18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

μεγάλην ἐκ στήθεος ἵει καὶ ἔπεανιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτα Ὀδυσσῆϊ

γ' ἐρίσειε βροτὸςἄλλος». καίτοι πρὸ τῆς δημηγορίας ζακότῳ ἐοικὼς καὶ ἀνεπιστήμονι,

ὡς δηλοῖπρὸ τούτων εἰπὼν τὸ «ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς,

στάσκεν»,ἤγουν ἵστατο, «ὑπαὶ δὲ ἴδεσκεν», ὅ ἐστιν ὑπεβλέπετο παρασύρων ἴσως

τὸβλέμμα λόγῳ βλοσυρότητος, «κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δ' οὔτ'ὀπίσω

οὔτε προπρηνὲς ἐνώμα, ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίηςκεν ζάκοτόν

τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην» καὶἑξῆς, ὡς προσεχῶς

ἐγράφη. ἐν οἷς ὅρα, ὅτι τὸ «ἀλλ' ὅτε δή» τρὶς ἐτέθη κατ' 1.640 ἐπαναφορὰν ἐν στίχων

ἀρχαῖς. Φασὶ δ' ἐνταῦθα οἱ παλαιοί, ὅτι τρεῖς τρόποιῥητορείας, ὁ ἀπολελυμένος καὶ

βραχὺς καὶ περὶ τὰ καίρια ἔχων, οἷος ὁ τοῦ Μενελάου, ὃς ἐπιτρέχων τὰ πολλά, ὡς

εἴρηται, μόνα λέγει τὰ καίρια. δεύτερος ὁὑψηλὸς καὶ καταπληκτικὸς καὶ μεστὸς

ἐνθυμημάτων ἀθρόως λεγομένων, ὃν καὶ ∆ημοσθένης ζηλοῖ. καὶ τρίτος ὁ πιθανὸς καὶ

πολλῶν πλήρης δογμάτων, οἷος ὁτοῦ Νέστορος, οὗ ζηλωτὴς Ἰσοκράτης, ὃς τὸ

γνωμολογικὸν καὶ σαφὲς ἐζήλωσε.(ῃ. 212) Τῶν δὲ Ὁμηρικῶν λέξεων τὸ μὲν μύθους καὶ

μήδεα διαφορὰν ἔχει,καθότι μῦθοι μὲν οἱ ἁπλῶς οὕτω λόγοι, μήδεα δὲ οἱ κατὰ

συμβουλὴν λόγοι.δῆλον δέ, ὡς ὁμώνυμος λέξις καὶ τὰ μήδεα, δηλοῦσα νῦν μὲν

βουλεύματα, ἐνἄλλοις δὲ καὶ αἰδοῖα, τὰ παρὰ Ἡσιόδῳ μέζεα, ὧν προκατάρχει τὸ

μέδω,ἤγουν ἄρχω, ἐξ οὗ μέδεα, ἀρχή τις ὄντα καὶ αὐτὰ ἐν τῷ ζῴῳ, καὶ κατὰ

τροπὴνσυνήθη μέζεα. Τὸ δέ «βουλὰς ὑφαίνειν» ἐκ μεταφορᾶς καὶ αὐτὸ εἴρηται

συνθέσεως ὑφαινομένου ἱστοῦ. ὡς γὰρ ἡ τῆς κρόκης ἐκεῖ τῷ στήμονι

ἐπισύνθεσιςἀποτελεῖ ὕφασμα, οὕτω καὶ λόγον ἡ συνθήκη τῶν λέξεων. εὑρήσει δέ τις

καὶτὸν ἐν Ὀδυσσείᾳ τῆς Πηνελόπης ἱστὸν διὰ τὴν τοιαύτην ὁμοιότητα εἰς φιλοσόφους

λόγους ἐκλαμβανόμενον. Τὸ δέ «πᾶσιν ὕφαινον» δημοσίᾳ δημηγορεῖν ἐν Τροίᾳ

τηνικαῦτα τὸν Ὀδυσσέα δηλοῖ. [Ἰστέον δέ, ὅτι τὸ καθ' Ὅμηρον ὑφαινεσθαι λόγους

ἠρέθισέ τινας τῶν ὑστέρων συντιθέναι στίχους ὡς ἐν τύπῳὑφάνσεως, οὓς καὶ ἱστοὺς

ὠνόμαζον, ὧν ἕκαστος ἐν ἰσότητι γραμμάτωνἡπλωμένος κατὰ πλάτος μὲν ἄλλως

ἀνεγινώσκετο, ἑτέρως δὲ κατὰ βάθος ἐνἀνομοιότητι ἐννοιῶν. καὶ ἦν ἐν τοῖς τοιούτοις

ἔπεσι τὸ μέν τι ὡσανεὶ στήμων,τὸ δὲ ὡς οἷον κρόκη.] (ῃ. 213–5) Τὸ δὲ ἐπιτροχάδην ἀντὶ

τοῦ κεφαλαιωδῶς,ταχέως, ἐσπευσμένως ἐν τῷ ἐπιτρέχειν τὰ πολλά. ὃ διασαφῶν φησι·

«παῦρα»,ἤγουν ὀλίγα. ἐπεὶ δὲ κακία πολλάκις λόγου καὶ ἀδυναμία τὸ

βραχυλογεῖν,ἐπάγει· «ἀλλὰ μάλα λιγέως». εἰς πλέον δὲ τοῦτο ἐφερμηνεύων φησί· «ἐπεὶ

οὐπολύμυθος», ἢ διὰ Λακωνισμόν, ὡς εἴρηται, ἢ διά νεότητα. οὐκ εὔποροιγὰρ λέγειν οἱ

νέοι. οὐ μὴν «οὐδ' ἀφαμαρτοεπής», ἤτοι ἁμαρτάνων ἐν τῷ λέγεινἢ κατὰ νοήματος

πιθανότητα ἢ κατὰ λέξιν καὶ τὰ περὶ αὐτήν, «εἰ καὶ γένειὕστερος ἦεν», ἤτοι νέος, ὡς

εἴρηται. τὸ γάρ «ἢ καὶ γένει ὕστερος ἦν» οὕτωδιασαφοῦσιν οἱ παλαιοί, ὡς καὶ τὸ «ἢ καὶ

ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν»,ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι». (ῃ. 216) Τὸ δὲ

ἀναΐξειε μέγεθός τε 1.641 ἡρωϊκὸν ἐμφαίνει τῷ Ὀδυσσεῖ καὶ δραστηριότητα τὴν καθ'

ὁρμήν. (ῃ. 217) Τὸ δέ «κατὰ χθονός» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ «τὰ κατὰ γῆς ὁ σοφὸς οὐκ

ἀγνοεῖ». χρῆσις δὲ συντάξεως τοιᾶσδε σὺν ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ.(ῃ. 217–20) Τὸ δὲ

πῆξαι κατὰ γῆς τὰς ὄψεις ὡς οἷα μελετῶντα ἐμμερίμνως διὰσχεδιασμὸν καὶ ἵστασθαι

ὑπιδόμενον καὶ τὸ σκῆπτρον μήτε ὀπίσω μήτε προπρηνὲς κινεῖν, ἀλλὰ ἀστεμφὲς ἔχειν

ἤτοι ἀστρεφές, ἀμετακίνητον, εἰ καὶ ἁπλότητοςἦν, ἀλλ' ὅμως ἄλλως ἀγωνιῶντά τε καὶ

ἐκπεπληγμένον ἐμφαίνει τὸν Ὀδυσσέακαὶ οἷον ζάκοτον ἤτοι ὀργίλον διὰ τὸ σύννουν,

ὥσπερ αὖ πάλιν θαρσαλέου καὶἔμφρονος τὰ τούτων ἔμπαλιν. (ῃ. 217) Τὸ δὲ πήξας, ὅ

ἐστιν ἐρείσας, στηρίξας,τὸ τοῦ βλέμματος ἐμφαίνει καθεστηκός. (ῃ. 218) Ἡ δὲ ἀκινησία

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

395

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!