18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

εἶναι. ὅμαιμοι γὰρ πολλαχοῦ καὶ οἱ ἁπλῶςκαθ' αἷμα καὶ προσγενεῖς, ὡς δηλοῖ καὶ

Λυκόφρων, ὁ καὶ αὐθομαίμους τοὺς τοῦαὐτοῦ γένους εἰπών. [Ἰστέον δὲ καί, ὅτι Ὁμήρου

τοὺς κασιγνήτους αὐτοκασιγνήτους εἰπόντος κατά τινα ἐνδιάθετον ἐπίτασιν λαβόντες

οἱ μεθ' Ὅμηρον 1.646 ἀφορμὴν ἐντεῦθεν τὸ αὐτοζῷον καὶ τὸν αὐτοάνθρωπον

ὑπεροχικῶς εἶπον καὶὅσα τοιαῦτα, καὶ ὅτι ἐκ τοῦ ὁ γνωτός δοκεῖ τροπῇ τοῦ ˉω εἰς ˉη

γενέσθαι ὁ κασίγνητος.] (ῃ. 239) Ἐρατεινὴν δὲ Λακεδαίμονα λέγει, ὡς καὶ πρὸ ὀλίγου

εἶπενὁμηλικίην ἐρατεινὴν καὶ φίλην πατρίδα, καὶ διότι δὲ χώρα εὐδαίμων ἡ

Λακεδαίμων. (ῃ. 241) Πόνον δὲ ἀνδρῶν τὴν ἐν πολέμῳ λέγει νῦν ἐνέργειαν ἢ

κακοπάθειαν. (ῃ. 242) Τὸ δὲ δειδιότες τὴν ἄγαν πολλὴν δηλοῖ εὐλάβειαν καὶ αἰδῶ.(ῃ.

243) Φυσίζοος δὲ ἡ φύουσα τὰ πρὸς ζωὴν χρήσιμα. αἰτία δ' ἐνταῦθα τῆς ἐντῇ

παραληγούσῃ μικρογραφίας οὐ ποιητικὴ ἄδεια, ἀναλογία δέ τις γραμματική.τὸ γὰρ ζωή

ἀπὸ τοῦ ζέω ζῶ γεγονός, διὰ τὴν τῶν ζώντων θερμότητα, οὐκἀλόγως ἂν διὰ τοῦ ˉο

μικροῦ ἔχοι γράφεσθαι, ὡς ἔχον τὸ ˉε προεγκείμενονῥήματι, [ἵνα ᾖ ὅμοιον τῷ ῥέω ῥοή,

χέω χοή καὶ τοῖς ὁμοίοις.] Ἐπεὶ δὲ ἐν τῷ ζωή,ἁπλῷ ὀνόματι, ἐμεγέθυνε τὸ ˉω κανὼν

ἐκνικήσας, ὁ τῆς προσλήψεως τῆςσυλλαβῆς ἐν τῷ ἐνεστῶτι τῷ ζῶ, –ὡς γὰρ ῥῶ, τὸ

ὁρμῶ, ῥωή καὶ ἐρωή, ἡ ὁρμή,οὕτω καὶ ζῶ ζωή. οὕτω δὲ καὶ ζῷον, ὡς λῶ λῷον. –

προσήρμοσε λοιπὸν τῷσυνθέτῳ τῷ φυσίζοος ἡ ἑτέρα γραφὴ καὶ ἀντὶ τοῦ ˉε, τοῦ ἐν τῷ

ζέω ζῶ θεματικῷῥήματι ἐγκειμένου, ἀντετέθη ἐνταῦθα τὸ ˉο. εἰ δὲ τὰ Ἡροδότου

ἀντίγραφαἀσφαλῶς ἔχει κατὰ τὴν διὰ τοῦ ˉο μικροῦ γραφὴν τῆς ζωῆς ἐν τῷ «ὁ

θάνατοςμοχθηρᾶς οὔσης τῆς ζοῆς αἱρετώτερος τῷ ἀνθρώπῳ γέγονεν», –εὕρηταιγάρ που

καὶ τοιαύτη γραφή–ἐκεῖθεν ἂν εἴη συντεθὲν τὸ φυσίζοος γῆ, ὃταὐτόν πώς ἐστι τῷ

ζείδωρος. Ἰστέον δέ, ὅτι τινὲς φυσίζοον εἶπον τὴν ζῷαφύουσαν, ὡς ἐν ῥητορικῷ

φέρεται Λεξικῷ. (ῃ. 245) Ὅτι ὅρκια πιστὰ οὐ μόνοναὐτοὶ οἱ ἔνορκοι λόγοι, ἀλλὰ καὶ τὰ

ἐν ὅρκοις χρειώδη. φησὶ γοῦν· «κήρυκεςδ' ἀνὰ ἄστυ φέρον ὅρκια πιστά, ἄρνε δύο καὶ

οἶνον ἐΰφρονα, καρπὸν ἀρούρης, 1.647 ἀσκῷ ἐν αἰγείῳ». τοιοῦτον καὶ τὸ «σύναγον

ὅρκια», ἤγουν συνῆγον τὰ εἰςὅρκον χρήσιμα. (ῃ. 252) Καὶ τὸ τάμνειν δὲ ὅρκια παρ'

Ὁμήρῳ καὶ Ἡροδότῳ τὸ θῦσαι τὰ ἐπὶ ὅρκῳ σφάγια δηλοῖ. Ἰωνικὴ δὲ λέξις τὸ τάμνειν

ἐπὶ τοῦ θύεινκαὶ τὸ ἔταμον καὶ τὰ ὅμοια καὶ πολλαχοῦ κεῖται καὶ ἔχει συντομίαν καὶ

πολὺννοῦν. συγκροτεῖται δὲ διά τε ἄλλων καὶ τοῦ «ἐκ κεφαλέων τάμνε τρίχας» καὶ»ἀπὸ

στομάχους ἀρνῶν τάμε». Τὸ δὲ ὅρκους προβῆναι προϊὼν ὅρκια πιστὰ γενέσθαι φησίν.

(ῃ. 247) Ἔστι δὲ φέρειν μὲν τὸ βαστάζειν, ἐξ οὗ καὶ τὸ φοράδηνἐπίρρημα. διὸ καὶ τὸ

«ἔφερε δὲ κρητῆρα φαεινόν» ταὐτόν ἐστι τῷ ἐβάσταζεν.(ῃ. 246) Οἶνος δὲ εὔφρων ὁ

εὐφραντικὸς καί, ὡς ἀλλαχοῦ ἐρεῖ, μελιηδής. Τὸ δέ»καρπὸν ἀρούρης» πρὸς διαστολὴν

εἶπε τοῦ λοιποῦ τοῦ μὴ ἐξ ἀρούρης, ὃν αἱἀγριάδες γεννῶσιν. ἐκεῖνος γὰρ οὐκ ἂν εἴη

οὕτως εὔφρων. Σημείωσαι δέ,ὅτι νῦν μὲν ἁπλῶς ἄρουρα ἡ ἀρουμένη γῆ, παρὰ δὲ

Ἡροδότῳ καὶ ὥρισται,εἰπόντι «ἄρουρα ἑκατὸν πήχεων Αἰγυπτίων πάντῃ». (ῃ. 247) Τὸ δέ

«ἀσκῷἐν αἰγείῳ» διὰ πολυπειρίαν τοῦ ἀκροατοῦ παρέρριπται, ἵνα μὴ λανθάνῃ

τὸνἀκούοντα, ὡς ἐκ προβάτου μὲν οὐκ ἂν ἀσκὸς εὔχρηστος γένοιτο, ἐξ αἰγὸς δέ.[Οἱ δὲ

ὕστερον καὶ βόειον ἀσκὸν καινοπραγήσαντες εἰς οἴνου ἀγγεῖον εἰςἑτεροίους καιροὺς

ἐξεῦρον αὐτόν. ἄλλου δὲ καιροῦ καὶ οἱ νενασμένοι οἴνουἀμφορέες. οἱ δὲ βῖκοι οὐδὲ

αὐτοὶ γνωστοὶ τῷ ποιητῇ, καθάπερ οὐδὲ αἱ πυτῖναι,ὧν παράγωγα τὰ πυτιναῖα πτερὰ

παρὰ τῷ Κωμικῷ. γενικὴ δέ τις λέξις ὁἀσκός, εἴγε καὶ ἄνθρωπος ἀποδαρῆναί που εἰς

ἀσκὸν ἱστόρηται καὶ δελφῖνοςδὲ ἀσκῷ λέγεται ὁ ποιητικὸς Αἴολος ἀνέμους ἐγκλεῖσαι.]

(ῃ. 245 ς.) Σημείωσαιδὲ καί, ὅτι δίχα βουλῆς τῶν βασιλέων ἡ τῶν σφαγίων ἐπιλογὴ

γέγονε πρὸςτῶν κηρύκων, ὡς ἢ κατὰ τὸ σιωπώμενον τῶν βασιλέων καὶ ταῦτα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

399

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!