18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

Οὕτω δὲ καὶ τὸ «αὐτὰρ 1.620 Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι

μαχήσονται περὶ σεῖο,τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις» παράφρασίς ἐστι διὰ

τῆς Ἴριδος, ὧνφθάσας εἶπεν ὁ Πάρις πρὸς τὸν ἀδελφὸν Ἕκτορα. ὅτι δὲ παραφραστικὸς

τῶνἑαυτοῦ ὁ πλουσιολόγος ποιητής, πολλαχοῦ φαίνεται. (ῃ. 139 ς.) Ὅτι ὁ τῆςἼριδος

λόγος, τουτέστιν ἡ περὶ μονομαχίας φήμη, γλυκὺν ἵμερον ἐνέβαλε τῇἙλένῃ ἀνδρός τε

προτέρου καὶ ἄστεος ἠδὲ τοκήων. τοιαῦτα γὰρ ὁ ποιητὴς αὐτῆςὑπερλαλεῖ πολλαχοῦ

μεταμελομένην ποιῶν. οἰκονομεῖ δὲ ὁ ποιητὴς ἐνταῦθατὴν αὐτῆς εἰς τὸ τεῖχος ἔξοδον

πολλὰ ἱστορήσων, ὡς εἴρηται, δι' αὐτῆς, τὰμὲν Εὐρωπαῖα, τὰ δὲ ἐξ Ἀσίας, ὡς φανήσεται.

ὃ μιμησάμενος Εὐριπίδης ποιεῖἄλλως ἐν Φοινίσσαις τὸν παρ' αὐτῷ πλαττόμενον

πρεσβύτην διδάσκοντα ἐκ τοῦτείχους πολλὰ τῶν ἔξω τὴν βασιλικὴν νεάνιδα. ὅτι δὲ καὶ

ἕτεραι γυναῖκεςἀνέβησαν εἰς τὸ τεῖχος κατὰ ἀρχαῖον ἔθος, τὸ ἐν τοῖς ἑξῆς

δηλωθησόμενον, νῦνμὲν σιγᾷ ὁ ποιητής, προϊὼν δὲ ἐξείπῃ, ὡς ἂν εἴη καὶ νῦν πιθανὴ καὶ

ἡ τῆςἙλένης καὶ ἡ τῆς δοκούσης εἰροκόμου γραὸς εἰς τὸ τεῖχος ἔλευσις. (ῃ. 144) Ὅτι ἡ

ἀκολουθοῦσα ἐνταῦθα τῇ Ἑλένῃ ἀμφίπολος Αἴθρη, Πιτθῆος θυγάτηρ, ἡ Θησέως νοεῖται

πρός τινων μήτηρ, συναρπαγεῖσα τῇ Ἑλένῃ. καὶ ἔστι μὲν ἀπίθανος ὁ λόγος διὰ πολλά.

διδάσκει δὲ τὸ τῆς τύχης ὅμως καινοτόμον ἡἱστορία, ἐὰν ἡ βασίλισσα Αἶθρα ὡς ἐκ

παρόδου εἰς δουλικὴν τύχην κατέβη.κατὰ δὲ ἑτέρους ἄλλη ἐστὶν αὕτη Αἶθρα, δούλη τῷ

ὄντι. καὶ ἔστι καὶ αὐτὸπαράδειγμα Ὁμηρικῆς ὁμωνυμίας. ἡ γὰρ Αἶθρα αὕτη καὶ ὁ

Πιτθεὺς οὗτοςὁμώνυμοι τοῖς εὐγενέσιν Ἑλληνικοῖς. τὴν δὲ ἑτέραν δούλην, τὴν

Κλυμένην, βοῶπιν καλεῖσθαί φασιν ὑφ' Ὁμήρου οὐχ' οὕτω διὰ τὸ εὐωπόν, ὅσον ὅτι

τρανέσταταἐνέβλεψε, μόνη κατανοήσασα, ὥς φασι, τὴν ἐσομένην τῆς Ἑλένης ἁρπαγήν,

ὅτεἈλέξανδρος ἦλθεν εἰς Λακεδαίμονα (ῃ. 143) Ὅρα δέ, ὅτι σύνηθες ταῖς εὐγενέσιν

ἀμφιπόλους ἕπεσθαι, ὅ ἐστι δουλίδας, ἐν ταῖς τοιαύταις προόδοις. ὅτιδὲ ἀμφίπολοι αἱ

δουλίδες, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, δηλοῖ καὶ Ἡρόδοτος,ἔνθα φησί· «καὶ τὰς

ἐλευθέρας καὶ τὰς ἀμφιπόλους». καλοῦνται δὲ οὕτω διὰ τὸἀμφὶ τὰς δεσπότιδας πολεῖν.

ἐντεῦθεν δὲ καὶ αἱ πρόσπολοι καὶ πρόπολοι. παρὰ Σοφοκλεῖ γοῦν ὁ Κρέων τὴν Ἰσμήνην

πρόσπολον Οἰδίποδος εἰπὼν προϊὼν ἐτυμολογεῖ τὴν λέξιν ἐν τῷ «τὰς κόρας τάσδε

ἆσσον προσπολουμένας». οἱ δὲπαλαιοί φασι καί, ὅτι πρόπολος μὲν καὶ ἐπὶ ἀρρένων,

ἀμφίπολος δὲ ἀεὶ ἐπὶγυναικῶν. Σημείωσαι δέ, ὅτι Πίνδαρος δριμέως ἤτοι γλυκέως

τύμβον ἀμφίπολονἔφη τὸν κύκλῳ περιπολούμενον. (ῃ. 145) Ὅτι τὸ ἱκάνω ἐκτείνει, ὡς

καὶ ἀλλα1.621 χοῦ ἐρρέθη, Ὁμηρικῶς ἀεὶ τὸ ˉα, ὅθεν καὶ συστέλλειν ἐθέλουσί τινες, εἰ

καὶ μὴεἰσακούονται, τὴν προπαραλήγουσαν τοῦ ἱκανώτατος, ὡς ἀπὸ τοῦ ἱκάνω·

ἱκανὸςγὰρ ὁ ἐπὶ πᾶν ἀπαραποδίστως ἱκάνων ἤτοι ἀφικνούμενος. (ῃ. 149) Ὅτι τὰς Σκαιὰς

πύλας ∆αρδανίας ἐνίοτε Ὅμηρος λέγει, τὸ μὲν ἀπὸ ∆αρδάνου, τὸ δὲ ἢ ἀπὸ Σκαιοῦ, οὕτω

καλουμένου τεχνίτου, ἢ ὅτι δυτικαί–σκαιὰ γάρ, ἤτοιἀριστερά, τὰ δυτικά–ἢ διότι σκαιαὶ

ἤτοι ἐπαρίστεροι τοῖς Τρωσὶν ἐγένοντοδεξαμένοις κατ' αὐτὰς τὸν δούρειον ἵππον. (ῃ.

146–8) Ὅτι ῥητόρων ἴδιον τὸ ἀντὶτοῦ εἰπεῖν Ἀλέξανδρον ἢ Μενέλαον ἢ Ἀγαμέμνονα

λέγειν οἱ ἀμφὶ Ἀλέξανδρονκαὶ οἱ ἀμφὶ Μενέλαον καὶ οἱ ἀμφ' Ἀγαμέμνονα καὶ τὰ ὅμοια.

οὕτως οὖν καὶὍμηρος ἐνταῦθα ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὁ Πρίαμος καὶ ὁ Πάνθοος καὶ ὁ

Θυμοίτηςκαὶ ὁ Λάμπος καὶ ὁ Κλυτίος καὶ ὁ Ἱκετάων ἐκάθηντο ἐν τοῖς πύργοις, φησίν·»οἳ

δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον» καὶ τὰ ἑξῆς. διὸ καὶ ἐπάγει· «Οὐκαλέγωντε καὶ

Ἀντήνωρ», μονονουχὶ λέγων, ὅτι, ὥσπερ ὁ Ἀντήνωρ μόνος αὐτὸς ἦν ἐκεῖ καθήμενος

καὶ ὁ Οὐκαλέγων, οὕτω καὶ ὁ Πρίαμος καὶ οἱ λοιποὶ ἐμόναζον,ὡς τῶν περὶ αὐτοὺς τῶν

μὲν ἔξω περὶ τὴν μάχην στρεφομένων, τῶν δὲ οἰκουρούντων, ἢ καὶ ἄλλως μὴ σὺν

αὐτοῖς ὄντων. καὶ σημείωσαι τὴν τοῦ σχήματοςἐν τούτοις ἀλλαγήν, ὅπως ἐκ τοῦ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

383

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!