18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

γλιχομένῳ γὰρ τῷ Ὁμηρικῷ ἀκροατῇ, ὡς εἰκός, μαθεῖν, οἷοιμὲν οἱ τῶν Ἀχαιῶν

βασιλεῖς, οἷοι δὲ καὶ τῶν ἀριστέων τινές, ἀποπλήσει τὴνἐπιθυμίαν συμμέτρως ἅμα καὶ

εὐμεθόδως ἐνταῦθα ὁ ποιητής. καὶ Πρίαμος μὲνπεύσεται τῆς Ἑλένης, οἷα

γεγυμνωμένους ἄρτι τοὺς Ἕλληνας ὁρῶν καὶ μὴ ἔχων, καθὰ πρίν, ἐκ παρασήμων τινῶν

γνωρίζειν αὐτούς, ὡς ὅπλων γυμνούς.ἡ δὲ ἀποκρινεῖται ὡς εὖ πάλαι εἰδυῖα καὶ λαλήσει

πρὸς ἱστορίαν καὶ οὕτως ὁ 1.625 φιλήκοος ἀκροατὴς μαθήσεται. λαλήσει δέ τι πρὸς

ἱστορίαν καὶ αὐτὸς ὁ Πρίαμοςπαλαιά τινα διδάσκων. καὶ ὁ Ἀντήνωρ δὲ Τρωϊκά τινα

ἐρεῖ. ὁ πλείων δὲλόγος ὡς διδασκάλῳ τῇ καλῇ Ἑλένῃ ἀνακείσεται, ἵνα μὴ μόνον

ἀέθλουςπολεμικοὺς ἐμπάσσῃ τῇ προρρηθείσῃ κατ' αὐτὴν μαρμαρέῃ δίπλακι, ἀλλὰ

καὶἱστορίας ἐνθήσει τῷ καθ' Ὅμηρον τούτῳ πτυκτῷ πίνακι. (ῃ. 154–8) Ἰστέον δέ, ὅτι

καλὴν εἶναι τὴν Ἑλένην καὶ ὁ τῶν δημογερόντων ἐνταῦθα λόγοςβεβαιοῖ, ὧν ὁ μὲν

μανιώδης ἔρως ἀπεπτερύξατο, ἡ δὲ δι' ὀφθαλμῶν τοῦκάλλους κρίσις παραμεμένηκεν. οἳ

καὶ λέγουσιν, ὅτι «οὐ νέμεσις», ἤτοι οὐνεμεσητὸν καὶ δικαίως μεμπτόν, «Τρῶας καὶ

ἐϋκνήμιδας Ἀχαιοὺς τοιῇδ' ἀμφὶγυναικὶ πολὺν χρόνον ἄλγεα πάσχειν· αἰνῶς ἀθανάτῃσι

θεαῖς εἰς ὦπα ἔοικεν».ἦκα δέ, τουτέστιν ἡσύχως, πρὸς ἀλλήλους ἔπεα τοιαῦτ' ἀγόρευον,

διότι τεαἰσχύνην αὐτοῖς φέρει κάλλος τοιοῦτον θαυμάζειν ἐν ἡλικίᾳ ἐξώρῳ, οὓς

ἔδειἀφυβρίσαι ἤδη. καὶ ὅτι φιλαλήθης ἡ μὴ κατὰ πρόσωπον μαρτυρία. (ῃ. 155) ∆ῆλον δέ,

ὡς ἀπὸ τοῦ ἀκήν τὸ ἦκα γίνεται καθ' ὁμοιότητα τοῦ ἀμφαδίηνἀμφαδά, κρύβδην κρύβδα,

κύβδην κύβδα. (ῃ. 156) Σκοπητέον δέ, εἰ μὴψεύδεται τὸ «οὐ νέμεσις». πῶς γὰρ οὐ

νέμεσις περιέπεσθαι γυναῖκα, ἧς τὸ μὲνκαλὸν εὐμορφία, τὸ δὲ κακὸν πανωλεθρία; ἢ

ἁπλῶς μὲν οὐ νέμεσις περὶ τοιαύτηςμάχεσθαι–περιμάχητα γὰρ τὰ καλά–πῇ δὲ νέμεσις,

ἣν ὁ ἐπιγνοὺς ἐρεῖἂν κατὰ τοὺς δημογέροντας τὸ «οἰχέσθω, μή ποτε ἡμῖν πῆμα

γένοιτο», ἵναμὴ ἐξ ἰδίας ἀνοίας, ὃ δὴ λέγεται, τῆς τοῦ Πάριδος, κοινὸν κακὸν

γένηται.(ῃ. 156–8) Τοῦτο δὲ τὸ χωρίον, τὸ «οὐ νέμεσις» καὶ τὰ ἑξῆς, τρίγωνον ἔφασαν

οἱκαὶ περὶ τοιαῦτα καταγινόμενοι. εἰ γάρ τις τρίγωνον καταγράψει πλευρὰςποιήσας

τοὺς τρεῖς τούτους στίχους, ἐξ οἵου ἂν ἀδιαφόρως ἄρξηταί τις στίχου,δυνατόν ἐστιν

ἀκωλύτως καὶ τοὺς ἑξῆς δύο συνείρεσθαι καὶ τὴν αὐτὴν διάνοιανσῴζεσθαι. καὶ

ἀρχέτυπον τοῦτο γενέσθαι λέγουσι τοῦ τοιούτου ἔργου τοῖςὕστερον

Ἐπιγραμματοποιοῖς. (ῃ. 155) Ἰστέον δέ, ὅτι τὸ ἦκα, ὅ ἐστιν ἡσύχως, φθέγγεσθαι τοὺς

δημογέροντας ἀμφότερα φυλάσσει, καὶ τὸ τῆς Ἑλένηςἐγκώμιον καὶ τὸ τοῖς

πρεσβυτέροις, ὡς εἴρηται, πρέπον. πταίουσιν οὖν κατὰτοὺς παλαιοὺς οἱ μεταγράφοντες

ὦκα. ἄλλως γὰρ καὶ βραδυλόγοι οἱ γέροντες.(ῃ. 156) Κἀκεῖνο δὲ εἰδέναι οὐκ ἀχρεῖον, ὅτι

τὸ «οὐ νέμεσις» εἰς παροιμίανἔπεσεν ἐπὶ τῶν ἐχόντων μέν τι, ὅπερ ἂν ἔχοι τις οὐκ

ἐπαινεῖν, ὅμως δὲ ἄλλωςφιλουμένων διά τι σεμνὸν λόγου ἄξιον. σοφὸς γοῦν τις οὐ

πάνυ παλαιὸς διὰμόνον αὐτὸ τοῦτο τὸ «οὐ νέμεσις» πολὺν πλοῦτον βασιλικὸν

περιέθετο κατὰ καιρὸν λαλήσας αὐτὸ εἰς ἔπαινον βασιλίδος, ἐχούσης μέν τι μέμψεως,

καλῆς δὲ ὅμως. 1.626 Ἀριστοτέλης δὲ βούλεται ἡμῶν ἕκαστον ἐπιλέγειν τῇ ἡδονῇ

τοιοῦτόν τι οἷον»οὐ νέμεσις ἀμφ' ἡδονῇ πολλὰ πάσχειν, ἀλλὰ καὶ τοίη περ ἐοῦσα

νεέσθω», ἢοἰχέσθω, «μὴ ὀπίσω πῆμα ἡμῖν λίποιτο». [(ῃ. 158) Ἰστέον δὲ καί, ὅτι τὸαἰνῶς

ἀντὶ τοῦ λίαν μεταληπτικόν τί ἐστιν. αἰνῶς μὲν γὰρ καὶ δεινῶς ταὐτόσημάεἰσιν. ἔστι δέ

ποτε δεινῶς καὶ τὸ λίαν. καὶ αἰνῶς ἄρα ἀντὶ τοῦ λίαν.] Ἔτιἰστέον καί, ὅτι τὸ «ἀθανάταις

θεαῖς εἰς ὦπα ἔοικεν» ὡς ἀπὸ τῶν Ὁμηρικῶνλεγόμενον Μουσῶν ἀκουστέον. οὐ γὰρ

αὐτὸς Ὅμηρος εἶδεν, οἷον ἔχουσινεἶδος αἱ θεαί. ἢ καὶ τοιοῦτόν τι φαίνεται λέγειν, ὡς,

ἐὰν θεαὶ εἰδοποιοῖντο, κατὰτὴν Ἑλένην ἂν καὶ αὐταὶ εἶεν. καὶ τὸ μὲν Ὁμηρικὸν οὕτω

σεμνὸν καὶ ὑψηλόν· σαφέστερον δὲ καὶ ἀνθρωπικώτερον τὸ τῆς Ἑλένης ἔδειξε κάλλος ὁ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

386

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!