18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

κρατερός. ἐν ἁπλότητιδὲ λεγόμενον τὸ κρατερός σφοδρότητα δηλοῖ, οἷον· «ἀπηνέα τε

κρατερόν τε».τὸ δὲ βασιλεύς ἀγαθός πέλαγος ἐγκωμίων ὑπανοίγει τῷ σκεπτομένῳ

καλῶς. Πρίαμος δὲ τὸ εὐρυκρείων μεταχειρισάμενος, ὃ δηλοῖ τὸ πολλῶν ἄρχων,ἔπαινον

τοῦ Ἀγαμέμνονος ἐντεῦθεν πορίσεται εἰπὼν μετ' ὀλίγα οὐ μόνον, ὡςπολλοὶ αὐτῷ

δέδμηνται κοῦροι Ἀχαιῶν, ἀλλὰ καὶ ὡς πλείστους μέν ποτε εἶδεναὐτὸς ὑπὸ τοῖς

Φρυγίοις βασιλεῦσι λαοὺς διὰ τὸ καὶ ἐκείνους κρείοντας εἶναι,μὴ τόσους δέ, ὅσοι εἰσὶν

ὑπὸ τῷ Ἀγαμέμνονι, ὃς καὶ εἴη ἂν διὰ τοῦτο εὐρυκρείων.οὕτω πλατὺς μὲν τὴν

ῥητορείαν ὁ Πρίαμος, ἐπίτομος δὲ καὶ καιρία ἡ Λάκαινα.τὸ δὲ κρείων ἁπλοῦν εὕρηται

καὶ κρέων παρ' Εὐριπίδῃ, ὅθεν καὶ τὰ κύρια ὁ 1.632 Κρέων καὶ ὁ Ἀνακρέων. Ἰστέον δέ,

ὅτι ἐκ τοῦ «δέδμηνταί σοι κοῦροι» ζευξίλεως εὕρηται παρὰ τοῖς μεθ' Ὅμηρον ὁ

βασιλεύς, ᾧ ὑπέζευκται λεώς, ταὐτὸνδ' εἰπεῖν «δεδμήαται κοῦροι». (ῃ. 180) Ὅτι

συγγενικὴ λέξις τὸ δαήρ, δηλοῖ δὲτὸν τοῦ ἀνδρὸς ἀδελφόν, οὗ γάλως τὸ θηλυκόν, ὡς

προγέγραπται. ἐνταῦθα δὲσημείωσαι τὸ «δαὴρ αὖτ' ἐμὸς ἔσκε κυνώπιδος, εἴ ποτ' ἔην

γε», ἤγουν ἐμοῦ τῆςἀναιδοῦς. καινοπρεπὴς οὖν ἡ σύνταξις ληφθείσης τῆς ἐμός κτητικῆς

ἀντωνυμίαςἀντὶ πρωτοτύπου τῆς ἐμοῦ γενικῆς. Τὸ δέ «εἴ ποτ' ἔην γε» πραΰνει τὸν ἐπὶ

τῇμνείᾳ τοῦ ἀνδρὸς λυπούμενον ἴσως κατ' αὐτῆς, οἱονεὶ λέγουσα, ὡς οὐ νῦνἐστιν, ἀλλά

ποτε ἦν. κεῖται δὲ τοῦτο καὶ μετὰ ταῦτα ἐν τῷ «ὡς ἐόν, εἴ ποτ' ἔηνγε». ὅρα δὲ καί, ὡς, εἰ

καὶ μὴ ῥητῶς ἐμνήσθη τοῦ ἀνδρὸς ἡ Ἑλένη, ὡς προείρηται, ἀλλὰ τὴν ἐπ' ἐκείνῳ λύπην

ἐμφαίνει καὶ νῦν ἄλλως, οὐ μόνον διὰ τοῦκυνώπιδα ἑαυτὴν ὁμολογεῖν ἤτοι ἀναιδῆ, ὡς

ἀναιδευσαμένην τὸ ἁρπαγῆναι,ἀλλὰ καὶ διὰ τὸ εἰπεῖν, ὅτι δαήρ μοι ἦν ὁ Ἀγαμέμνων, εἴ

ποτε ἦν. τοῦτο δὲ ὡςνῦν αὐτῇ ἄλλων ὄντων δαέρων. (ῃ. 181) Ὅτι γλυκέως ὑπὸ Πριάμου

τῷβασιλεῖ προσφωνηθὲν τὸ «ὦ μάκαρ Ἀτρείδη, μοιρηγενές, ὀλβιόδαιμον»ἐπαινεῖται διὰ

τὸ τὰς ἐν αὐτῷ λέξεις κατά τινα πρόοδον εὔτακτον ἀρξαμέναςἀπὸ μονοσυλλαβίας

προσαύξεσθαι συλλαβικῶς κλιμακηδὸν κατὰ προσθήκηνἀνάλογον τῇ ἀνόδῳ τοῦ

φυσικοῦ χύματος τοῦ ἀριθμοῦ. μονοσύλλαβον μὲν γὰρτὸ ὦ, δισύλλαβον δὲ τὸ μάκαρ,

τριῶν δὲ συλλαβῶν τὸ Ἀτρείδη καὶ ἑξῆς ἕωςπεντασυλλαβίας. ἔοικε δὲ Ὅμηρος τοιοῦτόν

τι τεχνάσασθαι, εἰ καὶ κολοβόν,καὶ ἐν τῷ τοῦ Ἀλεξάνδρου σκώμματι τῷ «∆ύσπαρι,

γυναιμανές, ἠπεροπευτά».ἐνταῦθα γὰρ ἡ μὲν κατάρχουσα τῶν λέξεων τρισύλλαβος, ἡ

δὲ μετ' αὐτὴν τετρασύλλαβος, πεντασύλλαβος δὲ ἡ ὑστέρα. καὶ μὴν καὶ τὸ «τοξότα, κέρ'

ἀγλαέ,παρθενοπῖπα» τοιοῦτόν τί ἐστι. Σημείωσαι δέ, ὅπως εὐμεθόδως ὁ ποιητὴς

διαφόροις τόποις ἐνέσπειρε τοὺς τοῦ Ἀγαμέμνονος ἐπαίνους καὶ ὡς ὁ πολέμιοςβασιλεὺς

ἐγκωμιάζει τὸν ἀγαθὸν Ἀγαμέμνονα οὐκ ἔχων κρύπτειν τὸ ἀληθές.ἅμα δὲ καὶ φιλοῦσιν

ὡς τὰ πολλὰ οἱ χρονίαν πολιορκίαν παθόντες ἀποσεμνύνειντοὺς ἐχθρούς, ἵνα μὴ

δόξωσιν οὐδένες αὐτοὶ εἶναι ὡς ἀχρείων πολεμίων μὴπεριγινόμενοι. Εἰσὶ δὲ τὰ

σποράδην βασιλικὰ ἐγκώμια τὸ ἐκπρεπέα ἐν πολλοῖςκαὶ ἔξοχον ἡρώεσσι, τὸ ἄνδρα

πελώριον, τὸ ἠΰς τε μέγας τε, τὸ γεραρός, τὸβασιλεῖ ἀνδρὶ ἐοικώς, τὸ ἀμφότερον

βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής,τὸ μάκαρ, μοιρηγενές, ὀλβιόδαιμον, τὸ

πολλοὺς αὐτῷ δεδμῆσθαι κούρουςἈχαιῶν. ὁ δὲ Πρίαμος τεχνικῶς καὶ συγκρινεῖ τὸν τοῦ

Ἀγαμέμνονος λαὸν πρὸς ἕτερον στρατὸν ἐνδόξων βασιλέων ἱστορίαν παλαιὰν κατὰ τὸν

Ἑλληνικὸνῥήτορα Νέστορα παραπλέκων τοῖς λόγοις αὐτοῦ ἐνδεικνυμένου τοῦ

ποιητοῦπολυτρόπως καὶ εὐμεθόδως τήν τε ἐν λόγοις ποικιλίαν τήν τε πολυμάθειαν.(ῃ.

181 ς.) Ὅτι δὲ θαυμάσας ὁ Πρίαμος ἔφη τὸ «ὦ μάκαρ» καὶ ἑξῆς, δηλοῖ Ὅ1.633 μηρος

εἰπών· «τὸν δ' ὁ γέρων ἠγάσσατο», τουτέστιν ἐξεπλάγη, «φώνησέντε· ὦ μάκαρ» καὶ τὸ

ἐφεξῆς. (ῃ. 182) Ὅρα δὲ καί, ὅτι νῦν μὲν τὸ μοῖρα ἐπ' ἀγαθοῦ εἴληπται ἐν τῷ μοιρηγενές.

–δηλοῖ γὰρ τὸν ἐν εὐμοιρίᾳ γεννηθέντα καί,ὡς ἐφεξῆς δηλοῖ, τὸν ὀλβιοδαίμονα–ὅτε δὲ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

390

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!