18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ὠνόμασεν Αἴγυπτον. ἐπεὶ δὲ χρησμὸς ὑπέπτησσε τὸν ∆αναὸν ἐπὶ τοῖςτοῦ Αἰγύπτου

παισί, φεύγει ἐκεῖθεν, πρῶτος ναῦν κατασκευάσας Ἀθηνᾶς 1.61 ὑποθήκῃ κληθεῖσαν

πεντηκόντορον κατὰ τὸν ἀριθμὸν τῶν αὐτοῦ θυγατέρων, ἃςκαὶ ἐνθέμενος τῇ νηῒ ἔφυγε

καὶ εἰς Ἄργος ἐλθὼν βασιλεύει· καὶ ἀπ' αὐτοῦ οἱἝλληνες ∆αναοί. οἷα δὲ ὕστερον

ἔπαθεν ὁ Αἴγυπτος, ἐλθὼν καὶ αὐτὸς εἰς Ἄργος, καὶ ὡς αἱ ∆αναΐδες πᾶσαι πάντας τοὺς

ἐκείνου κατέσφαξαν ἀφυλάκτως ὡς ἐνγάμῳ νυμφίους συσχοῦσαι δίχα μιᾶς ἢ δύο

τινῶν, αἱ ἱστορίαι δηλοῦσιν.Ἰστέον δὲ ὅτι οὐχ' ἁπλῶς οὕτω ∆αναὸς ἐλθὼν κατέσχε τοῦ

Ἄργους ἀπόνως ὑποχωρήσαντος αὐτῷ τοῦ τότε κρατοῦντος Ἑλλάνορος, ἀλλὰ διότι

μετῆναὐτῷ τοῦ Ἄργους ἀνέκαθεν διὰ τὴν τοῦ Ἰνάχου θυγατέρα Ἰώ, ἧς «πέμπτηγέννα

πεντηκοντόπαις» κατὰ τὸν Αἰσχύλον ἦν ὁ ∆αναός, καθὰ καὶ ὁ Αἴγυπτος.[∆άκρυα δὲ

γίνεται παρὰ τὸ δάκνω. δακνομένης γὰρ οἷον ψυχῆς πρόεισιδάκρυον· (ῃ. 43) Ὅτι ὥσπερ

χρηστὸν εἰς φράσιν καὶ τὸ ἀπεῖπε καὶ τὸ ἀπείπατο,οὕτω καὶ τὸ ἔφη καὶ τὸ ἔφατο, καθὰ

καὶ τὸ φάς καὶ φάμενος. ὅθεν καὶ τοῖς Πυθαγορείοις ἐπεχωρίαζεν ἐπὶ τῶν διδασκαλικῶν

ἀποφάσεων τὸ «αὐτὸςἔφατο». Ὅτι Φοῖβος Ἀπόλλων ἢ ὡς οἷον φαόβιος, ἐπεὶ καὶ

ἀργυρότοξος, ἢ καὶ παρωνύμως ἀπὸ τῆς μάμμης Φοίβης ἢ καὶ παρὰ τὴν φόβην, τὴν

τρίχα, ὡςἀκειρεκόμης. ἐξ αὐτοῦ δὲ ἐρρέθη τραγικῶς κατ' ἀλληγορίαν τὸ «ἡλίου

φοίβῃφλογί».] Ὅτι τοὺς ποιητικοὺς δαίμονας καὶ θεοὺς τὰ μὲν ἄλλα σεμνύνει ἡ ποίησις,

αἰὲν ἐόντας ἀποκαλοῦσα καὶ αἰειγενέτας καὶ ἀφθίτους καὶ ἀθανάτους καὶπάντα

δυναμένους δίχα τοῦ τὴν εἱμαρμένην ἀναλύειν καὶ μηδὲ ὁρωμένους, εἰμὴ ἄρα ἐν

μεταμορφώσει διὰ ἐνάργειαν, τὰ δ' ἄλλα σωματώδεις αὐτοὺς πλάττεικαὶ

ἀνθρωποπαθεῖς, εἴγε καὶ τιτρώσκονται, ὡς Ἀφροδίτη καὶ Ἄρης καὶ Ἅιδης,καὶ κεραυνῷ

βληθέντες οὐδὲ εἰς δεκάτους ἐνιαυτοὺς τὰ ἕλκη θεραπεύονται,βάλλονται δὲ καὶ ὑπὸ

ἔρωτος Ἀθηνᾶς δίχα καὶ Ἀρτέμιδος· αὐταὶ γὰρ παρθένοι πλάττονται· καὶ δέος

πάσχουσιν, ὡς οἱ δείσαντες ὑπὸ τῷ Βριάρεῳ, καὶτρόμον ἐπὶ τῷ δέει, ὡς ἡ Ἀφροδίτη, καὶ

φθονοῦσιν, ὡς ἡ Καλυψὼ αὐτοὺςαἰτιωμένη λέγει, καὶ ἐσθίουσι καὶ πίνουσι καὶ ὑπνοῦσι

καὶ ὅλως πάντα πάσχουσινὅσαπερ ἄνθρωποι. οὕτω γοῦν καὶ ἐνταῦθα ὁ Ἀπόλλων ἥλιος

ὑπακούει τῷ ἱερεῖ Χρύσῃ προκαλουμένῳ αὐτὸν εἰς ἄμυναν καὶ ἀναλαμβάνει θυμὸν καὶ

ποιεῖ κακὰεἰς τοὺς Ἕλληνας. τοῦτο δὲ οὕτω πλάττει ὁ ποιητὴς ἢ διότι ἐμψύχους

οἱἀρχαῖοι σοφοὶ τοὺς ἀστέρας ἐνόμιζον καὶ μεγάλα ἐνεργεῖν δυναμένους καὶ 1.62

μάλιστα τὸν ἥλιον, ὡς καὶ ὁ Παραβάτης δηλοῖ ἐν τῷ εἰς αὐτὸν ἐγκωμίῳ, ἢδιότι

δαίμονας ἐφίστασθαι τοῖς ἄστροις ἐδόξαζον διατιθεμένους τὰ ἐν κόσμῳοὐ μόνον καθ'

ἑαυτοὺς ἀλλὰ καὶ δι' ἐπικλήσεων, ὅθεν καὶ τὰ κατὰ τὸν λοιμὸνἐκ μαγικωτέρας μεθόδου

οἴονταί τινες ὑπὸ τοῦ Χρύσου τεχνασθῆναι· ἢ καὶδιότι τὸ κατὰ τύχην φυσικῶς

γενόμενον εἰς ἠθικὴν αἰτίαν ἀνάγει παιδευτικῶςὁ ποιητής. συνέβη μὲν γὰρ λοιμὸς κατὰ

φύσιν. Ὅμηρος δὲ κατά τι θεῖον αὐτὸνγενέσθαι φησίν, ἵνα ὁ Ἀγαμέμνων δίκας δώσει,

ἐφ' οἷς τὸν Ἀπόλλωνα περιφρονήσας τὸν Χρύσην ἠτίμησε. καθόλου γὰρ ὁ ποιητὴς

οὐδεμίαν εὔλογονεὐχὴν ἄπρακτον πίπτειν ἱστορεῖ, ἀλλ' ἐάν τις δίκαια εὔξηται παρ'

αὐτῷ ἢἐχθροὶ πίπτουσιν ἢ σύμβολα δίδονται ἢ φίλοι ἐπανήκουσιν ἢ ἔργα εὐοδοῦνταιἢ

ἁπλῶς ἀγαθὰ ἕτερα γίνονται. οὕτω παιδευτικὸς καὶ βιωφελὴς ὁ ποιητὴς καὶ ἐνμύθοις

καὶ πλάσμασιν. ἰστέον δὲ καὶ ὅτι οὐ πάντας οἱ παλαιοὶ τοὺς παρ' αὐτοῖςθεοὺς

ἀνθρωποπαθεῖς ἐνόμιζον, ἀλλά φασιν ὡς τοῦ δαιμονίου φύλου τὸ μὲνἐμπαθὲς οἶδεν ἡ

ποίησις, ὡς προείρηται, τὸ δὲ οὐ τοιοῦτον, ὡς ὅτε λέγει»θεοὶ ῥεῖα ζώοντες» τουτέστι

μετὰ ῥᾳστώνης καὶ ἀπαθείας.

(ῃ. 44) Ὅτι τὸεἰπεῖν Ὀλύμπια κάρηνα οἰκειότερον ἐπὶ ὄρους νοεῖν ἤπερ ἐπὶ τοῦ

οὐρανοῦ.Ὄλυμπος μὲν γὰρ τὸ ὄρος ἔχει κάρηνα ἤτοι ἐξοχάς. ὁ μέντοι οὐρανὸς σφαῖρα

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

39

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!