18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γενικῇ συντασσομένου Ὁμηρικῶς ἐν τῷ «τόξων εὖεἰδώς», ἔτι δὲ καὶ τοῦ γνῶναι, ὡς καὶ

ἡ Ὀδύσσεια δηλοῖ, τὸ «οὕς κεν ἐῢγνοίην», ἤγουν οὓς ἂν εὖ γνοίην, αἰτιατικὴν ἔσχε

σύνταξιν, ὁμόστοιχον ἐκείνοιςὄν. αἴτιον δὲ τὸ ἐπαμφοτερίζειν τὴν σύνταξιν καὶ διὰ

τοῦτο καὶ τοὺς ῥήτοραςὧδε καὶ ὧδε φράζειν. ὁ γοῦν τὰ ∆ιονυσιακὰ ποιήσας ὀκνήσας

ἀκολουθῆσαιὉμήρῳ εἰς τὴν γενικὴν σύνταξιν, κατὰ αἰτιατικὴν πτῶσιν, ὥς που

καὶπρογέγραπται, ἔφη τὸ «εὖ εἰδὼς πόνον ἄλλον ἐπὶ στονόεντι κάρητι». διὸκαὶ

Σοφοκλῆς ἐν στίχῳ ἑνὶ οὐκ ὤκνησε διπλόην θέσθαι συντάξεως εἰπών· «ὦδυσθέατον

ὄμμα καὶ τόλμης πικρᾶς». ἔχων γὰρ φάναι «ὦ δυσθέατον ὄμμα καὶτόλμη πικρά», ὅμως

ἐξήλλαξε τὴν φράσιν διὰ τὸ καὶ οὕτω καὶ οὕτω δύνασθαιλέγεσθαι, οἷον· «ὦ δυσθεάτου

καὶ ὄψεως καὶ τολμήματος» καὶ πάλιν· «ὦδυσθέατος ὄψις καὶ τόλμημα». τὸ δέ

«τοὔνομα μυθήσεσθαι», ἤγουν εἰπεῖν,κατὰ τὸ «τίς ἂν πάντων οὐνόματ' εἴπῃ» μετὰ

προθέσεώς φασιν οἱ μεθ'Ὅμηρον, οἷον πρὸς ὄνομα εἰπεῖν. (ῃ. 236–42) Ὅτι τῶν

∆ιοσκούρων μνησθεῖσα ἡ Ἑλένη, περὶ ὧν καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν εἴρηται,

αὐτοκασιγνήτους αὐτοὺς λέγει καὶ ἡγεμόνας λαῶν καλεῖ. καὶ τὸν μὲν Κάστορα ἱππικὸν

οἶδε, τὸνδὲ Πολυδεύκην ἄριστον πύκτην. καὶ αὐτὴ μὲν ἐθέλει αὐτοὺς ἰδεῖν, Ὅμηρος

δὲθανεῖν ἱστορεῖ τούτους ἐν Λακεδαίμονι, ὡς καὶ ὁ Λυκόφρων ἐκτίθεται. Φράζειδὲ τὰ

ῥηθέντα Ὅμηρος οὕτω· «δοιὼ δ' οὐ δύναμαι ἰδέειν κοσμήτορε λαῶν, Κάστορά θ'

ἱππόδαμον καὶ πὺξ ἀγαθὸν Πολυδεύκεα, αὐτοκασιγνήτω», «ἢ οὐχ'ἑπέσθην

Λακεδαίμονος ἐξ ἐρατεινῆς, ἢ δεῦρο μὲν ἕποντο», οὐκ ἐθέλουσι δέ»πόνον καταδύμεναι

ἀνδρῶν, αἴσχεα δειδιότες καὶ ὀνείδεα πόλλ' ἅ μοί ἐστιν». 1.645 Καὶ ὅρα, ὅτι ὁμολογεῖ

καὶ νῦν ὡς καὶ ἐν ἄλλοις ἡ Ἑλένη αἰσχρὸν πρᾶγμαποιῆσαι καὶ ἐπονείδιστον τὸ εἰς

Τροίαν ἀκολουθῆσαι τῷ μοιχῷ Πάριδι. Ἰστέονδὲ καί, ὡς Ἑλένη μὲν ἀμφιβάλλει, ὡς

εἰκός, εἰ μὴ ἦλθον εἰς Τροίαν οἱ ∆ιόσκουροι, Ζηνόδοτος δὲ διοικητὰς ἐν Λακεδαίμονί

φησι καταλελεῖφθαι αὐτούς. Σημείωσαι δέ, ὅτι ἐν ἰατρικῷ βίβλῳ εὕρηνται αἱ παρωτίδες

καλούμεναι διόσκουροι. ἐν δὲ τῷ αὐτῷ καὶ ὁ στάχυς ἐπὶ μέρους σώματος εὑρέθη

κείμενος, ὃ καὶπαρὰ πολλοῖς εἰς ἔτι νῦν φέρεται, οἳ συὸς ἢ προβάτου στάχυν φασὶ τὰ

περὶ τὰςψόας. Ὅτι δὲ οἱ ∆ιόσκουροι καὶ εἰς τὰ δύο ἡμισφαίρια τοῦ παντὸς ἐνοήθησανκαὶ

εἰς τοὺς τροπικοὺς δὲ μάλιστα κύκλους, ὁ παραβάτης Ἰουλιανὸς ἔγραψεν,ὡς δηλοῦται

καὶ ἐν τοῖς εἰς τὴν Ὀδύσσειαν. Ἔτι ἰστέον καί, ὅτι δυνατὸν μὲν ἦν τὴν Ἑλένην διὰ

τοσούτων ἐτῶν μαθεῖν τὰ κατὰ τοὺς ἀδελφοὺς ἀπὸ αἰχμαλώτωνἢ καὶ ἄλλως πως,

ἐπεκρύπτετο δὲ αὐτῇ ὁ θάνατος ἐκείνων ἐπίτηδες Ἀλεξάνδρου,οἷα εἰκός, τοῦτο

μηχανωμένου, ὡς ἂν μὴ τήκοιτο δακρυχέουσα. Ὁμηρικὸν δὲπολλαχοῦ ἔθος φανεῖται

κατὰ οἰκείαν τεχνικὴν μέθοδον τὸ ἐν πράγμασι μὴμόνον αὐτὸ τὸ ὂν λέγειν, ἀλλὰ

στοχαστικῶς καὶ τὸ μὴ ὄν, ὡς καὶ ἐνταῦθαποιεῖ πλάσας τὴν Ἑλένην μὴ μόνον τὸ ἀληθὲς

εἰποῦσαν, ὡς οἴκοι μεμενήκασινοἱ ἀδελφοί, ἀλλὰ καί, ὡς εἰς Τροίαν ἐλθόντες

εὐλαβοῦνται φαίνεσθαι ὅπερ οὐκἔστιν. (ῃ. 237 ς.) Ὅρα δέ, [ὅτι τε δυνάμενος Ὅμηρος

Πολυδεύκην εἰπεῖν κοινῶς, ὅμως εἵλετο ἰωνίσαι καὶ γράψαι Πολυδεύκεα, ἐξ οὗ πάθος

γέγονε στιχηρόν,λεγόμενον ὑπέρμηκες, τὸ δ' αὐτὸ καὶ δολιχόουρον,] καὶ ὅτι τοὺς

αὐτοκασιγνήτους ἑρμηνεύουσά φησι· «οὕς μοι μία γείνατο μήτηρ», πρὸς οὓς δηλαδὴ

γνησιώτερον οἱ πολλοὶ διάκεινται ἤπερ πρὸς τοὺς ὁμοπατρίους μέν, ἀμφιμητρίους

δέ,ὡς δηλώσει που καὶ ἐν τοῖς ἑξῆς τὸ «ἐπεὶ οὐχ' ὁμογάστριος Ἕκτορός εἰμι».αἰτία δὲ

τοῦ φιλεῖσθαι μάλιστα τοὺς τοιούτους, διότι, φασί, τοὺς μὲν ὁμογαστρίους ἴσασιν

ἀδελφοὺς οἱ ἄνθρωποι, τοὺς δὲ ἀμφιμητρίους οἴονται. Ὅρα δέ, ὅτιὉμήρου τοὺς

κασιγνήτους ἑρμηνεύσαντος Σοφοκλῆς τὴν ὅμαιμον διασαφεῖἐν τῷ «πρὸς σῆς ὁμαίμου

καὶ κασιγνήτης». ποιεῖ δὲ τοῦτο ἐκεῖνος διὰ τὸ μὴπάντα ὅμαιμον ἤδη καὶ κασίγνητον

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

398

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!