Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

λέγειν τοὺς ἐξ ἀγχιστείας οἰκείους, φίλους δὲ τοὺς ἀφ' αἵματος.[Τὸ δὲ ἴδῃς γράφεται καὶ ἴδῃ μετὰ προσγεγραμμένου τοῦ ˉι, ὡς ἀπὸ κράσεωςτοῦ ἴδηαι, οὗ πρῶτον μὲν τὸ ἴδωμαι, δεύτερον δὲ τὸ ἴδηαι, οὗ χρήσεις πολλαί.](ῃ. 168–70) Ὅτι τῇ μὲν κεφαλῇ κατὰ τὸν τοῦ Πριάμου λόγον καὶ μείζονεςἄλλοι τοῦ Ἀγαμέμνονος ἦσαν, ὃν πρὸ τούτου ∆ιῒ ἴκελον τὴν κεφαλὴν Ὅμηρος ἔλεγεν ἤτοι ἡγεμονικόν. «καλὸν δέ», φησίν, «οὕτω ἐγὼν οὔπω ἴδον ὀφθαλμοῖςοὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε». καὶ σημείωσαι, ὅτι πρὸ τούτουἐκπρεπέα τὸν Ἀγαμέμνονα εἶπεν, οὐχ' ὡς πλατύτατον ἢ ὑπερηρμένον τῷ μεγέθει, ἀλλ' ὡς γεραρόν. τῇ μὲν γὰρ κεφαλῇ καὶ ἄλλοι μείζονες, Ὀδυσσεὺς δὲ ἐντοῖς ἑξῆς τὴν μὲν κεφαλὴν μείων αὐτοῦ, εὐρύτερος δὲ ὤμοις καὶ στέρνοιςἰδέσθαι. οὔκουν ὁ Ἀγαμέμνων πεπλάτυνται ἢ ὑπερῆρται εἰς μέγεθος, εἴγε καὶἄλλοι τήν τε κεφαλὴν καὶ τοὺς ὤμους καὶ τὰ στέρνα πλείονος λόγου ἔχουσινἄξια. γεραρὸς μέντοι ὑπὲρ τοὺς ἄλλους εἶναι δοκεῖ. οὐ γὰρ μέγεθος οὐδὲὤμων καὶ στέρνων εὐρύτης μόνη χαρακτηρίζει τὸν γεραρόν, ἀλλὰ καὶ ἄλλοντρόπον κατὰ τὸν τραγικόν «εἶδος ἄξιον τυραννίδος», ὅ ἐστι καλόν. (ῃ. 166 ς.) Καὶ οὕτω μὲν ὁ Πρίαμος, ὃς καὶ πελώριον ἄνδρα τὸν Ἀγαμέμνονα λέγει ἠΰν τε μέγαν τε εἰπών· «ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς, ὅς τις ὅδ' ἐστὶνἈχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε». ἃ δὴ ἔπαινός ἐστιν ἐπιφανοῦς ἀνδρὸς καὶ βασιλικοῦ κατὰ τὸν Ὁμηρικὸν χαρακτῆρα. Ἔστι δὲ ἠῢς ἢ ὁ ἀγαθὸς κατά τινας ἀπὸ τοῦ εὖ κατὰ διάλυσιν καὶ ἔκτασιν τοῦ ˉε, ἢ ὁ πλατύς, ὡς ἕτεροί φασιν. Ἑλένη δὲἄλλως αὐτὸν ἐπαινοῦσά φησιν· «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». βασιλικὸς δὲ τοῦτο ἔπαινος. τὸ γάρ τοι πελώριος καὶ καλός καὶ γεραρόςκαὶ ἑτέροις προσώποις εἰς ἐγκώμιον ἐπιπρέπουσιν. ἔστι δὲ τὸ μὲν καλόςταὐτὸν τῷ εὐειδής, γεραρός δὲ ὁ ἐκ μόνης θέας τὸ τίμιον ἔχων. μετ' ὀλίγα δὲ καὶτῷ Ὀδυσσεῖ προσιστορεῖ τὸν τοιοῦτον ἔπαινον λέγων, ὅτι καθήμενος γεραρώ1.629 τερος ἦν Μενελάου, μείζονος ὄντος ἄλλως καὶ ὑπερηρμένου ἐν τῷ ἵστασθαι.(ῃ. 172) Ὅτι ἐν τῷ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός τε» αἰδῶ καὶ φόβονἑαυτῇ πρὸς Πρίαμον ἡ Ἑλένη ἐπιμαρτύρεται, δι' ὧν ἡ τῶν ἐλαττόνων πρὸς τοὺςὑπερέχοντας σχέσις συνέχεται. ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ κεῖται καὶφόβῳ, καὶ ταῦτά ἐστιν, ἃ σῴζει τὴν Ἑλένην ἐν Τροίᾳ. καλῶς γὰρ ἔφη ὁεἰπών, ὅτι «δέος ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο».Ἰστέον δέ, ὅτι αἰδοῖος μὲν ὁ ἐφελκόμενος τὴν ἐξ ἑτέρων αἰδῶ καὶ ἄξιος αἰδοῦς,αἰδήμων δὲ ὁ ἄλλους αἰδούμενος, αἰδύλος μέντοι παρὰ τοῖς ὕστερον ἀντιφραστικῶςὁ θρασύς. καὶ ὅτι καὶ ὁ αἰδήμων αἰδοῖος ἐν Ὀδυσσείᾳ κεῖται, ὥστε διχῶς ὁαἰδοῖος, ὁ αἰδοῦς τε ἄξιος, ὅθεν καὶ αἰδοίη ταμίη, καὶ ὁ αἰδούμενος, ὡς τὸ»κακὸν δ' αἰδοῖος ἀλήτης». καὶ ὅτι αἰδεῖται μὲν ἡ αἰδήμων Ἑλένη ὡς μὴ τῷκουριδίῳ ἀνδρί συνοῦσα, δέδιε δὲ ὡς ὑπὸ τῶν ἄλλων μισουμένη, καθὰ ἐν τῇ ωʹῥαψῳδίᾳ δηλοῦται. ∆ιπαθὴς δὲ λαγαροειδῶς ὁ ῥηθεὶς στίχος περὶ τὸ μέσον ἐντῷ «φίλε ἑκυρέ». δυσὶ γὰρ ποσὶ σκάζει, ὧν ὁ μὲν ψευδοδάκτυλος, ὁ δὲ σπονδεῖοςβίαιος. ἡ γὰρ ˉλˉε συλλαβὴ ὡς μακρὰ λαμβανομένη διά τε τὴν προκειμένηνὀξεῖαν καὶ τὸ καταπεραιοῦν στιγμικῶς καὶ διὰ τὴν ἐπιφερομένην δασεῖανδάκτυλον ἀπαρτίζει μετὰ τῶν ὑπ' αὐτὴν δύο συλλαβῶν, ἡ δὲ ἐφεξῆς ˉρˉε συλλαβὴὁμοίως ἐκτεινομένη τριχῇ λόγῳ κοινῆς συλλαβῆς διὰ τὸ ὀξέως τονοῦσθαι καὶδιὰ τὸ πέρας εἶναι λέξεως καὶ διὰ τὸ προκεῖσθαι τοῦ δέλτα, [δυναμένου καὶαὐτοῦ τεχνικῶς ἐκτείνειν διὰ τὸ πεφυκέναι διπλασιάζεσθαι,] σπονδεῖον ἀποτελεῖ.καὶ οὕτως ἡ τοῦ μέτρου ποδικὴ ἐκθεραπεύεται χώλανσις. Περὶ δὲ τοῦ ἑκυρός,ὅ ἐστι πενθερός, ἑτέρωθι δηλοῦται, ὅπου καὶ περὶ ἑτέρων συγγενικῶν λέξεων.ὅτι δὲ καὶ συστέλλει τὴν παραλήγουσαν καὶ ὁ ἑκυρὸς καὶ τὸ αὐτοῦ θηλυκόν, 1.630 δηλοῖ Ὅμηρος ἐν τῷ «ἢ ἑκυρή· ἑκυρὸς δὲ πατὴρ ὡς ἤπιος». (ῃ. 173–80)Ὅτι μεταμελομένη Ἑλένη ἐν ἐπηκόῳ Πριάμου Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 388

ἐπὶ τῇ κατ' αὐτὴν ἁρπαγῇ φησιν· «ὡς ὄφελεν θάνατός μοι ἀδεῖν κακός, ὁππότε δεῦρο υἱέϊ σῷ ἑπόμηνθάλαμον γνωτούς τε λιποῦσα» καὶ ἑξῆς. λυπεῖ γὰρ αὐτὴν τὸ θάλαμον λιπεῖν καὶἀδελφοὺς παῖδά τε, φησί, τηλυγέτην καὶ ὁμηλικίην ἐρατεινήν, ἤτοι τὴν ἡλικιῶτινχορείαν ἢ νεολαίαν ἢ τὴν ὁμοίαν ἡλικίην. εἶτα ὡς ἤδη κατευξαμένη ἑαυτῆςἐπιφέρει, ὅπερ καὶ ἄλλος τις ἐκπεσὼν τῆς ἐλπίδος ἐρεῖ· «ἀλλὰ τά γ' οὐκἐγένοντο· τὸ καὶ κλαίουσα τέτηκα». ὥστε πάνυ ἐγὼ δυστυχής, ἐὰν κλαίω, διότιζῶ. καὶ νῦν μὲν ἡ Ἑλένη τοιαῦτα, προϊοῦσα δὲ καὶ κυνώπιδα καὶ κύναἑαυτὴν ἐρεῖ καὶ ἄλλα τινὰ λοίδορα, τρέψασα καθ' ἑαυτῆς τὸ κατὰ τὸν Ἀριστοτέλην ταῖς γυναιξὶ φύσει προσὸν φιλολοίδορον καὶ μεμψίμοιρον. ὅλως δὲ ἐπεὶφιλέλλην ὁ ποιητὴς ὢν ὅμως οὐκ ἔχει ἐπικρύψαι τὸ μέγα τῆς Ἑλένης κακόν,τὴν ἑκούσιον ἁρπαγήν, μεταμελομένην πολλαχοῦ ποιεῖ αὐτὴν καὶ τοιαῦταλέγουσαν καὶ πράττουσαν, ἀφ' ὧν ἂν τοῦ αἴσχους τὸ πολὺ ἀπαλείψειεν. (ῃ. 173)Ἰστέον δέ, ὅτι τὸ «ὄφελε θάνατος μοι ἀδεῖν» ἀμφιβολίας ἐστὶ σχῆμα κρύπτονδιττὴν ἔννοιαν· ἢ γὰρ ὅτι ὤφειλεν ἡδυνθῆναί μοι ὁ θάνατος καὶ κατὰ φύσιν ἀναλαβέσθαι καὶ ἀπαγαγεῖν με, ἢ ὅτι ὤφελεν ἀρεστὸς καὶ ἡδύς μοι δόξαι ὁ θάνατος,ὡς ἂν αὐτόχειρ ἐμαυτὴν τοῦ βίου ἐξήγαγον. [Ἰστέον δέ, ὅτι ἐκ τοῦ ἥδω, τὸεὐφραίνω, δεύτερος μέλλων ἐνεργητικὸς ἁδῶ, οὗ Ἰωνικῶς καὶ Αἰολικῶς, ἤδηδὲ καὶ ∆ωρικῶς, ψιλωθέντος καὶ ἀνελθόντος εἰς ἀρχικὸν θέμα γίνεται ἀπ' αὐτοῦτὸ ἀδεῖν. Κακὸς δὲ θάνατος ἢ ὁ τοῖς πλείοισι τοιοῦτος καὶ δι' αὐτὸ καὶ φευκτὸςἢ καὶ πρὸς διαστολὴν καλῶν θανάτων, ὁποίους πολλαὶ ἱστορίαι οἴδασι.] (ῃ. 174) Γνωτοὶ δὲ οἱ ἀδελφοὶ δίχα τοῦ ˉσ καλῶς. οὕτω γὰρ καὶ ἀλλόγνωτοι λέγονταίτινες καὶ πολύγνωτοι, καθ' ὁμοιότητα δὲ καὶ τὸ «γνωτὰ κοὐκ ἄγνωτά μοι», τὸτραγικόν. τὸ γὰρ μετὰ τοῦ ˉσ λέγειν γνωστούς καὶ τὰ κατ' αὐτὸ οὐκ ἀπὸ τοῦ γνῶγνώσω γίνεται ἀπαθῶς, ἀλλὰ ἐπένθεσιν ἔχει τοῦ ˉσ, ἢ καὶ ἀπὸ ἐνεστώτων ἀρρή1.631 των δοκεῖ γίνεσθαι, τοῦ γνώθω ἢ γνώζω, οὓς οὐδὲ ἤκουσέ τις. ἀναλογώτερονοὖν τὸ γνωτούς καὶ τὰ κατ' αὐτὸ τοῦ γνωστούς καὶ τῶν ὁμοίων αὐτῷ. χρήσιμονδὲ ὧδε καὶ τὸ ἄσωτος καὶ τὸ θαυματά, ἤγουν θαυμαστά, παρὰ Πινδάρῳ. (ῃ. 175)Ἰστέον δέ, ὅτι Ὁμήρῳ μὲν δοκεῖ Ἑρμιόνην μόνην εἶναι παῖδα τῇ Ἑλένῃ–τουτο γὰρ δηλοῖ τὸ τηλυγέτην, ὡς ἀλλαχοῦ σαφέστερον δείκνυται–, ἕτεροι δὲ καὶυἱοὺς αὐτῇ καὶ Μενελάῳ γεννῶσι Νικόστρατον καὶ Αἰθιόλαν, οὓς καὶ παρὰ Λακεδαιμονίοις τιμᾶσθαί φασι, ἄλλοι δὲ ∆ίαιθον καὶ Μαράφιον, ἀφ' οὗ γένοςφασὶ τὸ τῶν Μαραφίων ἐν Πέρσαις. (ῃ. 174 ς.) Σημείωσαι δέ, ὅτι θαλάμουμὲν καὶ ἀδελφῶν ἐμνήσθη καὶ θυγατρὸς καὶ ὁμηλίκων ἡ Ἑλένη, τοῦ δὲ ἀνδρὸςοὐκέτι, καὶ ταῦτα φίλανδρος οὖσα, ὡς πολλαχοῦ φαίνεται. αἴτιον δὲ νῦν τῆς τοῦἀνδρὸς ἀμνηστίας ὅτι δέδιεν, ὡς ἐμφαίνει καὶ ἐν τῷ δεινὸν καλέσαι τὸν Πρίαμον.διὸ καὶ οἷον κολακεύει τὸν γέροντα σιγῶσα τὸν ἄνδρα Μενέλαον, ἵνα δόξῃφιλεῖν τὸν Ἀλέξανδρον. ἀναπληρώσει δέ γε τὸ αὐτῆς ἔλλειμμα ὁ Ἀντήνωρ μνησθεὶς αὐτοῦ ὡς ἐκ παρόδου ἐν τοῖς ἑξῆς, ἵνα μηδὲ τὰ κατὰ τὸν Μενέλαονμείνῃ ἀνιστόρητα. [(ῃ. 176) Ὅτι ὁ ἀποτυχών, ὧν ἤθελεν, ἐρεῖ ἂν τὸ «ἀλλὰ τάγ' οὐκ ἐγένοντο· τό», ἤγουν διό, «καὶ κλαίουσα», ἢ κλαίων, «τέτηκα», ἤγουνἐτάκην, οὗ χρῆσις καὶ παρὰ τῷ Κωμικῷ.] (ῃ. 177) Ἐρωτήσεως δὲ ἀπόδοσιςτὸ «τοῦτο δέ τοι ἐρέω, ὅ μ' ἀνείρεαι ἠδὲ μεταλλᾷς». (ῃ. 178 ς.) Ὅτι Πρίαμοςμὲν τὸν Ἀγαμέμνονα ἐκ τῶν σωματικῶν ἐχαρακτήρισε καὶ πλατύτερον ὡςῥήτωρ ἐλάλησεν, Ἑλένη δὲ καὶ ἐκ ψυχῆς καὶ σώματος τὸν ἔπαινον συνείρουσάφησιν· «οὗτός γ' Ἀτρείδης εὐρυκρείων Ἀγαμέμνων, ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». τὸ δὲ ἀμφότερον σχῆμά ἐστι φιλούμενον καὶαὐτὸ τῷ ποιητῇ. ἐν πολλοῖς γοῦν κεῖται, οἷον καὶ τὸ «ἀμφότερον ἀγλαΐη τε καὶὄνειαρ», ἀντὶ τοῦ δύο ταῦτα, τόδε καὶ τόδε. τὸ δέ «κρατερὸς αἰχμητής» ἀνδρεῖονὑπογράφει τὸν βασιλέα. οὐ γὰρ ἁπλῶς αἰχμητής, ἀλλὰ καὶ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 389

λέγειν τοὺς ἐξ ἀγχιστείας οἰκείους, φίλους δὲ τοὺς ἀφ' αἵματος.[Τὸ δὲ ἴδῃς γράφεται καὶ

ἴδῃ μετὰ προσγεγραμμένου τοῦ ˉι, ὡς ἀπὸ κράσεωςτοῦ ἴδηαι, οὗ πρῶτον μὲν τὸ ἴδωμαι,

δεύτερον δὲ τὸ ἴδηαι, οὗ χρήσεις πολλαί.](ῃ. 168–70) Ὅτι τῇ μὲν κεφαλῇ κατὰ τὸν τοῦ

Πριάμου λόγον καὶ μείζονεςἄλλοι τοῦ Ἀγαμέμνονος ἦσαν, ὃν πρὸ τούτου ∆ιῒ ἴκελον τὴν

κεφαλὴν Ὅμηρος ἔλεγεν ἤτοι ἡγεμονικόν. «καλὸν δέ», φησίν, «οὕτω ἐγὼν οὔπω ἴδον

ὀφθαλμοῖςοὐδ' οὕτω γεραρόν· βασιλῆϊ γὰρ ἀνδρὶ ἔοικε». καὶ σημείωσαι, ὅτι πρὸ

τούτουἐκπρεπέα τὸν Ἀγαμέμνονα εἶπεν, οὐχ' ὡς πλατύτατον ἢ ὑπερηρμένον τῷ

μεγέθει, ἀλλ' ὡς γεραρόν. τῇ μὲν γὰρ κεφαλῇ καὶ ἄλλοι μείζονες, Ὀδυσσεὺς δὲ ἐντοῖς

ἑξῆς τὴν μὲν κεφαλὴν μείων αὐτοῦ, εὐρύτερος δὲ ὤμοις καὶ στέρνοιςἰδέσθαι. οὔκουν ὁ

Ἀγαμέμνων πεπλάτυνται ἢ ὑπερῆρται εἰς μέγεθος, εἴγε καὶἄλλοι τήν τε κεφαλὴν καὶ

τοὺς ὤμους καὶ τὰ στέρνα πλείονος λόγου ἔχουσινἄξια. γεραρὸς μέντοι ὑπὲρ τοὺς

ἄλλους εἶναι δοκεῖ. οὐ γὰρ μέγεθος οὐδὲὤμων καὶ στέρνων εὐρύτης μόνη χαρακτηρίζει

τὸν γεραρόν, ἀλλὰ καὶ ἄλλοντρόπον κατὰ τὸν τραγικόν «εἶδος ἄξιον τυραννίδος», ὅ

ἐστι καλόν. (ῃ. 166 ς.) Καὶ οὕτω μὲν ὁ Πρίαμος, ὃς καὶ πελώριον ἄνδρα τὸν Ἀγαμέμνονα

λέγει ἠΰν τε μέγαν τε εἰπών· «ὥς μοι καὶ τόνδ' ἄνδρα πελώριον ἐξονομήνῃς, ὅς τις ὅδ'

ἐστὶνἈχαιὸς ἀνὴρ ἠΰς τε μέγας τε». ἃ δὴ ἔπαινός ἐστιν ἐπιφανοῦς ἀνδρὸς καὶ βασιλικοῦ

κατὰ τὸν Ὁμηρικὸν χαρακτῆρα. Ἔστι δὲ ἠῢς ἢ ὁ ἀγαθὸς κατά τινας ἀπὸ τοῦ εὖ κατὰ

διάλυσιν καὶ ἔκτασιν τοῦ ˉε, ἢ ὁ πλατύς, ὡς ἕτεροί φασιν. Ἑλένη δὲἄλλως αὐτὸν

ἐπαινοῦσά φησιν· «ἀμφότερον βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής». βασιλικὸς δὲ

τοῦτο ἔπαινος. τὸ γάρ τοι πελώριος καὶ καλός καὶ γεραρόςκαὶ ἑτέροις προσώποις εἰς

ἐγκώμιον ἐπιπρέπουσιν. ἔστι δὲ τὸ μὲν καλόςταὐτὸν τῷ εὐειδής, γεραρός δὲ ὁ ἐκ μόνης

θέας τὸ τίμιον ἔχων. μετ' ὀλίγα δὲ καὶτῷ Ὀδυσσεῖ προσιστορεῖ τὸν τοιοῦτον ἔπαινον

λέγων, ὅτι καθήμενος γεραρώ1.629 τερος ἦν Μενελάου, μείζονος ὄντος ἄλλως καὶ

ὑπερηρμένου ἐν τῷ ἵστασθαι.(ῃ. 172) Ὅτι ἐν τῷ «αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινός

τε» αἰδῶ καὶ φόβονἑαυτῇ πρὸς Πρίαμον ἡ Ἑλένη ἐπιμαρτύρεται, δι' ὧν ἡ τῶν

ἐλαττόνων πρὸς τοὺςὑπερέχοντας σχέσις συνέχεται. ἡ γὰρ ὑπερβάλλουσα τιμὴ ἐν αἰδοῖ

κεῖται καὶφόβῳ, καὶ ταῦτά ἐστιν, ἃ σῴζει τὴν Ἑλένην ἐν Τροίᾳ. καλῶς γὰρ ἔφη ὁεἰπών,

ὅτι «δέος ᾧ πρόσεστιν αἰσχύνη θ' ὁμοῦ, σωτηρίαν ἔχοντα τόνδ' ἐπίστασο».Ἰστέον δέ, ὅτι

αἰδοῖος μὲν ὁ ἐφελκόμενος τὴν ἐξ ἑτέρων αἰδῶ καὶ ἄξιος αἰδοῦς,αἰδήμων δὲ ὁ ἄλλους

αἰδούμενος, αἰδύλος μέντοι παρὰ τοῖς ὕστερον ἀντιφραστικῶςὁ θρασύς. καὶ ὅτι καὶ ὁ

αἰδήμων αἰδοῖος ἐν Ὀδυσσείᾳ κεῖται, ὥστε διχῶς ὁαἰδοῖος, ὁ αἰδοῦς τε ἄξιος, ὅθεν καὶ

αἰδοίη ταμίη, καὶ ὁ αἰδούμενος, ὡς τὸ»κακὸν δ' αἰδοῖος ἀλήτης». καὶ ὅτι αἰδεῖται μὲν ἡ

αἰδήμων Ἑλένη ὡς μὴ τῷκουριδίῳ ἀνδρί συνοῦσα, δέδιε δὲ ὡς ὑπὸ τῶν ἄλλων

μισουμένη, καθὰ ἐν τῇ ωʹῥαψῳδίᾳ δηλοῦται. ∆ιπαθὴς δὲ λαγαροειδῶς ὁ ῥηθεὶς στίχος

περὶ τὸ μέσον ἐντῷ «φίλε ἑκυρέ». δυσὶ γὰρ ποσὶ σκάζει, ὧν ὁ μὲν ψευδοδάκτυλος, ὁ δὲ

σπονδεῖοςβίαιος. ἡ γὰρ ˉλˉε συλλαβὴ ὡς μακρὰ λαμβανομένη διά τε τὴν

προκειμένηνὀξεῖαν καὶ τὸ καταπεραιοῦν στιγμικῶς καὶ διὰ τὴν ἐπιφερομένην

δασεῖανδάκτυλον ἀπαρτίζει μετὰ τῶν ὑπ' αὐτὴν δύο συλλαβῶν, ἡ δὲ ἐφεξῆς ˉρˉε

συλλαβὴὁμοίως ἐκτεινομένη τριχῇ λόγῳ κοινῆς συλλαβῆς διὰ τὸ ὀξέως τονοῦσθαι

καὶδιὰ τὸ πέρας εἶναι λέξεως καὶ διὰ τὸ προκεῖσθαι τοῦ δέλτα, [δυναμένου καὶαὐτοῦ

τεχνικῶς ἐκτείνειν διὰ τὸ πεφυκέναι διπλασιάζεσθαι,] σπονδεῖον ἀποτελεῖ.καὶ οὕτως ἡ

τοῦ μέτρου ποδικὴ ἐκθεραπεύεται χώλανσις. Περὶ δὲ τοῦ ἑκυρός,ὅ ἐστι πενθερός,

ἑτέρωθι δηλοῦται, ὅπου καὶ περὶ ἑτέρων συγγενικῶν λέξεων.ὅτι δὲ καὶ συστέλλει τὴν

παραλήγουσαν καὶ ὁ ἑκυρὸς καὶ τὸ αὐτοῦ θηλυκόν, 1.630 δηλοῖ Ὅμηρος ἐν τῷ «ἢ ἑκυρή·

ἑκυρὸς δὲ πατὴρ ὡς ἤπιος». (ῃ. 173–80)Ὅτι μεταμελομένη Ἑλένη ἐν ἐπηκόῳ Πριάμου

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

388

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!