Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf Commentarii ad Homeri Iliadem i.pdf

khazarzar.skeptik.net
from khazarzar.skeptik.net More from this publisher
18.07.2013 Views

καὶἈχαιῶν, «οὓς ἕθεν», ἤγουν αὐτῆς, «εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων», ἤγουν ὑπὸ πολέμου, ἀστείως ἐπεσημήναντό τινες τὸν πέπλον τοῦτον ἀξιόλογονἀρχέτυπον εἶναι τῆς Ὁμήρου ποιήσεως. ἃ γὰρ ἐκείνη ἐνεποίκιλλεν ὁσημέραιτῷ πέπλῳ, ταῦτα δέλτῳ ἐντίθησιν Ὅμηρος καὶ ποιεῖ τὴν βίβλον ταύτην ὥσπερἙλένης ἄλλον ἱστόν. διὸ καὶ φιλεῖ τὴν Ἑλένην ὁ ποιητὴς καὶ διατιθέμενος ὑπεραπολογεῖται, εἰς ὅσον ἔξεστι. Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῆς Ἑλένηςφιλοπευστικὸν καὶ εὐμαθές. δῆλον γάρ, ὅτι πυνθανομένη καὶ σημειουμένη τὰςὡς ἑκάστοτε πάθας τῶν δι' αὐτὴν μαχομένων ἐζωγράφει αὐτάς, ἐν οἷς ὕφαινεν,Ἰλιάδα τινὰ τεχνωμένη χειρότευκτον. ἐπεὶ δὲ πολλοὶ οἱ ἄεθλοι, διὰ τοῦτομέγας καὶ ὁ ἱστός. εἰκὸς δὲ καὶ πλείους ἄθλους τῶν Ὁμηρικῶν αὐτῷ ἐμπεπάσθαι.Ὅμηρος μὲν γὰρ τῇ τοῦ Ἕκτορος ταφῇ τὴν Ἰλιάδα συγκατέλυσεν, Ἑλένη δεοὐκ ἐξ ἀνάγκης οὕτω, ἀλλὰ καὶ ἐπὶ τὰ ἑξῆς προέβη ἄν, ὡς εἰκός, τῷ ὑφάσματι.(ῃ. 141 ς.) Ὅρα δέ, ὡς καὶ οὕτω ποικίλλειν εἰδυῖα Ἑλένη, ὅμως ἐκ θαλάμου εἰς τὸν πύργον ἐξιοῦσα διὰ σωφροσύνην ἀργενναῖς, ἤγουν λευκαῖς, ἀφελῶς ὀθόναιςκαλύπτεται οὐδέν τι ποικίλον ἀμπεχομένη, ἀλλὰ καὶ ὁρμᾶται ἐκ θαλάμου»τέρεν κατὰ δάκρυ χέουσα». ἐν οἷς ἀργεννὸν μὲν τὸ λευκόν, ἐκ τοῦ ἀργός, ὁμοίως τῷ φάος φαεννόν, Ἔρεβος ἐρεβεννόν. Ὀθόνη δέ, ἧς ὀθόμεθα, τουτέστιν ἐπιστρεφόμεθα διὰ τὴν ἄγαν λεπτότητα, ἢ ἡ εὐκίνητος, παρὰ τὸ ὄθεσθαι, τὸκινεῖσθαι. τέρεν δὲ δάκρυ τὸ ἐκ τειρομένης ψυχῆς. (ῃ. 126) Ἰστέον δὲ καί,ὅτι ἐν τῷ «δίπλακα μαρμαρέην» λείπει τὸ ἱστουργίαν ἢ ὑφήν ἤ τι τοιοῦτον.τινὲς δὲ τὸ χλαῖναν λείπειν φασὶ νοοῦντες δίπλακα τὴν μεγάλην, ἣν ἔστι διπλῆνἀμφιέσασθαι. καὶ μὴν οὐ ταὐτὸν χλαῖνα καὶ ἱστός, ἀλλὰ ἴσως γενικὸν μέν ἐστινἢ ὅλον ὁ ἱστός, εἶδος δὲ ἢ μέρος ἡ δίπλαξ, ἥν, ἰδιωτικῶς εἰπεῖν, δίμιτον νοοῦσίτινες. μᾶλλον δὲ ὁ μὲν ἱστὸς τὸ ἐργαλεῖον δηλοῖ, δίπλαξ δέ ἐστιν ἡ ἱστουργουμένη, ὡς ἐρρέθη, ὑφή, ἵνα λέγῃ, ὅτι περὶ μέγαν ἱστὸν μεγάλην δίπλακα ὕφαινε. 1.619 Μαρμαρέη δὲ ἡ λάμπουσα ἐκ τοῦ μαρμαίρω, ἐξ οὗ ὁ μάρμαρος λίθος, οὗ κτητικὸνμαρμάρειος, θηλυκὸν μαρμαρεία καὶ Ἰωνικῶς καὶ Ἀττικῶς μαρμαρέη. ἐν δὲ ταῖς Ἀριστάρχου, φασί, καὶ Ζηνοδότου καὶ Ἀριστοφάνους Ἐκδόσεσι «δίπλακαπορφυρέην» γράφεται. καὶ νύμφαι γάρ, φασί, φάρεα ὑφαίνουσιν ἁλιπόρφυρα.ἔστι δὲ καὶ θαλάσσης γαληνιώσης ἐπίθετον ἡ μαρμαρέη. ἐκ δὲ τοῦ ἐνέπασσεν ἡγαμικὴ παστὰς γίνεται. αὐτὸ δὲ γίνεται παραγώγως ἐκ τοῦ πῶ, τὸ κτῶμαι.ἀξιόκτητα γὰρ τὰ οὕτω ποικιλτά. ἐκ δὲ τοῦ τοιούτου πάσσειν καὶ ὁ τοῖςἄνθεσι κατάπαστος νικητής. ἔοικε δὲ ἡ λέξις καθ' ὁμοιότητα εἰρῆσθαι τοῦ ἑτέρουπάσσειν, οἷον «πάσσε δ' ἁλὸς θείοιο», ἀφ' οὗ καὶ τὸ ἁλίπαστον. Σημείωσαι δὲκαί, ὅτι παρὰ τῷ ποιητῇ οὐ μόνον πρόσωπα ἡρωϊκὰ γυναικῶν, ἀλλὰ καί τινατῶν θειοτέρων ἱστουργεῖ, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ ὅτι τὸ πένθος οὔτε τῇ Πηνελόπῃ ἐν Ὀδυσσείᾳ οὔτε ἐνταῦθα τῇ Ἑλένῃ ᾄδειν ἐπιτρέπει ἐν τῷ ἱστουργεῖν. Κίρκη δὲ καὶ Καλυψὼ ὑφαίνουσαι ᾄδουσιν, ἀπαθεῖς αὐταὶ οὖσαι κακῶν.τὸ δέ «ἀέθλους» καὶ ἑξῆς ὑπολαλεῖ ἔπαθλον μὲν τοῦ Τρωϊκοῦ πολέμου τὴν Ἑλένηνκεῖσθαι, ἀνταγωνιστὴν δέ τινα τοῖς ἀεθλεύουσιν εἶναι τὸν παλαμναῖον Ἄρην.(ῃ. 128) τοιοῦτον γάρ τι ἐμφαίνει τὸ «ὑπ' Ἄρεος παλαμάων». (ῃ. 130–8)Ὅτι ἐν τῷ [«δεῦρ' ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα» καὶ ἑξῆς, τὸ μὲν νύμφακαθὰ] καὶ τὸ τόλμα καὶ τήθα Ἰωνικά τινες εἶναι βούλονται. πρὸς χρείαν δὲμέτρου συσταλτικὴν τὸ νύμφα παρείληπται. Ὅτι θέσκελα δὲ ἔργα ἐνταῦθατὰ τῆς μάχης, οὐχ' ὡς θεοείκελα, ἀλλὰ θεοκέλευστα, καθὰ καὶ θέσφατα, τὰθεόφραστα. εἶεν δ' ἂν καὶ οὕτω θεῖα τὰ θέσκελα καὶ διὰ τοῦτο θαύματος ἄξια,(ῃ. 132–5) εἴγε κατὰ τὸν ποιητήν «οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα», νῦν κάθηνται σιγῇ, «πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι,παρὰ δ' ἔγχεα μακρὰ πέπηγε». ταῦτα δὲ καὶ παράφρασίς ἐστι τοῦ «ἵππους μὲνἔρυξαν» καὶ ἑξῆς, ὡς πρὸ ὀλίγων εἴρηται. (ῃ. 136–8) Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 382

Οὕτω δὲ καὶ τὸ «αὐτὰρ 1.620 Ἀλέξανδρος καὶ ἀρηΐφιλος Μενέλαος μακρῇς ἐγχείῃσι μαχήσονται περὶ σεῖο,τῷ δέ κε νικήσαντι φίλη κεκλήσῃ ἄκοιτις» παράφρασίς ἐστι διὰ τῆς Ἴριδος, ὧνφθάσας εἶπεν ὁ Πάρις πρὸς τὸν ἀδελφὸν Ἕκτορα. ὅτι δὲ παραφραστικὸς τῶνἑαυτοῦ ὁ πλουσιολόγος ποιητής, πολλαχοῦ φαίνεται. (ῃ. 139 ς.) Ὅτι ὁ τῆςἼριδος λόγος, τουτέστιν ἡ περὶ μονομαχίας φήμη, γλυκὺν ἵμερον ἐνέβαλε τῇἙλένῃ ἀνδρός τε προτέρου καὶ ἄστεος ἠδὲ τοκήων. τοιαῦτα γὰρ ὁ ποιητὴς αὐτῆςὑπερλαλεῖ πολλαχοῦ μεταμελομένην ποιῶν. οἰκονομεῖ δὲ ὁ ποιητὴς ἐνταῦθατὴν αὐτῆς εἰς τὸ τεῖχος ἔξοδον πολλὰ ἱστορήσων, ὡς εἴρηται, δι' αὐτῆς, τὰμὲν Εὐρωπαῖα, τὰ δὲ ἐξ Ἀσίας, ὡς φανήσεται. ὃ μιμησάμενος Εὐριπίδης ποιεῖἄλλως ἐν Φοινίσσαις τὸν παρ' αὐτῷ πλαττόμενον πρεσβύτην διδάσκοντα ἐκ τοῦτείχους πολλὰ τῶν ἔξω τὴν βασιλικὴν νεάνιδα. ὅτι δὲ καὶ ἕτεραι γυναῖκεςἀνέβησαν εἰς τὸ τεῖχος κατὰ ἀρχαῖον ἔθος, τὸ ἐν τοῖς ἑξῆς δηλωθησόμενον, νῦνμὲν σιγᾷ ὁ ποιητής, προϊὼν δὲ ἐξείπῃ, ὡς ἂν εἴη καὶ νῦν πιθανὴ καὶ ἡ τῆςἙλένης καὶ ἡ τῆς δοκούσης εἰροκόμου γραὸς εἰς τὸ τεῖχος ἔλευσις. (ῃ. 144) Ὅτι ἡ ἀκολουθοῦσα ἐνταῦθα τῇ Ἑλένῃ ἀμφίπολος Αἴθρη, Πιτθῆος θυγάτηρ, ἡ Θησέως νοεῖται πρός τινων μήτηρ, συναρπαγεῖσα τῇ Ἑλένῃ. καὶ ἔστι μὲν ἀπίθανος ὁ λόγος διὰ πολλά. διδάσκει δὲ τὸ τῆς τύχης ὅμως καινοτόμον ἡἱστορία, ἐὰν ἡ βασίλισσα Αἶθρα ὡς ἐκ παρόδου εἰς δουλικὴν τύχην κατέβη.κατὰ δὲ ἑτέρους ἄλλη ἐστὶν αὕτη Αἶθρα, δούλη τῷ ὄντι. καὶ ἔστι καὶ αὐτὸπαράδειγμα Ὁμηρικῆς ὁμωνυμίας. ἡ γὰρ Αἶθρα αὕτη καὶ ὁ Πιτθεὺς οὗτοςὁμώνυμοι τοῖς εὐγενέσιν Ἑλληνικοῖς. τὴν δὲ ἑτέραν δούλην, τὴν Κλυμένην, βοῶπιν καλεῖσθαί φασιν ὑφ' Ὁμήρου οὐχ' οὕτω διὰ τὸ εὐωπόν, ὅσον ὅτι τρανέσταταἐνέβλεψε, μόνη κατανοήσασα, ὥς φασι, τὴν ἐσομένην τῆς Ἑλένης ἁρπαγήν, ὅτεἈλέξανδρος ἦλθεν εἰς Λακεδαίμονα (ῃ. 143) Ὅρα δέ, ὅτι σύνηθες ταῖς εὐγενέσιν ἀμφιπόλους ἕπεσθαι, ὅ ἐστι δουλίδας, ἐν ταῖς τοιαύταις προόδοις. ὅτιδὲ ἀμφίπολοι αἱ δουλίδες, ὡς καὶ ἐν τοῖς ἑξῆς φανεῖται, δηλοῖ καὶ Ἡρόδοτος,ἔνθα φησί· «καὶ τὰς ἐλευθέρας καὶ τὰς ἀμφιπόλους». καλοῦνται δὲ οὕτω διὰ τὸἀμφὶ τὰς δεσπότιδας πολεῖν. ἐντεῦθεν δὲ καὶ αἱ πρόσπολοι καὶ πρόπολοι. παρὰ Σοφοκλεῖ γοῦν ὁ Κρέων τὴν Ἰσμήνην πρόσπολον Οἰδίποδος εἰπὼν προϊὼν ἐτυμολογεῖ τὴν λέξιν ἐν τῷ «τὰς κόρας τάσδε ἆσσον προσπολουμένας». οἱ δὲπαλαιοί φασι καί, ὅτι πρόπολος μὲν καὶ ἐπὶ ἀρρένων, ἀμφίπολος δὲ ἀεὶ ἐπὶγυναικῶν. Σημείωσαι δέ, ὅτι Πίνδαρος δριμέως ἤτοι γλυκέως τύμβον ἀμφίπολονἔφη τὸν κύκλῳ περιπολούμενον. (ῃ. 145) Ὅτι τὸ ἱκάνω ἐκτείνει, ὡς καὶ ἀλλα1.621 χοῦ ἐρρέθη, Ὁμηρικῶς ἀεὶ τὸ ˉα, ὅθεν καὶ συστέλλειν ἐθέλουσί τινες, εἰ καὶ μὴεἰσακούονται, τὴν προπαραλήγουσαν τοῦ ἱκανώτατος, ὡς ἀπὸ τοῦ ἱκάνω· ἱκανὸςγὰρ ὁ ἐπὶ πᾶν ἀπαραποδίστως ἱκάνων ἤτοι ἀφικνούμενος. (ῃ. 149) Ὅτι τὰς Σκαιὰς πύλας ∆αρδανίας ἐνίοτε Ὅμηρος λέγει, τὸ μὲν ἀπὸ ∆αρδάνου, τὸ δὲ ἢ ἀπὸ Σκαιοῦ, οὕτω καλουμένου τεχνίτου, ἢ ὅτι δυτικαί–σκαιὰ γάρ, ἤτοιἀριστερά, τὰ δυτικά–ἢ διότι σκαιαὶ ἤτοι ἐπαρίστεροι τοῖς Τρωσὶν ἐγένοντοδεξαμένοις κατ' αὐτὰς τὸν δούρειον ἵππον. (ῃ. 146–8) Ὅτι ῥητόρων ἴδιον τὸ ἀντὶτοῦ εἰπεῖν Ἀλέξανδρον ἢ Μενέλαον ἢ Ἀγαμέμνονα λέγειν οἱ ἀμφὶ Ἀλέξανδρονκαὶ οἱ ἀμφὶ Μενέλαον καὶ οἱ ἀμφ' Ἀγαμέμνονα καὶ τὰ ὅμοια. οὕτως οὖν καὶὍμηρος ἐνταῦθα ἀντὶ τοῦ εἰπεῖν, ὅτι ὁ Πρίαμος καὶ ὁ Πάνθοος καὶ ὁ Θυμοίτηςκαὶ ὁ Λάμπος καὶ ὁ Κλυτίος καὶ ὁ Ἱκετάων ἐκάθηντο ἐν τοῖς πύργοις, φησίν·»οἳ δ' ἀμφὶ Πρίαμον καὶ Πάνθοον» καὶ τὰ ἑξῆς. διὸ καὶ ἐπάγει· «Οὐκαλέγωντε καὶ Ἀντήνωρ», μονονουχὶ λέγων, ὅτι, ὥσπερ ὁ Ἀντήνωρ μόνος αὐτὸς ἦν ἐκεῖ καθήμενος καὶ ὁ Οὐκαλέγων, οὕτω καὶ ὁ Πρίαμος καὶ οἱ λοιποὶ ἐμόναζον,ὡς τῶν περὶ αὐτοὺς τῶν μὲν ἔξω περὶ τὴν μάχην στρεφομένων, τῶν δὲ οἰκουρούντων, ἢ καὶ ἄλλως μὴ σὺν αὐτοῖς ὄντων. καὶ σημείωσαι τὴν τοῦ σχήματοςἐν τούτοις ἀλλαγήν, ὅπως ἐκ τοῦ Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab. Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006. Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του. 383

καὶἈχαιῶν, «οὓς ἕθεν», ἤγουν αὐτῆς, «εἵνεκ' ἔπασχον ὑπ' Ἄρηος παλαμάων», ἤγουν

ὑπὸ πολέμου, ἀστείως ἐπεσημήναντό τινες τὸν πέπλον τοῦτον ἀξιόλογονἀρχέτυπον

εἶναι τῆς Ὁμήρου ποιήσεως. ἃ γὰρ ἐκείνη ἐνεποίκιλλεν ὁσημέραιτῷ πέπλῳ, ταῦτα

δέλτῳ ἐντίθησιν Ὅμηρος καὶ ποιεῖ τὴν βίβλον ταύτην ὥσπερἙλένης ἄλλον ἱστόν. διὸ

καὶ φιλεῖ τὴν Ἑλένην ὁ ποιητὴς καὶ διατιθέμενος ὑπεραπολογεῖται, εἰς ὅσον ἔξεστι.

Σημείωσαι δὲ καὶ ἐνταῦθα τὸ τῆς Ἑλένηςφιλοπευστικὸν καὶ εὐμαθές. δῆλον γάρ, ὅτι

πυνθανομένη καὶ σημειουμένη τὰςὡς ἑκάστοτε πάθας τῶν δι' αὐτὴν μαχομένων

ἐζωγράφει αὐτάς, ἐν οἷς ὕφαινεν,Ἰλιάδα τινὰ τεχνωμένη χειρότευκτον. ἐπεὶ δὲ πολλοὶ

οἱ ἄεθλοι, διὰ τοῦτομέγας καὶ ὁ ἱστός. εἰκὸς δὲ καὶ πλείους ἄθλους τῶν Ὁμηρικῶν αὐτῷ

ἐμπεπάσθαι.Ὅμηρος μὲν γὰρ τῇ τοῦ Ἕκτορος ταφῇ τὴν Ἰλιάδα συγκατέλυσεν, Ἑλένη

δεοὐκ ἐξ ἀνάγκης οὕτω, ἀλλὰ καὶ ἐπὶ τὰ ἑξῆς προέβη ἄν, ὡς εἰκός, τῷ ὑφάσματι.(ῃ. 141

ς.) Ὅρα δέ, ὡς καὶ οὕτω ποικίλλειν εἰδυῖα Ἑλένη, ὅμως ἐκ θαλάμου εἰς τὸν πύργον

ἐξιοῦσα διὰ σωφροσύνην ἀργενναῖς, ἤγουν λευκαῖς, ἀφελῶς ὀθόναιςκαλύπτεται οὐδέν

τι ποικίλον ἀμπεχομένη, ἀλλὰ καὶ ὁρμᾶται ἐκ θαλάμου»τέρεν κατὰ δάκρυ χέουσα». ἐν

οἷς ἀργεννὸν μὲν τὸ λευκόν, ἐκ τοῦ ἀργός, ὁμοίως τῷ φάος φαεννόν, Ἔρεβος

ἐρεβεννόν. Ὀθόνη δέ, ἧς ὀθόμεθα, τουτέστιν ἐπιστρεφόμεθα διὰ τὴν ἄγαν λεπτότητα, ἢ

ἡ εὐκίνητος, παρὰ τὸ ὄθεσθαι, τὸκινεῖσθαι. τέρεν δὲ δάκρυ τὸ ἐκ τειρομένης ψυχῆς. (ῃ.

126) Ἰστέον δὲ καί,ὅτι ἐν τῷ «δίπλακα μαρμαρέην» λείπει τὸ ἱστουργίαν ἢ ὑφήν ἤ τι

τοιοῦτον.τινὲς δὲ τὸ χλαῖναν λείπειν φασὶ νοοῦντες δίπλακα τὴν μεγάλην, ἣν ἔστι

διπλῆνἀμφιέσασθαι. καὶ μὴν οὐ ταὐτὸν χλαῖνα καὶ ἱστός, ἀλλὰ ἴσως γενικὸν μέν ἐστινἢ

ὅλον ὁ ἱστός, εἶδος δὲ ἢ μέρος ἡ δίπλαξ, ἥν, ἰδιωτικῶς εἰπεῖν, δίμιτον νοοῦσίτινες.

μᾶλλον δὲ ὁ μὲν ἱστὸς τὸ ἐργαλεῖον δηλοῖ, δίπλαξ δέ ἐστιν ἡ ἱστουργουμένη, ὡς ἐρρέθη,

ὑφή, ἵνα λέγῃ, ὅτι περὶ μέγαν ἱστὸν μεγάλην δίπλακα ὕφαινε. 1.619 Μαρμαρέη δὲ ἡ

λάμπουσα ἐκ τοῦ μαρμαίρω, ἐξ οὗ ὁ μάρμαρος λίθος, οὗ κτητικὸνμαρμάρειος, θηλυκὸν

μαρμαρεία καὶ Ἰωνικῶς καὶ Ἀττικῶς μαρμαρέη. ἐν δὲ ταῖς Ἀριστάρχου, φασί, καὶ

Ζηνοδότου καὶ Ἀριστοφάνους Ἐκδόσεσι «δίπλακαπορφυρέην» γράφεται. καὶ νύμφαι

γάρ, φασί, φάρεα ὑφαίνουσιν ἁλιπόρφυρα.ἔστι δὲ καὶ θαλάσσης γαληνιώσης ἐπίθετον ἡ

μαρμαρέη. ἐκ δὲ τοῦ ἐνέπασσεν ἡγαμικὴ παστὰς γίνεται. αὐτὸ δὲ γίνεται παραγώγως ἐκ

τοῦ πῶ, τὸ κτῶμαι.ἀξιόκτητα γὰρ τὰ οὕτω ποικιλτά. ἐκ δὲ τοῦ τοιούτου πάσσειν καὶ ὁ

τοῖςἄνθεσι κατάπαστος νικητής. ἔοικε δὲ ἡ λέξις καθ' ὁμοιότητα εἰρῆσθαι τοῦ

ἑτέρουπάσσειν, οἷον «πάσσε δ' ἁλὸς θείοιο», ἀφ' οὗ καὶ τὸ ἁλίπαστον. Σημείωσαι δὲκαί,

ὅτι παρὰ τῷ ποιητῇ οὐ μόνον πρόσωπα ἡρωϊκὰ γυναικῶν, ἀλλὰ καί τινατῶν θειοτέρων

ἱστουργεῖ, ὡς δηλοῖ καὶ ἡ Ὀδύσσεια, καὶ ὅτι τὸ πένθος οὔτε τῇ Πηνελόπῃ ἐν Ὀδυσσείᾳ

οὔτε ἐνταῦθα τῇ Ἑλένῃ ᾄδειν ἐπιτρέπει ἐν τῷ ἱστουργεῖν. Κίρκη δὲ καὶ Καλυψὼ

ὑφαίνουσαι ᾄδουσιν, ἀπαθεῖς αὐταὶ οὖσαι κακῶν.τὸ δέ «ἀέθλους» καὶ ἑξῆς ὑπολαλεῖ

ἔπαθλον μὲν τοῦ Τρωϊκοῦ πολέμου τὴν Ἑλένηνκεῖσθαι, ἀνταγωνιστὴν δέ τινα τοῖς

ἀεθλεύουσιν εἶναι τὸν παλαμναῖον Ἄρην.(ῃ. 128) τοιοῦτον γάρ τι ἐμφαίνει τὸ «ὑπ'

Ἄρεος παλαμάων». (ῃ. 130–8)Ὅτι ἐν τῷ [«δεῦρ' ἴθι, νύμφα φίλη, ἵνα θέσκελα ἔργα» καὶ

ἑξῆς, τὸ μὲν νύμφακαθὰ] καὶ τὸ τόλμα καὶ τήθα Ἰωνικά τινες εἶναι βούλονται. πρὸς

χρείαν δὲμέτρου συσταλτικὴν τὸ νύμφα παρείληπται. Ὅτι θέσκελα δὲ ἔργα ἐνταῦθατὰ

τῆς μάχης, οὐχ' ὡς θεοείκελα, ἀλλὰ θεοκέλευστα, καθὰ καὶ θέσφατα, τὰθεόφραστα. εἶεν

δ' ἂν καὶ οὕτω θεῖα τὰ θέσκελα καὶ διὰ τοῦτο θαύματος ἄξια,(ῃ. 132–5) εἴγε κατὰ τὸν

ποιητήν «οἳ πρὶν ἐπ' ἀλλήλοισι φέρον πολύδακρυν Ἄρηα», νῦν κάθηνται σιγῇ,

«πόλεμος δὲ πέπαυται, ἀσπίσι κεκλιμένοι,παρὰ δ' ἔγχεα μακρὰ πέπηγε». ταῦτα δὲ καὶ

παράφρασίς ἐστι τοῦ «ἵππους μὲνἔρυξαν» καὶ ἑξῆς, ὡς πρὸ ὀλίγων εἴρηται. (ῃ. 136–8)

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

382

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!