18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κακῷ θέμενος καὶ οἱονεὶ λέγων, ὡς τοῦ μεγέθουςμὲν εἶχε σμικροπρεπῶς, ὑψοῦτο δὲ οἷς

ἠνδραγαθίζετο. (ῃ. 227) Τὸ δὲ ἔξοχοςκεφαλὴν καὶ ὤμους, καθὰ καὶ τὸ πελώριος,

διασαφητικά εἰσι τοῦ μέγας. 1.643 Ἰστέον δὲ καί, ὅτι ἐν τοῖς ῥηθεῖσι κατὰ σχῆμα

ἐπιμονῆς ἡ Ἑλένη ἐπαναφορικῶς τῇ αὐτῇ χρᾶται πτώσει ἐν τῷ οὗτός γ' Ἀτρείδης, οὗτος

δ' αὖ Λαερτιάδης,οὗτος δ' Αἴας ἐστὶ πελώριος. (ῃ. 228) Καὶ ὅτι τανύπεπλον τὴν Ἑλένην

λέγειοὐ μόνον ὡς τανύουσαν Ῥωμαϊκῶς καὶ ἐπισύρουσαν κάτω τὸν πέπλον, ὅς

ἐστινἐνταῦθα γυναικεῖον ἱμάτιον, ἀλλὰ καὶ ὡς εὔσαρκον καὶ οὐκ ἰσχνήν,

ἀλλὰτείνουσαν καὶ ἐξαπλοῦσαν καὶ ἐμπιπλῶσαν τὸν πέπλον τῷ εὖ διεστηκέναιαὐτῇ

τὴν φυὴν τοῦ σώματος. ὅτι δὲ κατὰ τὴν ἀνωτέρω ἑρμηνείαν τῆς

τανυπέπλουπεπύκνωται καὶ Ῥωμαϊκοῖς ἔθεσιν ἡ Ὁμηρικὴ ποίησις, ἐν Ὀδυσσείᾳ

δεδήλωται.(ῃ. 230) Ὅτι καὶ ἐνταῦθα συντομωτάτη παραβολὴ ἐν τῷ «Ἰδομενεὺς δ'

ἑτέρωθεν ἔστηκε θεὸς ὥς», οὐδὲ γὰρ ἐχρῆν αὐτὴν πλατῦναι σωματικῶς. Σημείωσαιδέ,

ὅτι περὶ μὲν τῶν ἄλλων ἡ Ἑλένη ἐρωτηθεῖσα εἶπε, περὶ δὲ τοῦ Ἰδομενέως οὐχ' οὕτως,

ἀλλὰ μόνη ἀφ' ἑαυτῆς. καὶ ὅρα τὴν Ὁμηρικὴν καὶ ἐν τούτοιςποικιλίαν. περὶ γὰρ τοῦ

βασιλέως Πρίαμος μὲν ἐρωτᾷ, Ἑλένη δὲ λαλεῖ, εἶτ'αὖθις αὐτὸς ὁ Πρίαμος ἔπαινον

ἐκείνου λέγει, περὶ δὲ Ὀδυσσέως πυνθάνεταιμὲν ὁμοίως ὁ Πρίαμος καὶ ἡ Ἑλένη

ἀποκρίνεται, ὁ δὲ Ἀντήνωρ λαλεῖ πρὸς ἔπαινον, περὶ δὲ Μενελάου μηδενὸς

ἐρωτήσαντος παραρριπτεῖ ὁ Ἀντήνωρ ὡςεὖ εἰδὼς τὰ περὶ μεγέθους καὶ φυῆς καὶ

λογιότητος, περὶ δὲ τοῦ Αἴαντοςἐρωτήσας καὶ μαθὼν ὁ Πρίαμος οὐδὲν οὐδ' ὅλως λέγει

δι' αὐτόν, τὸν δ' Ἰδομενέαδείκνυσιν ἡ Ἑλένη μηδὲν ἐρωτηθεῖσα περὶ αὐτοῦ. μικρὸν δὲ

προϊοῦσα καὶ τῶνἀδελφῶν δίχα ἐρωτήσεως μεμνήσεται τῶν ἤδη τεθνεώτων. καὶ οὕτως

ὁ ἀκροατὴςπολλὰς ἱστορίας πολυτρόπως ἐνταῦθα μανθάνει οὐ μόνον περὶ ἔτι

ζώντων,ἀλλὰ καὶ μηκέτ' ὄντων, ὡς καὶ πρὸ μικροῦ περὶ Ὀτρέως καὶ Μυγδόνος

καὶἈμαζόνων. οὕτως εὐμηχάνως Ὅμηρος τὰς ἔξω τε τοῦ νῦν καιροῦ ἱστορίας

ἐπεισοδιάζει τῇ ποιήσει καὶ ταῖς μεθόδοις αὐτὴν καταποικίλλει τῶν

ἀφηγήσεων.ἕκαστον γὰρ τῶν ἐνταῦθα προσώπων ἄλλως καὶ ἄλλως μεθοδεύσας

παρέθετοἐκφεύγων, ὡς εἴωθε, τὸ μονοειδὲς καὶ ὕπτιον τοῦ ἱστορικοῦ

ἀφηγηματικοῦ.μεμάθηκε γοῦν ὁ ἀκροατὴς τὰ μὲν ἐρωτήσαντος Πριάμου, τὰ δὲ καὶ

ἄλλως ἐκπαρόδου πολυειδῶς. Ὅρα δὲ καί, ὅπως ἐκ βασιλέως τοῦ Ἀγαμέμνονος ὁ

ποιητὴς ἤρξατο, εἶτα εἰς Ὀδυσσέα καὶ τελευταῖον εἰς Αἴαντα διέβη τῇ

ἐρωτήσει,προτάξας μὲν τὴν βασιλείαν, ὑποτάξας δὲ τὴν φρόνησιν, μετὰ δὲ αὐτὴν

θεὶςτὴν ἀνδρείαν, πλεῖον δέ τι μὴ περιεργασάμενος. (ῃ. 231) Ὅτι ἀγοὺς ἐνταῦθατοὺς ὑπὸ

βασιλεῖ στρατηγοὺς λέγει. φησὶ γάρ· «ἔστηκεν Ἰδομενεύς», ὁ τῶν Κρητῶν δηλαδὴ

βασιλεύς, «ἀμφὶ δέ μιν Κρητῶν ἀγοί». Ὅτι οὐ μόνον ὡς συγγενὴς τῶν βασιλέων ὁ

Ἰδομενεὺς εἰς Τροίαν ἦλθεν, ἀλλὰ καὶ ξενίας 1.644 χάριτας, ὡς εἰκός, ἀποτίνων. φησὶ

γὰρ Ἑλένη, ὅτι «πολλάκι μιν ξείνισενἀρηΐφιλος Μενέλαος οἴκῳ ἐν ἡμετέρῳ, ὁπότε

Κρήτηθεν ἵκοιτο». τοῦτο δὲ καὶδιὰ πιθανότητα λόγου κεῖται. πῶς γὰρ ἂν ἡ Ἀργεία

Ἑλένη τὸν οὕτως ἀπῳκισμένον νησιώτην ἄλλως ἐγίνωσκεν, εἰ μὴ θαμὰ ἐκεῖνος παρ'

αὐτοῖς ἐξενίζετο;(ῃ. 234–6) Ὅτι τὸ «νῦν δ' ἄλλους μὲν πάντας ὁρῶ ἑλίκωπας Ἀχαιούς,

οὕς κεν ἐῢ γνοίην», ἤγουν εὖ γνοίην, «καὶ τοὔνομα μυθησαίμην, δοιὼ δ' οὐ

δύναμαιἰδέειν», λέγει μὲν ἡ Ἑλένη, ἐμφαίνει δὲ ὡς ἐν σχήματι παραλείψεως

εὐμεθόδως,ὅτι ἠδύνατο καὶ ἄλλας ἐνταῦθα πολλὰς ἱστορίας τοιαύτας παρενθεῖναι ὁ

ποιητὴςκαὶ μυθήσασθαι κατὰ ὁμοίαν ἐπιβολήν, εἰ μὴ ἔξω ἦν τοῦτο τοῦ ἔργου. δύναταιδέ

τις αὐτὸ παρῳδήσας εἰπεῖν καὶ ἐπὶ φίλων θανόντων ἢ καὶ ἄλλως ἀποδημούντων. πῶς

δὲ ἑλίκωπες οἱ Ἀχαιοί, ἐν τῇ αʹ ῥαψῳδίᾳ εἴρηται. (ῃ. 235) Ὅρα δὲ καί, ὅτι τοῦ εὖ εἰδέναι

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

397

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!