὶ ἐὰν ἡ Ἰλιὰς τῆς Ὀδυσσείας προπεποίηται ἢ καὶ ἀνάπαλιν. Εἰ δὲ καὶ ἤρισεν

Ὅμηρος Ἡσιόδῳ τῷ Ἀσκραίῳ καὶ ἡττήθη,ὅπερ ὄκνος τοῖς Ὁμηρίδαις καὶ λέγειν,

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

4

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!