Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

Ἐνετικῆς ζητητέον ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δέ,ὅτι τεσσάρων τούτων ὄντων, προξένων, ἀστοξένων, δορυξένων καὶ ἰδιοξένων,πρόξενοι μὲν κατὰ Αἴλιον ∆ιονύσιον οἱ ὅλης πόλεως ξένοι, παρ' οἷς καὶ πρέσβειςκατάγονται, καὶ αὐτοὶ πρεσβείας προσάγουσι πρὸς τὸ δημόσιον. ἀστόξενοι δὲοἱ ἐκ προγόνων μὲν ἀστῶν, αὐτοὶ δὲ ξένοι καὶ ἀνανεώσεως δεόμενοι, ὁποῖος Ἀγαμέμνων ἐν Λυδίᾳ. δορύξενοι δὲ οἱ ἐκ πολέμου ξένοι γεγονότες τισίν. ἰδιόξενοι δὲοἱ ἰδίᾳ καθ' ἑαυτοὺς ξένοι ὄντες. Παυσανίας δὲ περὶ ἀστοξένων οὕτω φησίν·ἀστόξενοι οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ ὄντες δὲ πολῖται, ὡςἐν Κορίνθῳ Γλαῦκος, ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου. ἕτεροι δὲ οὕτω· ἀστόξενοι οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ ἀλλοδαπῆς γεγονότες. περὶ δὲδορυξένου ὁ αὐτὸς Παυσανίας φησίν, ὅτι δορύξενος ὁ ἐκ πολεμίων φίλος καὶ ὁπρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. Σοφοκλῆς δὲ ἐν τῷ «ὁ γάρ», ἤγουνοὗτος, «μέγιστος αὐτοῖς τυγχάνει δορυξένων» ἢ παραχρᾶται τῇ λέξει ποιητικώτερον ἢ δριμέως δορυξένους λέγει τοὺς τοῖς φονεῦσι τοῦ Ἀγαμέμνονοςφιλιωθέντας, ἵνα πολεμικῶς ἐχθραίνωσι τοῖς ἐκείνου παισίν, [ὡς εἶναι οὕτωδορύξενον εἰπεῖν καὶ τὸν χάριν δουρός, ἤτοι πολέμου, συμμαχικῶς ξενισθένταὑπό τινων. (ῃ. 209) Ὅτι ἐν τῷ «ἀλλ' ὅτε δὴ Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν»,ὁ Μενέλαος δηλαδὴ καὶ ὁ Ὀδυσσεύς, τὸ μὲν ἀγρομένοισιν ἀγορὰν Τρώωνὑπολαλεῖ, τὸ δὲ ἔμιχθεν οὐ κυριολεκτεῖται μέν, καθὰ ἐπὶ μισγαγκείας ὑδάτων,ἐφιλήθη δὲ τῷ Πινδάρῳ τε ὡς ἀγαθὴ λέξις, καθὰ ἐν τοῖς ἐκείνου δεδήλωται,καὶ τῷ εἰπόντι δέ, ὡς ἀναμὶξ ἀγκύλων ἱππόται, κατὰ τὸ «μαίνονται ἐπιμὶξἵπποι τε καὶ ἄνδρες».] (ῃ. 210 ς.) Ὅτι ὑπογράφων δι' Ἀντήνορος ὁ ποιητὴς καὶ τὸ τοῦ Μενελάου εἶδος ἐκ τῆς πρὸς τὸν Ὀδυσσέα παραθέσεώς φησι·»στάντων μὲν Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ' ἑζομένω γεραρώτεροςἦεν Ὀδυσσεύς». καὶ ὅρα, ὅτι τῇ κεφαλῇ μὲν μείων καὶ τοῦ Μενελάου ὁὈδυσσεύς, ὡς καὶ τοῦ Ἀγαμέμνονος, ἄλλως δὲ γεραρώτερος τοῦ Μενελάου,1.639 ὥσπερ αὐτοῦ πάλιν τοῦ Ὀδυσσέως ὁ Ἀγαμέμνων. Σημείωσαι δὲ καί, ὅτι σολοικοφανὲς ἤγουν καινοπρεπὲς σχῆμα τὸ «ἄμφω δ' ἑζομένω γεραρώτεροςἦν Ὀδυσσεύς». ὤφειλε μὲν γὰρ καὶ ἠδύνατο εὐσυντάκτως εἰπεῖν «ἀμφοῖν δ'ἑζομένοιν». ὁ δὲ οὕτως ἔφρασε καινότερον διὰ τὸ ἄρξασθαι μὲν ὡς ἐν σχεδιασμῷἀπὸ εὐθείας δυϊκῆς, εἶτα μὴ ἔχειν ἓν κοινὸν ῥῆμα περὶ Ὀδυσσέως καὶ Μενελάουεἰπεῖν. οὐδὲ γὰρ ἦσαν ὁμοίως ἄμφω γεραροί. τοιοῦτον καὶ τὸ «σύν τε δύ' ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησε» καὶ τὸ «οἱ δὲ δύο σκοπελοί, ὃ μὲν εἰς οὐρανὸνἱκάνει» καὶ ἄλλα πολλά. (ῃ. 208) Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καί, ὅτι φθάσαςεἰπεῖν ὁ ῥήτωρ Ἀντήνωρ προαναφωνητικῶς τὸ «ἀμφοτέρων δὲ φυὴν ἐδάην καὶμήδεα πυκνά» ἡρμήνευσεν ἐν τοῖς προσεχῶς ῥηθεῖσι τὴν φυὴν ἐν τῷ «στάντωνμὲν Μενέλαος ὑπείρεχε» καὶ ἑξῆς, ὡς εἴρηται, ἵνα εἴη φυή μὴ μόνον ἡ φύσις καὶἡ εὐφυΐα, καθ' ἣν εὖ πέφυκέ τις πρὸς ἔργον, ἀλλὰ καὶ ἡ κατὰ σῶμα ὑπεροχὴ καὶγεραρότης. καὶ οὕτω μὲν διεσάφησε τὴν φυὴν καὶ μάλιστα ἐν τῷ «οὐ τότεγε ὧδ' Ὀδυσῆος ἀγασάμεθα εἶδος ἰδόντες», ὡς καὶ τοῦ ἀγαστοῦ εἴδους φυῆςλεγομένου. Τὸ δὲ πυκνὰ μήδεα διερμηνεύων ἐπάγει τὰ εὐθὺς ῥηθησόμενα.(ῃ. 213–24) Ὅτι Ἀντήνωρ ἐπαινῶν ὡς ῥήτωρ τὴν κατὰ Ὀδυσσέα καὶ Μενέλαον ῥητορείαν, ὡς καὶ ὁ βασιλεὺς Πρίαμος πρὸ βραχέων τὸν ὅμοιονἈγαμέμνονα, ἰδέαν λόγου καθυπογράφει τῷ μὲν Μενελάῳ διὰ νεότητα ἢ καὶ ὡς Λάκωνι στενήν, ταὐτὸν δ' εἰπεῖν γοργήν, τὰ καίρια μόνα ἐν βραχεῖ ἐπιλεγομένῳ,τὰ δὲ περιττὰ ἐπιτρέχοντι. λέγει γάρ· «ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσινὕφαινον, ἤτοι μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλαλιγέως, ἐπεὶ οὐ πολύμυθος οὐδ' ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν». Τῷ δὲ Ὀδυσσεῖ πάνυ ἁδρὸν καὶ πυκνότητι νοημάτων ἐμπλατυνόμενον ἐμφαίνει τὸν χαρακτῆρα εἰπών· «ἀλλ' ὅτε δὴ ὄπα τε Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 394

μεγάλην ἐκ στήθεος ἵει καὶ ἔπεανιφάδεσσιν ἐοικότα χειμερίῃσιν, οὐκ ἂν ἔπειτα Ὀδυσσῆϊ γ' ἐρίσειε βροτὸςἄλλος». καίτοι πρὸ τῆς δημηγορίας ζακότῳ ἐοικὼς καὶ ἀνεπιστήμονι, ὡς δηλοῖπρὸ τούτων εἰπὼν τὸ «ἀλλ' ὅτε δὴ πολύμητις ἀναΐξειεν Ὀδυσσεύς, στάσκεν»,ἤγουν ἵστατο, «ὑπαὶ δὲ ἴδεσκεν», ὅ ἐστιν ὑπεβλέπετο παρασύρων ἴσως τὸβλέμμα λόγῳ βλοσυρότητος, «κατὰ χθονὸς ὄμματα πήξας, σκῆπτρον δ' οὔτ'ὀπίσω οὔτε προπρηνὲς ἐνώμα, ἀλλ' ἀστεμφὲς ἔχεσκεν ἀΐδρεϊ φωτὶ ἐοικώς· φαίηςκεν ζάκοτόν τέ τιν' ἔμμεναι ἄφρονά τ' αὔτως. ἀλλ' ὅτε δὴ ὄπα τε μεγάλην» καὶἑξῆς, ὡς προσεχῶς ἐγράφη. ἐν οἷς ὅρα, ὅτι τὸ «ἀλλ' ὅτε δή» τρὶς ἐτέθη κατ' 1.640 ἐπαναφορὰν ἐν στίχων ἀρχαῖς. Φασὶ δ' ἐνταῦθα οἱ παλαιοί, ὅτι τρεῖς τρόποιῥητορείας, ὁ ἀπολελυμένος καὶ βραχὺς καὶ περὶ τὰ καίρια ἔχων, οἷος ὁ τοῦ Μενελάου, ὃς ἐπιτρέχων τὰ πολλά, ὡς εἴρηται, μόνα λέγει τὰ καίρια. δεύτερος ὁὑψηλὸς καὶ καταπληκτικὸς καὶ μεστὸς ἐνθυμημάτων ἀθρόως λεγομένων, ὃν καὶ ∆ημοσθένης ζηλοῖ. καὶ τρίτος ὁ πιθανὸς καὶ πολλῶν πλήρης δογμάτων, οἷος ὁτοῦ Νέστορος, οὗ ζηλωτὴς Ἰσοκράτης, ὃς τὸ γνωμολογικὸν καὶ σαφὲς ἐζήλωσε.(ῃ. 212) Τῶν δὲ Ὁμηρικῶν λέξεων τὸ μὲν μύθους καὶ μήδεα διαφορὰν ἔχει,καθότι μῦθοι μὲν οἱ ἁπλῶς οὕτω λόγοι, μήδεα δὲ οἱ κατὰ συμβουλὴν λόγοι.δῆλον δέ, ὡς ὁμώνυμος λέξις καὶ τὰ μήδεα, δηλοῦσα νῦν μὲν βουλεύματα, ἐνἄλλοις δὲ καὶ αἰδοῖα, τὰ παρὰ Ἡσιόδῳ μέζεα, ὧν προκατάρχει τὸ μέδω,ἤγουν ἄρχω, ἐξ οὗ μέδεα, ἀρχή τις ὄντα καὶ αὐτὰ ἐν τῷ ζῴῳ, καὶ κατὰ τροπὴνσυνήθη μέζεα. Τὸ δέ «βουλὰς ὑφαίνειν» ἐκ μεταφορᾶς καὶ αὐτὸ εἴρηται συνθέσεως ὑφαινομένου ἱστοῦ. ὡς γὰρ ἡ τῆς κρόκης ἐκεῖ τῷ στήμονι ἐπισύνθεσιςἀποτελεῖ ὕφασμα, οὕτω καὶ λόγον ἡ συνθήκη τῶν λέξεων. εὑρήσει δέ τις καὶτὸν ἐν Ὀδυσσείᾳ τῆς Πηνελόπης ἱστὸν διὰ τὴν τοιαύτην ὁμοιότητα εἰς φιλοσόφους λόγους ἐκλαμβανόμενον. Τὸ δέ «πᾶσιν ὕφαινον» δημοσίᾳ δημηγορεῖν ἐν Τροίᾳ τηνικαῦτα τὸν Ὀδυσσέα δηλοῖ. [Ἰστέον δέ, ὅτι τὸ καθ' Ὅμηρον ὑφαινεσθαι λόγους ἠρέθισέ τινας τῶν ὑστέρων συντιθέναι στίχους ὡς ἐν τύπῳὑφάνσεως, οὓς καὶ ἱστοὺς ὠνόμαζον, ὧν ἕκαστος ἐν ἰσότητι γραμμάτωνἡπλωμένος κατὰ πλάτος μὲν ἄλλως ἀνεγινώσκετο, ἑτέρως δὲ κατὰ βάθος ἐνἀνομοιότητι ἐννοιῶν. καὶ ἦν ἐν τοῖς τοιούτοις ἔπεσι τὸ μέν τι ὡσανεὶ στήμων,τὸ δὲ ὡς οἷον κρόκη.] (ῃ. 213–5) Τὸ δὲ ἐπιτροχάδην ἀντὶ τοῦ κεφαλαιωδῶς,ταχέως, ἐσπευσμένως ἐν τῷ ἐπιτρέχειν τὰ πολλά. ὃ διασαφῶν φησι· «παῦρα»,ἤγουν ὀλίγα. ἐπεὶ δὲ κακία πολλάκις λόγου καὶ ἀδυναμία τὸ βραχυλογεῖν,ἐπάγει· «ἀλλὰ μάλα λιγέως». εἰς πλέον δὲ τοῦτο ἐφερμηνεύων φησί· «ἐπεὶ οὐπολύμυθος», ἢ διὰ Λακωνισμόν, ὡς εἴρηται, ἢ διά νεότητα. οὐκ εὔποροιγὰρ λέγειν οἱ νέοι. οὐ μὴν «οὐδ' ἀφαμαρτοεπής», ἤτοι ἁμαρτάνων ἐν τῷ λέγεινἢ κατὰ νοήματος πιθανότητα ἢ κατὰ λέξιν καὶ τὰ περὶ αὐτήν, «εἰ καὶ γένειὕστερος ἦεν», ἤτοι νέος, ὡς εἴρηται. τὸ γάρ «ἢ καὶ γένει ὕστερος ἦν» οὕτωδιασαφοῦσιν οἱ παλαιοί, ὡς καὶ τὸ «ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν»,ἀντὶ τοῦ «εἰ καὶ ἐγὼ αἰχμητής εἰμι». (ῃ. 216) Τὸ δὲ ἀναΐξειε μέγεθός τε 1.641 ἡρωϊκὸν ἐμφαίνει τῷ Ὀδυσσεῖ καὶ δραστηριότητα τὴν καθ' ὁρμήν. (ῃ. 217) Τὸ δέ «κατὰ χθονός» Ἀττικόν ἐστιν, ὡς καὶ τὸ «τὰ κατὰ γῆς ὁ σοφὸς οὐκ ἀγνοεῖ». χρῆσις δὲ συντάξεως τοιᾶσδε σὺν ἄλλοις καὶ παρὰ τῷ Κωμικῷ.(ῃ. 217–20) Τὸ δὲ πῆξαι κατὰ γῆς τὰς ὄψεις ὡς οἷα μελετῶντα ἐμμερίμνως διὰσχεδιασμὸν καὶ ἵστασθαι ὑπιδόμενον καὶ τὸ σκῆπτρον μήτε ὀπίσω μήτε προπρηνὲς κινεῖν, ἀλλὰ ἀστεμφὲς ἔχειν ἤτοι ἀστρεφές, ἀμετακίνητον, εἰ καὶ ἁπλότητοςἦν, ἀλλ' ὅμως ἄλλως ἀγωνιῶντά τε καὶ ἐκπεπληγμένον ἐμφαίνει τὸν Ὀδυσσέακαὶ οἷον ζάκοτον ἤτοι ὀργίλον διὰ τὸ σύννουν, ὥσπερ αὖ πάλιν θαρσαλέου καὶἔμφρονος τὰ τούτων ἔμπαλιν. (ῃ. 217) Τὸ δὲ πήξας, ὅ ἐστιν ἐρείσας, στηρίξας,τὸ τοῦ βλέμματος ἐμφαίνει καθεστηκός. (ῃ. 218) Ἡ δὲ ἀκινησία Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 395

Ἐνετικῆς ζητητέον ἐν τοῖς τοῦ Περιηγητοῦ. Ἰστέον δέ,ὅτι τεσσάρων τούτων ὄντων,

προξένων, ἀστοξένων, δορυξένων καὶ ἰδιοξένων,πρόξενοι μὲν κατὰ Αἴλιον ∆ιονύσιον

οἱ ὅλης πόλεως ξένοι, παρ' οἷς καὶ πρέσβειςκατάγονται, καὶ αὐτοὶ πρεσβείας προσάγουσι

πρὸς τὸ δημόσιον. ἀστόξενοι δὲοἱ ἐκ προγόνων μὲν ἀστῶν, αὐτοὶ δὲ ξένοι καὶ

ἀνανεώσεως δεόμενοι, ὁποῖος Ἀγαμέμνων ἐν Λυδίᾳ. δορύξενοι δὲ οἱ ἐκ πολέμου ξένοι

γεγονότες τισίν. ἰδιόξενοι δὲοἱ ἰδίᾳ καθ' ἑαυτοὺς ξένοι ὄντες. Παυσανίας δὲ περὶ

ἀστοξένων οὕτω φησίν·ἀστόξενοι οἱ γένει προσήκοντες τῇ πόλει τὸ ἀνέκαθεν, οὐκ

ὄντες δὲ πολῖται, ὡςἐν Κορίνθῳ Γλαῦκος, ὁ Ἱππολόχου τοῦ Βελλεροφόντου. ἕτεροι δὲ

οὕτω· ἀστόξενοι οἱ γένει μὲν ἐξ ἀρχῆς προσήκοντες, ἐπὶ δὲ ἀλλοδαπῆς γεγονότες. περὶ

δὲδορυξένου ὁ αὐτὸς Παυσανίας φησίν, ὅτι δορύξενος ὁ ἐκ πολεμίων φίλος καὶ

ὁπρεσβεύων περὶ λύτρων, εἰ ζωγρηθεῖέν τινες. Σοφοκλῆς δὲ ἐν τῷ «ὁ γάρ», ἤγουνοὗτος,

«μέγιστος αὐτοῖς τυγχάνει δορυξένων» ἢ παραχρᾶται τῇ λέξει ποιητικώτερον ἢ δριμέως

δορυξένους λέγει τοὺς τοῖς φονεῦσι τοῦ Ἀγαμέμνονοςφιλιωθέντας, ἵνα πολεμικῶς

ἐχθραίνωσι τοῖς ἐκείνου παισίν, [ὡς εἶναι οὕτωδορύξενον εἰπεῖν καὶ τὸν χάριν δουρός,

ἤτοι πολέμου, συμμαχικῶς ξενισθένταὑπό τινων. (ῃ. 209) Ὅτι ἐν τῷ «ἀλλ' ὅτε δὴ

Τρώεσσιν ἐν ἀγρομένοισιν ἔμιχθεν»,ὁ Μενέλαος δηλαδὴ καὶ ὁ Ὀδυσσεύς, τὸ μὲν

ἀγρομένοισιν ἀγορὰν Τρώωνὑπολαλεῖ, τὸ δὲ ἔμιχθεν οὐ κυριολεκτεῖται μέν, καθὰ ἐπὶ

μισγαγκείας ὑδάτων,ἐφιλήθη δὲ τῷ Πινδάρῳ τε ὡς ἀγαθὴ λέξις, καθὰ ἐν τοῖς ἐκείνου

δεδήλωται,καὶ τῷ εἰπόντι δέ, ὡς ἀναμὶξ ἀγκύλων ἱππόται, κατὰ τὸ «μαίνονται

ἐπιμὶξἵπποι τε καὶ ἄνδρες».] (ῃ. 210 ς.) Ὅτι ὑπογράφων δι' Ἀντήνορος ὁ ποιητὴς καὶ τὸ

τοῦ Μενελάου εἶδος ἐκ τῆς πρὸς τὸν Ὀδυσσέα παραθέσεώς φησι·»στάντων μὲν

Μενέλαος ὑπείρεχεν εὐρέας ὤμους, ἄμφω δ' ἑζομένω γεραρώτεροςἦεν Ὀδυσσεύς». καὶ

ὅρα, ὅτι τῇ κεφαλῇ μὲν μείων καὶ τοῦ Μενελάου ὁὈδυσσεύς, ὡς καὶ τοῦ Ἀγαμέμνονος,

ἄλλως δὲ γεραρώτερος τοῦ Μενελάου,1.639 ὥσπερ αὐτοῦ πάλιν τοῦ Ὀδυσσέως ὁ

Ἀγαμέμνων. Σημείωσαι δὲ καί, ὅτι σολοικοφανὲς ἤγουν καινοπρεπὲς σχῆμα τὸ «ἄμφω

δ' ἑζομένω γεραρώτεροςἦν Ὀδυσσεύς». ὤφειλε μὲν γὰρ καὶ ἠδύνατο εὐσυντάκτως

εἰπεῖν «ἀμφοῖν δ'ἑζομένοιν». ὁ δὲ οὕτως ἔφρασε καινότερον διὰ τὸ ἄρξασθαι μὲν ὡς ἐν

σχεδιασμῷἀπὸ εὐθείας δυϊκῆς, εἶτα μὴ ἔχειν ἓν κοινὸν ῥῆμα περὶ Ὀδυσσέως καὶ

Μενελάουεἰπεῖν. οὐδὲ γὰρ ἦσαν ὁμοίως ἄμφω γεραροί. τοιοῦτον καὶ τὸ «σύν τε δύ'

ἐρχομένω καί τε πρὸ ὃ τοῦ ἐνόησε» καὶ τὸ «οἱ δὲ δύο σκοπελοί, ὃ μὲν εἰς

οὐρανὸνἱκάνει» καὶ ἄλλα πολλά. (ῃ. 208) Σημείωσαι δ' ἐν τοῖς ῥηθεῖσι καί, ὅτι

φθάσαςεἰπεῖν ὁ ῥήτωρ Ἀντήνωρ προαναφωνητικῶς τὸ «ἀμφοτέρων δὲ φυὴν ἐδάην

καὶμήδεα πυκνά» ἡρμήνευσεν ἐν τοῖς προσεχῶς ῥηθεῖσι τὴν φυὴν ἐν τῷ «στάντωνμὲν

Μενέλαος ὑπείρεχε» καὶ ἑξῆς, ὡς εἴρηται, ἵνα εἴη φυή μὴ μόνον ἡ φύσις καὶἡ εὐφυΐα,

καθ' ἣν εὖ πέφυκέ τις πρὸς ἔργον, ἀλλὰ καὶ ἡ κατὰ σῶμα ὑπεροχὴ καὶγεραρότης. καὶ

οὕτω μὲν διεσάφησε τὴν φυὴν καὶ μάλιστα ἐν τῷ «οὐ τότεγε ὧδ' Ὀδυσῆος ἀγασάμεθα

εἶδος ἰδόντες», ὡς καὶ τοῦ ἀγαστοῦ εἴδους φυῆςλεγομένου. Τὸ δὲ πυκνὰ μήδεα

διερμηνεύων ἐπάγει τὰ εὐθὺς ῥηθησόμενα.(ῃ. 213–24) Ὅτι Ἀντήνωρ ἐπαινῶν ὡς ῥήτωρ

τὴν κατὰ Ὀδυσσέα καὶ Μενέλαον ῥητορείαν, ὡς καὶ ὁ βασιλεὺς Πρίαμος πρὸ βραχέων

τὸν ὅμοιονἈγαμέμνονα, ἰδέαν λόγου καθυπογράφει τῷ μὲν Μενελάῳ διὰ νεότητα ἢ καὶ

ὡς Λάκωνι στενήν, ταὐτὸν δ' εἰπεῖν γοργήν, τὰ καίρια μόνα ἐν βραχεῖ ἐπιλεγομένῳ,τὰ

δὲ περιττὰ ἐπιτρέχοντι. λέγει γάρ· «ἀλλ' ὅτε δὴ μύθους καὶ μήδεα πᾶσινὕφαινον, ἤτοι

μὲν Μενέλαος ἐπιτροχάδην ἀγόρευε, παῦρα μέν, ἀλλὰ μάλαλιγέως, ἐπεὶ οὐ πολύμυθος

οὐδ' ἀφαμαρτοεπής, ἢ καὶ γένει ὕστερος ἦεν». Τῷ δὲ Ὀδυσσεῖ πάνυ ἁδρὸν καὶ πυκνότητι

νοημάτων ἐμπλατυνόμενον ἐμφαίνει τὸν χαρακτῆρα εἰπών· «ἀλλ' ὅτε δὴ ὄπα τε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

394

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!