18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἴπῃ «ἡμῶν ὁπποτέρῳ θάνατοςκαὶ μοῖρα τέτυκται» οὐκ εὔφημόν τι ἡ μοῖρα δηλοῖ. Τὸ δὲ

ὀλβιόδαιμον [παρῳδηθὲν ὕστερόν ποτε τὸν ὀλβιογάστορα καὶ τὸν κοιλιοδαίμονα

προέφηνεν, ὧντοῦ μὲν χρῆσις παρὰ τῷ ∆ειπνοσοφιστῇ ἐν τῷ «Εὐρύβατε κνισσολοιχέ,

οὐκἔσθ' ὅπως οὐκ ὀλβιογάστωρ εἶ σύ». τοῦ δὲ ἐν τῷ «γάστρων καὶ κοιλιόδαιμον,οὐδὲν

ἄλλο σὺ οἶσθα, οὐ λόγους διεξοδικοὺς εἰπεῖν, οὐχ' ἱστορίας μνησθῆναι».Ἔτι ἰστέον καί,

ὅτι τὸ ὀλβιόδαιμον] προπαροξύνεται κανόνι τοιούτῳ· τὰ εἰςˉωˉν βαρύτονα μακρᾷ

παραληγόμενα ἔχοντα κλητικὴν εἰς ˉοˉν προπερισπῶνταιἁπλᾶ ὄντα, οἷον· ὦ Μαχᾶον,

ὦ Ἀρετᾶον, ὦ Ἱκετᾶον. σύνθετα δὲ ὄντα ἀναδίδωσι τὸν τόνον, κυλλοπόδιον, Ποσείδαον,

ὀλβιόδαιμον. Ὄλβιος δέ ἐστιν ὁ τὸν ὅλονβίον, ἤτοι τὸν τῆς ζωῆς πάντα χρόνον, ἐν

εὐδαιμονίᾳ διάγων. τινὲς δὲ ὄλβιόνφασι κυρίως τὸν ἀπὸ γεωργίας πλούσιον, οὗ ἐν

ὀλαῖς ἤτοι κριθαῖς ὁ βίος,ἃς καὶ οὐλὰς ἡ ποίησις λέγει, ἐξ ὧν ὡς ἀπὸ μέρους τὰ ἐκ γῆς

δηλοῦται ἀγαθά.[αἱ δὲ ῥηθεῖσαι ὁλαὶ καὶ τὸν ὅλμον ἴσως παράγουσιν, ἐν ᾧ δηλαδὴ αἱ

τοιαῦταιὁλαὶ μειοῦνται εἰς πτισσάνης σκευήν.] (ῃ. 184) Ὅτι ἀμπελόεσσαν τὴν Φρυγίαν

καλεῖ, τοιαύτην, ὡς εἰκός, οὖσαν κατὰ τὸ ἀμπέλων εὐφορεῖν. (ῃ. 186) Καὶὅτι Ὀτρεὺς ὁ

∆ύμαντος καὶ Μυγδὼν ὁ Ἄκμονος Φρυγίας βασιλεῖς ἐπικουροῦντός ποτε Πριάμου τὸν

πρὸς Ἀμαζόνας ἐξήγαγον πόλεμον στρατευσάμενοιπαρὰ Σαγγαρίῳ. (ῃ. 184–90) Φησὶ

γοῦν ὁ ποιητικὸς Πρίαμος οὕτω· «ἤδη καὶ Φρυγίην εἰσήλυθον ἀμπελόεσσαν, ἔνθ' εἶδον

πλείστους Φρύγας ἀνέρας αἰολοπώλους, λαοὺς Ὀτρῆος καὶ Μυγδόνος ἀντιθέοιο, οἵ ῥα

τότ' ἐστρατόωντο παρ'ὄχθας Σαγγαρίοιο· καὶ γὰρ ἐγὼν ἐπίκουρος ἐὼν μετὰ τοῖσιν

ἐλέχθην», ἤγουνἐν αὐτοῖς ἠριθμήθην, «ἤματι τῷ, ὅτε τ' ἦλθον Ἀμαζόνες ἀντιάνειραι.

ἀλλ'οὐδ' οἳ τόσοι ἦσαν ὅσοι ἑλίκωπες Ἀχαιοί», οἱ καὶ ἀλλαχοῦ οὕτω κληθέντες.[(ῃ. 184)

Ἐν τούτοις δὲ τὸ ἐσήλυθον νοεῖται μὲν καὶ κατὰ ἀναστροφήν, ἵνα ᾖκαὶ ἐς Φρυγίην

ἤλυθον. δύναται δὲ εἶναι ὅμοιον καὶ πρὸς τὸ «κατέδυ Τρώωνπόλιν». ὁμοιοῦνται γὰρ τὸ

εἰσῆλθε χώραν καὶ κατέδυ πόλιν.] Φρυγίαν δὲ νῦν 1.634 κατὰ τοὺς παλαιοὺς νοητέον

τὴν μεγάλην, τὴν παρὰ τῷ ποταμῷ Σαγγαρίῳ,οὐ τὴν μικράν, περὶ ἣν καὶ ἡ Τροία ἐστίν.

εἴρηται δὲ περὶ τούτων καὶ ἐν τοῖςτοῦ Περιηγητοῦ. (ῃ. 189) Αἱ δὲ Ἀμαζόνες, περὶ ὧν καὶ

αὐτῶν πλατύτεροναἱ τοῦ Περιηγητοῦ δηλοῦσι Παρεκβολαί, καλοῦνται οὕτω ἢ παρὰ τὸ

πηροῦντὸν ἕτερον τῶν μαζῶν, αἱ οἱονεὶ μονόμαζοι, ὡς ἂν μὴ ἐμποδίζοιντο ἐν

τῷτοξεύειν, εἴγε κατὰ τὸν ποιητὴν ἐπὶ τῶν τοξευόντων «νευρὴ μὲν μαζῷ ἐπέλαζε,τόξῳ

δὲ σίδηρος», ἢ παρὰ τὸ τὰ πολλὰ μὴ χρῆσθαι μάζαις, κρέασι δὲ καί πουκαὶ χελώναις, ὡς

αἱ ἱστορίαι φασί, καὶ σαύραις καὶ ὄφεσιν. [Ὅτι δὲ τὸ ˉα σημαίνειποτὲ καὶ μόνωσιν,

δῆλον καὶ ἐκ τοῦ ἁπλοῦν, ὅπερ ἐστὶ μόνον πέλον, ἤτουν ἕν, ὡςοἷον ἄπελον, ἤγουν ἓν

πέλον, οὐ μὴν διπλοῦν.] Ἄρεος δὲ μυθεύονται ἀπόγονοιεἶναι καὶ Ἁρμονίας, νύμφης

Ναΐδος. ἐλέγοντο δὲ καὶ ἐπὶ πυριπνόων ἵππων ὀχούμεναι ἄλλους τε τόπους

καταδραμεῖν καὶ τὴν Φρυγίαν δὲ ἡγουμένων αὐταῖς τῆςστρατείας Μελανίππης καὶ

ἑτέρων τινῶν. ἐπιφανεῖς δὲ ἱστοροῦνται Ἀμαζόνεςἄλλαι τε καὶ Ἱππολύτη, ἡ Θησέως

ὕστερον γυνή, Ἀντιόπη, Ἄναια, Ἀνδρμάχη, Γλαύκη, Πενθεσίλεια. Ὅτι δὲ τὸν δεξιὸν

μαστὸν ἐκ νηπίων πᾶσαιἈμαζόνες ἐπεκαίοντο, διὸ καὶ Ἀμαζόνες ἐλέγοντο, καὶ ἡ τοῦ

Γεωγράφου ἱστορία δηλοῖ, παρ' ᾧ καὶ ταῦτα κεῖται· τίς ἂν πιστεύσειεν ὡς

γυναικῶνστρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἂν χωρὶς ἀνδρῶν; καὶ οὐ μόνον

συσταίη,ἀλλὰ καὶ ἐφόδους ποιήσεται ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσει. ὅμοιον γὰρτοῦτο,

ὡς ἂν εἴ τις λέγῃ τοὺς μὲν ἄνδρας τοὺς τότε γυναῖκας γεγονέναι, τὰς δὲγυναῖκας

ἄνδρας. φέρεται δὲ ἱστορία καὶ τοιαύτη. Ἀμαζών τις Ἀλεξάνδρῳ συμμῖξαι λέγεται ἐν

Ὑρκανίᾳ καὶ συγγενέσθαι τεκνοποιΐας χάριν. δῆλονδέ, ὅτι ἀπ' αὐτῶν καὶ παροιμία

φέρεται τὸ «ἄριστα χωλὸς οἰφεῖ». ἐπήρουν μὲνγάρ, φασίν, Ἀμαζόνες ἀρρένων σκέλος ἢ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

391

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!