18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

δεξιὰν χεῖρα. Σκυθῶν δὲ προκαλουμένων αὐτὰς αὐτοῖς συνοικεῖν, ὡς ἀπηρώτοις οὖσι

κατὰ Παυσανίαν, Ἀντιάνειραν, φασί, μίαν τῶν Ἀμαζόνων, θρασεῖαν οὖσαν καὶ

ἀκόλαστον, εἰπεῖν·»ἄριστα χωλὸς οἰφεῖ», ὡς ἀρκουμένων αὐτῶν τοῖς χωλοῖς. ὅτι δὲ οὐ

μόνον χωλὸςὁ τὸν πόδα πεπηρωμένος ἐλέγετο, ἀλλὰ καὶ ὁ τὴν χεῖρα κυλλός, δῆλον ἐκ

τῶν 1.635 παλαιῶν. (ῃ. 185) Τοὺς δὲ Φρύγας αἰολοπώλους λέγει, ὡς εἴ τις

εἴποιταχυΐππους ἢ ἱππότας ὡς ἐφ' ἵππων κινουμένους–αἰόλλω γὰρ τὸταχέως δίκην

ἀέλλης κινῶ–. ἢ ποικίλως ἱππαζομένους. (ῃ. 187) Τὸ δέ «παρ'ὄχθας» ἀντὶ τοῦ κατὰ

ὄχθας. οἱ δὲ μεθ' Ὅμηρον παρ' ὄχθαις φασίν. (ῃ. 189)Ἀντιάνειραι δὲ Ἀμαζόνες ἀντὶ τοῦ

ἐξισούμεναι [πρὸς ἀνέρας ὡς οἷον ἴσανδροι ἢ] ἐναντιούμεναι ἀνδράσι καί, ὡς ἄν τις

ἀστείως ἐρεῖ, δηϊάνειραι. (ῃ. 193–8)Ὅτι Ὀδυσσεὺς μείων μὲν κεφαλῇ τοῦ Ἀγαμέμνονος,

καθά φησιν ὁ Ὁμηρικὸ Πρίαμος, «εὐρύτερος δ' ὤμοισιν ἰδὲ στέρνοισιν ἰδέσθαι». τοῦτον

λέγει καθημένων Ἀχαιῶν καὶ Τρώων ὡς φιλοβασιλέα ὄντα διευθετεῖν τὰ κατὰ τὸν

ἀγῶνατῆς μονομαχίας, περιϊόντα ἡσύχως οἷα βραβευτήν. διὸ καὶ κτίλῳ ἀρνειῷ

αὐτὸνεἰκάζει, τῷ ἡμερωτάτῳ τὸν ἐνηῆ, καὶ ἀρνειῷ πηγεσσιμάλλῳ διερχομένῳ μέγαπῶϋ

οἰῶν λευκῶν καὶ οὕτω περιφανεῖ ὄντι. φησὶ γάρ· «τεύχεα μέν οἱ κεῖται ἐπὶχθονὶ

πουλυβοτείρῃ, αὐτὸς δὲ κτίλος ὣς ἐπιπωλεῖται στίχας ἀνδρῶν· ἀρνειῷμιν ἔγωγε ἐΐσκω

πηγεσιμάλλῳ, ὅς τ' οἰῶν μέγα πῶϋ διέρχεται ἀργεννάων».(ῃ. 196) Ἔστι δὲ κτίλος μὲν ὁ

χειροήθης καὶ ἥμερος ἐκ τοῦ κίω, τὸ πορεύομαι,ὁ τῶν ἄλλων προπορευόμενος, ἐξ οὗ καὶ

ἐκτιλωμένος παρὰ Παυσανίᾳ, ὁσυνήθης τινί, καὶ κτιλῶσαι ῥῆμα παρὰ Ἡροδότῳ εἰπόντι·

«ἐκτιλώσαντο τὰςλοιπὰς τῶν Ἀμαζόνων», ἤγουν εἰς γυναῖκας ἔσχον πραΰναντες.

Πορφύριος δὲκαὶ κύριον ὄνομα οἶδε Κτίλον τινά, ὃν ∆ιὸς λέγει ἀπόγονον. (ῃ. 197)

Ἀρνειὸς δὲοὐχὶ τὸ ἀρνίον, ἀλλ' ὁ τέλειος καὶ ἤδη κριός. καὶ δῆλον ἐκ τοῦ τὸν

Ὀδυσσέασώσαντος. ἐκεῖνος γὰρ ἀρνειὸς ὢν κριὸς πέπων ὑπὸ τοῦ Κύκλωπος

προσεφωνήθη. γίνεται δὲ ἀπὸ τοῦ ἀρνός ὁ ἀρνειός, ὁμοίως τῷ ἀδελφειός, ἀφνειός,

Ἀλφειός, Σπερχειός καὶ τοῖς ὁμοίοις. Τὸ δὲ πηγεσιμάλλῳ ἀντὶ τοῦ μελανομάλλῳ. ὁ

γὰρτοιοῦτος ἀρνειὸς ἐν μεγάλῳ λευκῷ ποιμνίῳ διάδηλος. καὶ κῦμα γὰρ πηγὸν τὸ 1.636

μέλαν. οἱ δὲ πηγεσίμαλλον τὸν λευκόμαλλόν φασιν, ὡς καὶ τοῦ Λυκόφρονοςπλόκαμον

πηγὸν εἰπόντος τὴν λευκὴν πολιάν. Σκοπητέον δὲ μήπου ἐστὶ ῥῆμαπηγῶ πηγέσω, ἐξ οὗ

πηγεσίμαλλος, ἢ τὸ πῆγος, ἐξ οὗ ἂν ὁ πηγεσίμαλλοςγίνοιτο ὡς ἐκ τοῦ ἔγχος ἔγχεσιν ὁ

ἐγχεσίμωρος. ἀπὸ γὰρ τοῦ πηγόν ὁ πηγόμαλλος ὤφειλεν εἶναι. (ῃ. 198) Ἰστέον δὲ καί,

ὅτι κατὰ τὴν παρατήρησιν τῶνπαλαιῶν τὴν τοῦ οἰῶν εὐθεῖαν οὐδέποτε μονοσυλλάβως

εἶπεν ὁ ποιητής «οἶς»,ἀλλὰ διαλελυμένως «ὄϊς». καὶ τὰς πλαγίους δὲ διαλύει, εἰ μὴ

μέτρον κωλύει, ὡςἐν τῷ «οἰὸς ἀώτῳ». καὶ ἔστιν ἀναλογώτερον τὸ δισύλλαβον. οὐδὲ

γάρ ἐστιν ἄλλοτοιοῦτον, εἰ μὴ παρὰ Ἀττικοῖς αὐτό τε καὶ τὸ φθοῖς. Σημείωσαι δὲ καί,

ὅτιοὐ μικροποιὸς ἡ παραβολὴ πώεϊ τὸν τοσοῦτον λαὸν εἰκάσασα. πρὸς μόνον γὰρτὸ τοῦ

Ὀδυσσέως ἐνηὲς εἴληπται καὶ τὴν ἐκείνου ἠρεμαίαν καὶ ἀκακοήθευτον ἐντοσούτῳ λαῷ

πρὸς τὸ παρὸν κίνησιν, εἰ καὶ τρόπον ἕτερον πολυμήχανος ἦν.ἄλλως γὰρ οὐδὲν ὅμοιον

ἔχει οὔτε ἀρνειῷ ὁ τηλικοῦτος Ὀδυσσεὺς οὔτε πώεϊ ὁτοσοῦτος στρατός. Ὅρα δὲ καί, ὅτι,

ὥσπερ πρὸ μικροῦ συντομωτάτῃ παραβολῇ χρησάμενος τῇ «ὄρνιθες ὥς» ἐπήγαγε

πλατυτέραν ἑτέραν ἐφερμηνευτικήν,οὕτω καὶ ἐνταῦθα ποιεῖ. εἰπὼν γάρ, ὅτι Ὀδυσσεὺς

κτίλος ὣς ἐπεπωλεῖτο τὸνστρατόν, ἐπήγαγεν· «ἀρνειῷ μιν ἔγωγε ἐΐσκω» καὶ ἑξῆς. τοῦτο

δὲ καὶ διασαφητικόν ἐστι τοῦ κτίλος. δῆλον γάρ, ὅτι κτίλος ἐστὶν ἀρνειὸς τὸ πῶϋ πᾶν

περιερχόμενος διὰ χειροήθειαν. [(ῃ. 194) Ἰστέον δέ, ὅτι τὸ «εὐρύτερος ἰδέσθαι»

διφορεῖται τῇ φράσει. ἔστι γὰρ εἰπεῖν καὶ εὐρύτερος ἰδεῖν κατὰ τὸ «καλὸς ἰδεῖν»καὶ τὰ

τοιαῦτα.] (ῃ. 201 ς.) Ὅτι οὐδὲν ἐμποδὼν εἰς ἀνδρὸς ἀγαθοῦ γένεσινφαυλότης πατρίδος.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

392

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!