18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

τοῦ σκήπτρουδιαστελλομένη πρὸς κίνησιν ἐν καιρῷ γινομένην ἐμφαίνει διαφορὰν καὶ

ἐν τῇτῶν χειρῶν κινήσει τῇ ἐν δημηγορίαις, ἣν ∆ημοσθένης μὲν ἐποιεῖτο, Αἰσχίνηςδὲ

ἀπέστεργεν, ὁ καὶ ἀκούσας ἐκ ∆ημοσθένους χρῆναι τοὺς ῥήτορας πρεσβεύοντας ἔσω τὰς

χεῖρας ἔχειν, οὐ μὴν ἐξ ἀνάγκης δημηγοροῦντας. [(ῃ. 218) Τὸ δὲ προπρηνές μετήνεκται

μὲν ἀπὸ σωμάτων, οἷς οὐχ' ὑπτία ἡ πτῶσις,δοκεῖ δὲ μηδὲ περιττὴν ἔχειν τὴν πρόθεσιν

κατὰ τὸ προπάσας καὶ πρόπαντες,ἀλλὰ δηλοῦν διαφοράν τινα τοῦ ὀπίσω καὶ τοῦ

προπρηνὲς νωμᾶν τὸ σκῆπτρον.εἰ γὰρ καὶ τῷ Ὀδυσσεῖ πρανὲς ἦν τὸ τοῦ σώματος ὀπίσω,

ἀλλὰ τὸ σκῆπτρονἐπὶ τὰ πρόσθε νωμώμενον πρηνὲς ἐνωμᾶτο κατακλινόμενον.] (ῃ. 219)

Τὸ δέ»ἀΐδρεϊ φωτί» διὰ διφθόγγου γράφεται, ὡς καὶ τὸ ὄφεϊ ὄφει. οὐ γάρ ἐστιν οὐδὲτὸ

ἄϊδρις παρώνυμον μακροπαράληκτον, ἵνα διὰ τοῦ ˉδ κλίνηται, ὥστε κατὰτοὺς παλαιοὺς

ἁμαρτάνει Σαπφὼ καὶ Σοφοκλῆς καὶ Φρύνιχος διὰ τοῦ ˉδ κλίνοντες.οὐδὲν δὲ

θαυμαστόν, εἰ διὰ τοῦ ˉι πολλάκις τῶν τοιούτων γενικῶν τὴν παραλήγουσαν Ἴωνες

προφέροντες, οἷον ἴδριος, ὄφιος, τὴν δοτικὴν διὰ τοῦ ˉε προάγουσιν, οὐ διὰ τοῦ ˉι. ἴσως

γὰρ τοῦτο διὰ τὸ κακόφωνον τῶν δύο ˉι ποιοῦσιν. οὕτωγὰρ καὶ ὁ πόσις, ἤτοι ὁ ἀνήρ,

τὴν μὲν γενικὴν διὰ τοῦ ˉι ἔχει, οἷον «εὐνὴναἰδομένη πόσιος», τὴν δὲ δοτικὴν διὰ τοῦ

ˉε· «χαριζομένη πόσεϊ ᾧ». οὕτωςἩρόδωρος. (ῃ. 220) Τὸ δέ «ἄφρονά τ' αὔτως»

ψιλοῦσθαι φανερῶς δηλοῖ τὸ 1.642 αὔτως Αἰολικῶς. (ῃ. 221) Τὸ δέ «ὄπα μεγάλην»

εὐρυβόαν ἐμφαίνει καὶ τὸνὈδυσσέα, ὡς καὶ ἀλλαχοῦ φανεῖται. καὶ ἔστι καὶ τοῦτο

στρατηγοῦ ἀρετή. διὸκαὶ Ἀγαμέμνων πρὸ μικροῦ μακρὰν ἄϋσεν, ἀντὶ τοῦ ἐβόησεν.

ἱστορεῖται δὲκαὶ ἀσκεῖσθαι τὴν μεγαλοφωνίαν τοὺς παλαιούς. Τὸ δὲ ἵει λείπεται

προθέσεως,ταὐτὸν ὂν τῷ ἀφίει. (ῃ. 222) Τὸ δέ «ἔπεα νιφάδεσσιν ἐοικότα» εἴρηται διὰ

τὸτάχος τῶν νοημάτων, διὰ τὸ πυκνόν, διὰ τὸ τῆς σαφηνείας διάλευκον, ναὶ μὴνκαὶ διὰ

τὸ φρίκης γέμον. ἔοικε γὰρ καὶ καταφορικῶς προάγειν τὸν λόγον ἐν τῇ Τροίᾳ ὁ

Ὀδυσσεὺς καὶ νόμῳ κοινοῦ τόπου τὴν πρεσβείαν μεθοδεύειν, παραμιγνὺς τῷ λόγῳ καὶ

ἀπειλάς, καὶ ὡς οἷον εἰπεῖν, θατέρᾳ μὲν δόρυ, θατέρᾳ δὲκηρύκειον προϊσχόμενος. ὃ δὴ

παροιμία ἦν, ὥς φησι Παυσανίας, ἐπὶ τῶν ἅμαπαρακαλούντων καὶ ἀπειλούντων. οἱ

δεκατευθέντες γάρ, φησίν, εἰς ∆ελφοὺςὑπ' Ἀθηναίων Γεφυραῖοι λαβόντες χρησμόν, ὡς

ἀνδρὶ Γεφυραίῳ οἶκος φίλος,οἶκος ἄριστος, εἶτα βουσὶν ἀκολουθοῦντες ἕως οὗ ἐκεῖνοι

κοπιάσουσιν, οἱ βόεςδηλαδή, ὡς ὁ θεὸς αὐτοῖς ἔχρησεν, ὅπως ἐκεῖ καταμείνωσι,

πολεμουμένωνἈθηναίων ὑπὸ Εὐμόλπου ἐπὶ Τάναγραν ὥδευσαν δόντες μὲν τῷ

προηγουμένῳκηρύκιον ὡς ἐπὶ πρεσβείᾳ καὶ εἰρήνῃ, καθοπλίσαντες δὲ κατόπιν τοὺς

νέους.ὅθεν παροιμία ἐξέπεσεν ἐπὶ τῶν ὅμοιά τινα ποιούντων λέγουσα «δόρυ καὶ

κηρύκιον». ἐν ἑτέρῳ δὲ ῥητορικῷ Λεξικῷ γράφει, ὡς ὑπὸ Ταναγραίων πολεμούμενοι

Γεφυραῖοι προέπεμψαν κήρυκα καὶ κατόπιν καθώπλισαν ἑαυτούς, κἀντεῦθενἡ ῥηθεῖσα

παροιμία. Ἰστέον δὲ καί, ὅτι τὸ νιφάδεσσιν ἐοικέναι τοὺς λόγουςδύναταί ποτε καὶ

σκωπτικῶς ψυχρῷ ἐπιλέγεσθαι ῥήτορι, ὥσπερ καὶ τὸ τεττίγεσιν ἐοικέναι τὴν ὄπα.

δύναται δὲ καὶ τὸ μήδεα πυκνά τρόπον ἕτερον ὅμοιονεἶναι τῷ «ἔπεα νιφάδεσσιν

ἐοικότα», εἰ μή τις ἐκεῖ τὸ πυκνά ταὐτὸν ἐρεῖ τῷπυκινά, ὅ ἐστι συνετά. (ῃ. 225–9) Ὅτι

ἐπιβαλὼν ὁ Πρίαμος τῇ περὶ τοῦ Αἴαντος ἐρωτήσει φησί· «τίς τ' ἂρ ὅδ' ἄλλος Ἀχαιὸς

ἀνὴρ ἠΰς τε μέγας τε, ἔξοχος Ἀργείων κεφαλὴν ἠδ' εὐρέας ὤμους». ἡ δὲ τανύπεπλος

Ἑλένη ἀποκριναμένη φησί· «οὗτος δ' Αἴας πελώριος, ἕρκος Ἀχαιῶν». τὸν Ἀχιλλέα

μέντοι μέγα που ἕρκος ἐρεῖ Ἀγαιῶν ὁ ποιητής. εἶπε δὲ πρὸ τούτου καὶ τὸν βασιλέα ἠΰν

τεμέγαν τε καὶ πελώριον. Σημείωσαι δὲ ὡς, εἴπερ ἔπαινός ἐστιν ἀνδρὸς τὸμέγας, οὐ

τοιοῦτον ἄρα τὸ μικρός καὶ μάλιστα τὸ τυτθός. διὸ καὶ ὁ ποιητὴς ἐπὶ Τυδέως, ὃς ἐκ τοῦ

τυτθοῦ παρωνόμασται, φησί· «μικρὸς μὲν ἔην δέμας, ἀλλὰμαχητής» παρὰ καὶ καλὸν

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

396

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!