18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

ἐπὶ τῇ κατ' αὐτὴν ἁρπαγῇ φησιν· «ὡς ὄφελεν θάνατός μοι ἀδεῖν κακός, ὁππότε δεῦρο

υἱέϊ σῷ ἑπόμηνθάλαμον γνωτούς τε λιποῦσα» καὶ ἑξῆς. λυπεῖ γὰρ αὐτὴν τὸ θάλαμον

λιπεῖν καὶἀδελφοὺς παῖδά τε, φησί, τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν, ἤτοι τὴν

ἡλικιῶτινχορείαν ἢ νεολαίαν ἢ τὴν ὁμοίαν ἡλικίην. εἶτα ὡς ἤδη κατευξαμένη

ἑαυτῆςἐπιφέρει, ὅπερ καὶ ἄλλος τις ἐκπεσὼν τῆς ἐλπίδος ἐρεῖ· «ἀλλὰ τά γ' οὐκἐγένοντο·

τὸ καὶ κλαίουσα τέτηκα». ὥστε πάνυ ἐγὼ δυστυχής, ἐὰν κλαίω, διότιζῶ. καὶ νῦν μὲν ἡ

Ἑλένη τοιαῦτα, προϊοῦσα δὲ καὶ κυνώπιδα καὶ κύναἑαυτὴν ἐρεῖ καὶ ἄλλα τινὰ λοίδορα,

τρέψασα καθ' ἑαυτῆς τὸ κατὰ τὸν Ἀριστοτέλην ταῖς γυναιξὶ φύσει προσὸν φιλολοίδορον

καὶ μεμψίμοιρον. ὅλως δὲ ἐπεὶφιλέλλην ὁ ποιητὴς ὢν ὅμως οὐκ ἔχει ἐπικρύψαι τὸ μέγα

τῆς Ἑλένης κακόν,τὴν ἑκούσιον ἁρπαγήν, μεταμελομένην πολλαχοῦ ποιεῖ αὐτὴν καὶ

τοιαῦταλέγουσαν καὶ πράττουσαν, ἀφ' ὧν ἂν τοῦ αἴσχους τὸ πολὺ ἀπαλείψειεν. (ῃ.

173)Ἰστέον δέ, ὅτι τὸ «ὄφελε θάνατος μοι ἀδεῖν» ἀμφιβολίας ἐστὶ σχῆμα κρύπτονδιττὴν

ἔννοιαν· ἢ γὰρ ὅτι ὤφειλεν ἡδυνθῆναί μοι ὁ θάνατος καὶ κατὰ φύσιν ἀναλαβέσθαι καὶ

ἀπαγαγεῖν με, ἢ ὅτι ὤφελεν ἀρεστὸς καὶ ἡδύς μοι δόξαι ὁ θάνατος,ὡς ἂν αὐτόχειρ

ἐμαυτὴν τοῦ βίου ἐξήγαγον. [Ἰστέον δέ, ὅτι ἐκ τοῦ ἥδω, τὸεὐφραίνω, δεύτερος μέλλων

ἐνεργητικὸς ἁδῶ, οὗ Ἰωνικῶς καὶ Αἰολικῶς, ἤδηδὲ καὶ ∆ωρικῶς, ψιλωθέντος καὶ

ἀνελθόντος εἰς ἀρχικὸν θέμα γίνεται ἀπ' αὐτοῦτὸ ἀδεῖν. Κακὸς δὲ θάνατος ἢ ὁ τοῖς

πλείοισι τοιοῦτος καὶ δι' αὐτὸ καὶ φευκτὸςἢ καὶ πρὸς διαστολὴν καλῶν θανάτων,

ὁποίους πολλαὶ ἱστορίαι οἴδασι.] (ῃ. 174) Γνωτοὶ δὲ οἱ ἀδελφοὶ δίχα τοῦ ˉσ καλῶς. οὕτω

γὰρ καὶ ἀλλόγνωτοι λέγονταίτινες καὶ πολύγνωτοι, καθ' ὁμοιότητα δὲ καὶ τὸ «γνωτὰ

κοὐκ ἄγνωτά μοι», τὸτραγικόν. τὸ γὰρ μετὰ τοῦ ˉσ λέγειν γνωστούς καὶ τὰ κατ' αὐτὸ

οὐκ ἀπὸ τοῦ γνῶγνώσω γίνεται ἀπαθῶς, ἀλλὰ ἐπένθεσιν ἔχει τοῦ ˉσ, ἢ καὶ ἀπὸ

ἐνεστώτων ἀρρή1.631 των δοκεῖ γίνεσθαι, τοῦ γνώθω ἢ γνώζω, οὓς οὐδὲ ἤκουσέ τις.

ἀναλογώτερονοὖν τὸ γνωτούς καὶ τὰ κατ' αὐτὸ τοῦ γνωστούς καὶ τῶν ὁμοίων αὐτῷ.

χρήσιμονδὲ ὧδε καὶ τὸ ἄσωτος καὶ τὸ θαυματά, ἤγουν θαυμαστά, παρὰ Πινδάρῳ. (ῃ.

175)Ἰστέον δέ, ὅτι Ὁμήρῳ μὲν δοκεῖ Ἑρμιόνην μόνην εἶναι παῖδα τῇ Ἑλένῃ–τουτο γὰρ

δηλοῖ τὸ τηλυγέτην, ὡς ἀλλαχοῦ σαφέστερον δείκνυται–, ἕτεροι δὲ καὶυἱοὺς αὐτῇ καὶ

Μενελάῳ γεννῶσι Νικόστρατον καὶ Αἰθιόλαν, οὓς καὶ παρὰ Λακεδαιμονίοις τιμᾶσθαί

φασι, ἄλλοι δὲ ∆ίαιθον καὶ Μαράφιον, ἀφ' οὗ γένοςφασὶ τὸ τῶν Μαραφίων ἐν Πέρσαις.

(ῃ. 174 ς.) Σημείωσαι δέ, ὅτι θαλάμουμὲν καὶ ἀδελφῶν ἐμνήσθη καὶ θυγατρὸς καὶ

ὁμηλίκων ἡ Ἑλένη, τοῦ δὲ ἀνδρὸςοὐκέτι, καὶ ταῦτα φίλανδρος οὖσα, ὡς πολλαχοῦ

φαίνεται. αἴτιον δὲ νῦν τῆς τοῦἀνδρὸς ἀμνηστίας ὅτι δέδιεν, ὡς ἐμφαίνει καὶ ἐν τῷ

δεινὸν καλέσαι τὸν Πρίαμον.διὸ καὶ οἷον κολακεύει τὸν γέροντα σιγῶσα τὸν ἄνδρα

Μενέλαον, ἵνα δόξῃφιλεῖν τὸν Ἀλέξανδρον. ἀναπληρώσει δέ γε τὸ αὐτῆς ἔλλειμμα ὁ

Ἀντήνωρ μνησθεὶς αὐτοῦ ὡς ἐκ παρόδου ἐν τοῖς ἑξῆς, ἵνα μηδὲ τὰ κατὰ τὸν

Μενέλαονμείνῃ ἀνιστόρητα. [(ῃ. 176) Ὅτι ὁ ἀποτυχών, ὧν ἤθελεν, ἐρεῖ ἂν τὸ «ἀλλὰ

τάγ' οὐκ ἐγένοντο· τό», ἤγουν διό, «καὶ κλαίουσα», ἢ κλαίων, «τέτηκα», ἤγουνἐτάκην,

οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ.] (ῃ. 177) Ἐρωτήσεως δὲ ἀπόδοσιςτὸ «τοῦτο δέ τοι ἐρέω,

ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς». (ῃ. 178 ς.) Ὅτι Πρίαμοςμὲν τὸν Ἀγαμέμνονα ἐκ τῶν

σωματικῶν ἐχαρακτήρισε καὶ πλατύτερον ὡςῥήτωρ ἐλάλησεν, Ἑλένη δὲ καὶ ἐκ ψυχῆς

καὶ σώματος τὸν ἔπαινον συνείρουσάφησιν· «οὗτός γ' Ἀτρείδης εὐρυκρείων

Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». τὸ δὲ ἀμφότερον

σχῆμά ἐστι φιλούμενον καὶαὐτὸ τῷ ποιητῇ. ἐν πολλοῖς γοῦν κεῖται, οἷον καὶ τὸ

«ἀμφότερον ἀγλαΐη τε καὶὄνειαρ», ἀντὶ τοῦ δύο ταῦτα, τόδε καὶ τόδε. τὸ δέ «κρατερὸς

αἰχμητής» ἀνδρεῖονὑπογράφει τὸν βασιλέα. οὐ γὰρ ἁπλῶς αἰχμητής, ἀλλὰ καὶ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

389

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!