18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

εἰπὼντραγικός· «ἣν καλλίστην χρυσοφαὴς ἥλιος αὐγάζει». Ὦπα δὲ οὐ μόνους ἂν

λέγοιτοὺς ὀφθαλμούς, ἀλλὰ τὴν ὅλην πρόσοψιν, ἥτις καὶ αὐτὴ ἀπὸ τῆς ὄψεως

λέγεται,καθὰ καὶ τὸ μέτωπον καὶ τὸ πρόσωπον. ὅτι δὲ τὸ πᾶν τοῦ κάλλους οἱ

ὀφθαλμοίεἰσι, δηλοῖ καὶ ὁ εἰπών, ὅτι διὰ καλῶν ὀμμάτων αἴσχιστα Τροίαν εἷλετὴν

εὐδαίμονα. ἴσως δὲ τὸ «εἰς ὦπα» οὐδὲ μόνον τὸ πρόσωπον ἐνταῦθα δηλοῖ,ἀλλὰ τὴν

ὅλην φυὴν τοῦ σώματος ἐκ τοῦ προσώπου φυσιογνωμονῶν. Σημείωσαιδέ, ὅτι

διαφωνίας πολλῆς γενομένης τοῖς παλαιοῖς ἐπὶ τοῖς κατὰ τὴν Ἑλένην,Ὅμηρος μὲν καὶ

οἱ συμφωνοῦντες αὐτῷ ἱστοροῦσι περὶ αὐτῆς, ὅσα οἴδαμεν,ἕτεροι δὲ οὐ τὴν Ἑλένην

αὐτήν, εἴδωλον δὲ αὐτῆς εἰς Τροίαν ἀχθῆναι φάμενοιὡς ἐν σκιαμαχίᾳ τὰ Τρωϊκὰ

φαντάζονται. τούτων εἷς ὢν καὶ Ἡρόδοτοςἀρέσκεται μὴ εἶναι τὴν Ἑλένην ἐν Τροίᾳ. οὐ

γὰρ οὕτω, φησί, φρενοβλαβεῖς οἱἸλιεῖς ὥστε περὶ τῶν πάντων κινδυνεύοντες μὴ

ἀποδοῦναι τὴν Ἑλένην ἢ ἑκόντος Ἀλεξάνδρου ἢ ἄκοντος. [ἀρέσκεται δὲ καὶ Εὐριπίδῃ

οὕτως ἱστορεῖν,ὡς τὸ κατ' αὐτὸν δρᾶμα ἡ Ἑλένη δηλοῖ.] (ῃ. 159 ς.) Ὅρα δὲ καί, ὡς

ἐνταῦθα δοκεῖ ἐφερμηνεύειν ὁ ποιητής, ὅπως ὁ γέρων, οἷς μέτεστιν, ἅμα πρόσω

καὶὀπίσω βλέπει, ὅπως ἄριστα γένηται. οἱ γοῦν γέροντες ἐνταῦθα ἐπαινοῦσι μὲντὸ

πρόσω, ἤγουν τὸ παρὸν καλόν, τὴν Ἑλένην, δεδιότες δὲ περὶ τῶν ὀπίσω,ἤγουν περὶ τῷ

μέλλοντι, φασίν· «ἀλλὰ καὶ ὣς τοίη περ ἐοῦσα ἐν νηυσὶ νεέσθω,μηδ' ἡμῖν τεκέεσσί τε

ὀπίσσω πῆμα λίπηται». καὶ ὅρα, ὡς οἴδασι μέν, οἷα πεί1.627 σονται, οὐδὲν δὲ ὅμως δρῶσι

πρὸς ἐξάλυξιν. ἐπεῖχε γὰρ αὐτοὺς οὐχ' οὕτω τὸκάλλος τῆς Ἑλένης, ὅσον τὸ χρεών, ἤτοι

τὸ μοιρίδιον. εἰ δὲ τοὺς γέροντας οὕτωτὸ κάλλος τῆς Ἑλένης διατίθεται, τί ἄρα περὶ τῶν

νεωτέρων οἰητέον, οἳφέρουσι κινδυνεύοντες δι' αὐτήν; (ῃ. 161) Ὅτι τὸ «Πρίαμος

Ἑλένην ἐκαλέσσατο φωνῇ» πρὸς διαστολὴν ὁ ποιητὴς λέγει τῆς διὰ νεύματος κλήσεως

ἢ δι'ἀγγέλου ἢ χειρῶν. ὅρα δὲ τὸ ἐκαλέσσατο παθητικῶς λεχθέν, ᾧ ἀκόλουθον

τὸπροσκαλεσάμενος. παρὰ δὲ τοῖς ὕστερον Ἀττικοῖς δικαστικὴ λέξις τὸ τοιοῦτον,ὡς

δηλοῖ καὶ τὸ «καλοῦμαι Στρεψιάδην». (ῃ. 162) Ὅτι πρὸς γνησίαν νεότηταοἰκεῖον

λαληθῆναι ἀπὸ γέροντος τὸ «δεῦρο πάροιθ' ἐλθοῦσα», ἢ ἐλθών,»φίλον τέκος, ἵζευ

ἐμεῖο». ἐνταῦθα δὲ ὅρα, ὅτι ὁ πρὸ μικροῦ εἰπών, ὡς ἐν νηυσὶνεέσθω ἡ Ἑλένη, οὕτω

συντόμως μεταβαλὼν φιλιοῦται αὐτῇ, ὥστε καὶ προσκαλεῖται καὶ φίλον τέκος ὀνομάζει

καὶ πάροιθεν ἑαυτοῦ καθίζει. οὕτω ἐφελκυστικάς τινας εἶχεν ἐκείνη πόθου ἴυγγας. τὸ δέ

«δεῦρο» νῦν μὲν τὸ ἐλθέ δηλοῖ,ἀλλαχοῦ δέ ποτε τὸ ἐνθάδε, ὡς καὶ Αἴλιος ∆ιονύσιός

φησιν. (ῃ. 164) Ὅτι οὐμόνον αἴτιος παρ' Ὁμήρῳ ἁπλῶς δίχα συντάξεως ὁ αἰτιατέος ἤτοι

μεμπτέοςκατὰ τὸ «ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν», ἀλλὰ καὶ κατὰ σύνταξιν κοινότερον

ὁπρόξενος τοῦδέ τινος, ἀγαθοῦ ἢ φαύλου. διὸ ἐνταῦθα τὸ «οὔ τί μοι αἰτίη ἐσσί,θεοί νύ

μοι αἴτιοί εἰσιν», ἀμφοτέρως νοεῖται, ὅτι τε οὐ σὲ μέμφομαι ἀλλὰ τοὺςθεοὺς καὶ ὅτι οὐ

σύ μοι αἰτία εἶ πολέμου, ἀλλὰ θεοὶ αἴτιοί εἰσι πολέμου. (ῃ. 165)Ὅτι δὲ λείπει τὸ πολέμου,

δηλοῖ Ὅμηρος ἐπαγαγὼν τὸ «οἵ μοι ἐπήγαγον πόλεμον». διὸ αὐτοὶ τούτου αἴτιοι.

ἐνταῦθα δὲ ὅρα καί, ὅτι, ὥσπερ καθίζωαὐτοπαθῶς ἀντὶ τοῦ κάθημαι καὶ ἀλλοπαθῶς

ἀντὶ τοῦ καθίζω ἄλλον, οὕτω καὶἐφορμῶ οὐ μόνον ἐγὼ κατά τινος, ἀλλὰ καὶ ἕτερον

κατ' ἄλλου, ὡς δηλοῖ τὸ «οἵμοι ἐφώρμησαν πόλεμον [πολύδακρυν», ὃ ταὐτόν ἐστι τῷ

ἀρίδακρυν, ὅπερ ἐντεῦθεν ἡ παροιμία ὑπηγάγετο εἰποῦσα τὸ «ἀγαθοὶ δ' ἀριδάκρυες

ἄνδρες». δῆλον δέ,ὡς τὸ μὲν πρᾶγμα πολύδακρυν ἔχει τὸν πολλῶν δακρύων αἴτιον, ἡ δὲ

γραφικὴτέχνη δακρυόεντα προφέρει αὐτὸν συμβολικῶς καὶ σκυθρωπόν, ὥσπερ καὶ

αἵμασιπεφυρμένον καὶ ἰδεῖν ἄγριον.] (ῃ. 163) Ὅτι πολλαχοῦ ὁ ποιητὴς ἐπὶ τῶν καθ'αἷμα

συγγενῶν τὸ φίλος τιθεὶς ἐξ αὐτῶν μεταφέρει καὶ εἰς ἄλλας οἰκειότητας.καὶ ἐνταῦθα

οὖν ἐν τῷ «ὄφρα ἴδῃς πρότερόν τε πόσιν, πηούς τε φίλους τε», 1.628 πηοὺς μὲν δοκεῖ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

387

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!