18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

διόλου παρατετηρημένως ἡ παραβολὴ ἐνταῦθα εὐάρμοστός ἐστι τῷ πράγματι. ψυχροὶ

γὰρκαὶ ᾠδικοὶ τέττιγες ἀφ' ὕψους ἠχοῦντες παραβάλλονται ψυχροῖς καὶ

λογίοιςδημογέρουσιν ἐν ὑψηλῷ τῷ τείχει λαλοῦσι. Σημείωσαι δέ, ὅτι τὸν μὲν

μέγιστοντέττιγα ἀχέταν καλοῦσιν οἱ παλαιοὶ κατὰ Παυσανίαν, κερκώπην δὲ τὸ

ἐλάχιστοντεττίγιον, τὸ δ' αὐτὸ καὶ καλαμαῖον, τὸ δὲ μετὰ τοῦτο τιτιγόνιον, ἴσως παρὰ

τὸτιτίζειν, περὶ οὗ προδεδήλωται. [Σημείωσαι δέ, ὅτι ὤκνησεν Ὅμηρος πλατῦναιτὴν

παραβολὴν τῶν τεττίγων διὰ τὸ μὴ πάνυ σεμνῶς αὐτὴν ἔχειν πρὸς ῥητορείανλαμπράν.

τί γὰρ ἡδὺ τέττιξ ἠχῶν; διὸ πρὸς μόνην συνέχειαν λαλιᾶς καὶ ῥοῖζονἀδιεχῆ καὶ εὔροιαν

ἤχου καὶ φωνῆς τορότητα εἴληπται ἡ ποιητικὴ παραβολή.ἡδύτης μέντοι λόγου

παραβάλλεται ἐν τῷ «μέλιτος γλυκίω ῥέεν αὐδήν», ὡς εἶναιτὸν Ἑλληνικὸν ἐκεῖνον

ῥήτορα, μελίρρυτον ἐν τῷ αὐδᾶν. οὕτω καὶ ὁ λέγων «ἔπεανιφάδεσσιν ἐοικότα», δι'

εὐπορίαν καὶ πυκνότητα νοημάτων, ἤδη δὲ καὶδεινότητα καὶ σαφήνειαν, παραβέβληται

πρὸς νιφάδας, οὐ μὴν διὰ τὴν ἐν λόγῳγλυκύτητα. εἷς οὖν παρ' Ὁμήρῳ μελίγηρυς

ῥήτωρ, ὁ Νέστωρ, οἱ δὲ λοιποὶ κατ'ἄλλος ἄλλον τρόπον παραβάλλονται, οἷον οἱ

βαρβαρικώτερον τοροὶ τέττιξι τοῖςτραχυφώνοις, οἱ λέγειν εὔποροι καὶ δεινοὶ καὶ σαφεῖς

νιφάσιν, οἱ ὑψηλοὶ καὶσεμνοὶ θεογραφίᾳ κατὰ τὸ «τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει».

ἀηδὼν δὲθαμὰ τρωπῶσα φωνὴν μονῳδικὴν παραβάλλει ῥητορικήν. οὕτω καὶ ὁ

ῥήτωρἀναπτυσσόμενος ἐτυμολογικῶς ὕδατος παραβάλλεταί πως ῥεύματι. ἐκ τοῦ ῥέω

1.624 γάρ, ὡς ῥύδην χέων αὐδήν.] ὕλην δὲ τὸ ὀρεινὸν δάσος καὶ νῦν, ὡς καὶ

πανταχοῦ,λέγει ὁ ποιητής. (ῃ. 152) Τὸ δὲ δενδρέῳ πλεονασμόν τε ἔχει τοῦ ˉε καὶ

πάθοςπάσχει συνιζήσεως, ὡς τὸ «χρυσέῳ ἀνὰ σκήπτρῳ» παθὸν οὕτω καὶ αὐτὸ διὰπλείω

χασμῳδίαν καὶ σεμνότητα φωνῆς. ἐνεχώρει γὰρ ἄλλως εἰπεῖν δένδρῳἐφεζόμενοι,

ὥσπερ καὶ τὸ «Πηληιάδεω Ἀχιλῆος» ἦν μὲν εἰπεῖν «ΠηληϊάδουἈχιλῆος». οὐκ ἠθέλησε

δέ, ὡς καὶ ἐκεῖ ἐρρέθη, ἀλλ' ἔφρασε μᾶλλον σεμνότερον.ὅτι δὲ ὁ στίχος τὸ «δενδρέῳ

ἐφεζόμενοι» προκέφαλός ἐστι, καθὰ καὶ τὸ «χρυσέῳἀνὰ σκήπτρῳ», ῥηθήσεται καὶ ἐν

τοῖς ἑξῆς. Ἰστέον δέ, ὅτι ἐν τῷ Αἰλίου ∆ιονυσίου Λεξικῷ φέρεται, ὅτι λέγεται οὐ μόνον

δένδρον, ἀλλὰ καὶ δένδρεον καὶδένδρος. φησὶ γοῦν, ὅτι δένδρον μᾶλλον ἢ δένδρος καὶ

δένδρα μᾶλλον ἢ δένδρη,καὶ αἱ πτώσεις δένδρου καὶ δένδρῳ μᾶλλον ἢ δένδρει καὶ

δένδρους. Ξενοφῶν δέ,φησίν, ἐκείνως μᾶλλον ὀνομάζει δένδρος καὶ δένδρει καὶ

δένδρεσι καὶ δένδρηκαὶ δένδρεα. Ὅμηρος δὲ ἔνθα μὲν δένδρεα λέγει, ἔνθα δέ «δενδρέῳ

ἐφεζόμενοι».ὅτι δ' ἐκ τοῦ δένδρου καὶ δενδρυάζειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ γέγραπται, τὸ

δρυσὶσκέπεσθαι καὶ τὸ καθ' ὕδατος δύεσθαι, τὰ ῥητορικὰ δηλοῦσι Λεξικά. ὁ δὲ ῥηθεὶς

∆ιονύσιός φησι καί, ὅτι φωνήν τινα καλοῦσιν οἱ φωνασκοὶ δενδρυάζουσαν.(ῃ. 153)

Ἡγήτορες δὲ Τρώων οἱ δημογέροντες ἀντὶ τοῦ ἡγεμονικοὶ καὶ βασιλικοί, οὐ μὴν

βασιλεῖς. ἢ καὶ ἄλλως, οἱ ποτε στρατηγοὶ ἐν νεότητι. προσέθηκεδὲ Ὅμηρος τοῦτο ὑψῶν

τοὺς δημογέροντας, ἵνα μὴ δόξωσιν εὐτελεῖς διὰ τὴν ἐκτοῦ δήμου παρωνυμίαν. ὁ γὰρ

δῆμος εὐτέλειαν ἔστιν ὅτε δηλοῖ, ὡς τὸ «οὔ σεἔοικε δῆμον ἐόντα», ἤγουν δημοτικὸν καὶ

εὐτελῆ. ὁ δὲ μῦθος τῶν τεττίγωνἐγχώριος. καὶ γὰρ Τρωϊκὸς ἦν ὁ Τιθωνός, ὃν ὁ μῦθος

μετέβαλεν εἰς τέττιγα. ἴσωςδὲ καὶ ἐκεῖνος μυθεύεται παθεῖν οὕτως ὡς περὶ τὸ γῆρας

λαλίστερος. Σημείωσαιδέ, ὅτι σεμνύνων τοὺς ᾠδικοὺς τέττιγας τὸν τερετισμὸν αὐτῶν

ὡς ἔμμουσονὄπα λειριόεσσαν ἔφη, ὥς που καὶ ταῖς Μούσαις ὄπα καλὴν εἶναί φησιν, ἀφ'

ἧςκαὶ ἡ Καλλιόπη σύγκειται. Ὅτι ἡ τῶν δημογερόντων, ὡς ἐρρέθη, ἐν τῷπύργῳ

καθέδρα γίνεται μὲν κατά τι ἔθος, καθά που καὶ ἀλλαχοῦ φησιν ὁ ποιητὴςτῷ τείχει

ἐφεστάναι ἄνδρας, οὓς ἔχε γῆρας, ἀλλ' ἐκεῖ μὲν χάριν μόνον φυλακῆς,ἐνταῦθα δὲ τὸ

πρᾶγμα τῷ ποιητῇ γίνεται χρήσιμον καὶ εἰς ἱστοριῶν ἐπεισόδιον,ὡς δειχθήσεται.

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

385

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!