18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

You also want an ePaper? Increase the reach of your titles

YUMPU automatically turns print PDFs into web optimized ePapers that Google loves.

ἄκαινακαὶ πλέθρον καὶ τὰ τοιαῦτα, περὶ ὧν ἑτέρωθι δεδήλωται, ἀλλὰ τὴν

ἁπλῶςπεφυκυῖαν ἀροῦσθαι γῆν.] (ῃ. 121) Ὅτι τὴν Ἶριν ὁ μὲν μῦθος δαίμονα

χρυσόπτερον βούλεται εἶναι εἴρουσαν, ὅ ἐστιν ἀγγέλλουσαν τὰ τῶν θεῶν, ὡς δηλοῖ

τρόπῳἐτυμολογίας καὶ τὸ «Ἶρις ἀγγελέουσα» καὶ τὸ «Ἶρις δ' Ἑλένῃ ἄγγελοςἦλθε». διὸ

καὶ ἀπὸ τοῦ τοιούτου εἴρω παράγεται, ὡς καὶ ὁ Ἑρμῆς καὶ Ἶρος ὁ Ἰθακήσιος, ὃς οὕτω

ἐκλήθη, ὥς φησιν Ὅμηρος, διὰ τὸ εἴρειν, ὅ ἐστιν ἀπαγγέλλειν, ὅπου ἄν τις ἀνώγοι. τινὲς

δὲ αὐτῆς καὶ Ζεφύρου γενεαλογοῦσι τὸνἜρωτα. καὶ ταῦτα μὲν πρὸς μῦθον. ἡ δὲ πρὸς

φύσιν ἀλληγορία εἰς τὸ κατὰτὸν ἀέρα γινόμενον φάντασμα τοῦ λεγομένου τόξου

μεταλαμβάνει τὴν Ἶριν τὴνλαμπρόχρουν καὶ αὐτήν, ὁμοίως ἀπὸ τοῦ εἴρειν· ἀγγέλλει

γάρ τι μέλλον ἐνὑετῷ, διὸ καὶ ∆ιός, ἤτοι ἀέρος, ἐκείνη ἄγγελος λέγεται. ἡ δέ γε

κοινοτέρα τοῦμύθου θεραπεία εἰς φήμην καὶ νῦν ἐκλαμβάνεται αὐτήν, ὡς καὶ ἐν τῷ

Καταλόγῳ,ἀπὸ τῆς αὐτῆς ἐτυμολογίας, ἥτις φήμη καὶ τὴν Ἑλένην ἐνταῦθα ἐξάγει πρὸς

1.617 θέαν μονομαχίας, πορθμευθεῖσα διὰ τῆς τοῦ Πριάμου θυγατρὸς Λαοδίκης, ὡςεἰκός,

ἐπεισόδιον ἐσομένην Ὁμήρῳ εἰς ἱστοριῶν χορηγίαν εὔκαιρον. πολλαὶγοῦν ἱστορίαι διὰ

τῆς Ἑλένης ἐν τοῖς ἑξῆς παρεισοδιασθήσονται κατὰ τὴνὉμηρικὴν μέθοδον. [Ἰστέον δέ,

ὡς Ἶρις μὲν ἡ κατὰ μῦθον καὶ ἡ περὶ τὰ ἔνυδρανέφη βαρυτονεῖται, ἰρίς δέ, μυρεψικὸν

εἶδος, κατὰ παλαιὰν παράδοσιν ὀξύνεταιπρὸς διαστολήν. ταύτην δὲ ἴρινον μῦρον οἱ

ῥήτορες ἔγραψαν. γραφικὴ δὲ αὐτῆςἀναλογία κατὰ τὸ κίρις, εἶδος ὀρνέου, Σίρις, πόλις

Ἰταλική, ξίρις, φυτὸνἀρωματικόν, καλάσιρις, λινοῦς χιτὼν ἱερατικός, Ὄσιρις,

Αἰγυπτιστὶ ὁ ∆ιόνυσος.] (ῃ. 124) Ὅτι ἡ τῆς Ἑλένης γάλως Λαοδίκη Πριάμου θυγατρῶν

εἶδος ἀρίστη λέγεται, τῶν ὑπὸ γάμῳ δηλαδή, ὡς τῶν γε ἔτι παρθένων ἀρίστηἀλλαχοῦ ἡ

Κασάνδρα ἱστορηθήσεται. (ῃ. 122) Ἰστέον δέ, ὅτι τὸ συγγενικὸνθηλυκὸν τοῦ δαήρ, ὃ

δηλοῖ τὸν ἀνδράδελφον, οὐ δάειρα ἀναλόγως, ἀλλὰ γάλωςἑτερωνύμως προφέρεται, ὡς

ἀλλαχοῦ δηλοῦται σαφέστερον. δεῖ δὲ τὸ τοιοῦτονὄνομα βαρύνειν, ἐπειδὴ τὰ εἰς ˉωˉς

θηλυκὰ ὑπὲρ μίαν συλλαβὴν βραχείᾳ παραληγόμενα βαρύνεται, ἅλως, Κέως, ἕως, οὕτω

καὶ γάλως, καθὰ καὶ Τρύφωνφησὶν ἐν τῷ Περὶ ἀρχαίας ἀναγνώσεως. τοῦ δὲ γάλως ἡ

δοτικὴ γάλῳ, καὶπλεονασμῷ τοῦ ˉο γαλόῳ, οἷον «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο

δάμαρτι».τοιοῦτόν τι ἔπαθε καὶ ἡ τοῦ Ἄθω γενικὴ ἐν τῷ «ἐξ Ἀθόω δὲ ἐπὶ πόντον

ἐδύσετο». ὅτι δὲ καὶ διφορεῖται ἡ τοιαύτη εὐθεῖα, γάλως τε δισυλλάβωςλεγομένη καὶ

γαλόως ἐν τρισὶ συλλαβαῖς, πολλοῖς εἴρηται. Ὅρα δὲ καί, ὅτισαφῶς ἑρμηνεύων ὁ

ποιητὴς γάλων τὴν ἀνδραδέλφην λέγεσθαι ἱστορεῖ, ὡς ἡτῇ Ἑλένῃ γάλως Λαοδίκη

νύμφην καλεῖ τὴν Ἑλένην τῷ λόγῳ τῶν πρός τι. ἡ γάλως τε γὰρ νύμφης ἐστὶ γάλως καὶ

ἡ νύμφη γαλόῳ ἐστὶ νύμφη. κείσεται δὲμνεία τῆς λέξεως ταύτης καὶ ἐν τοῖς ἑξῆς. Ἔστι

δὲ ἡ τῆς Λαοδίκης προσφώνησις πρὸς τὴν Ἑλένην αὕτη· «δεῦρ' ἴθι, νύμφα φίλη» καὶ

ἑξῆς. (ῃ. 124) Τὸ δέ «θυγατρῶν» οὐχ' ἕλκεται εἰς λόγον πεζόν, ὡς οὐδὲ τὸ πατρῶν, οἷον

«ἐξέτι πατρῶν». (ῃ. 122 ς.) Ἰστέον δέ, ὅτι ἐν τῷ «εἰδομένη γαλόῳ, Ἀντηνορίδαο

δάμαρτι» ἐπιστομίζων τοὺς σκωπτικοὺς ὁ ποιητής, ἵνα μήτις [ἴσως περιελὼντὴν

ἀναγκαίαν στιγμὴν ἐκ τοῦ γαλόῳ καὶ κατὰ συνέχειαν ἀναγνοὺς] διαβαλεῖ 1.618 τὴν

συνθήκην τῆς γαλόῳ μετὰ τοῦ Ἀντηνορίδου καὶ ἐρεῖ παίζων τὴν Λαοδίκηνγάλων τοῦ

Ἀντηνορίδου, ἐπιφέρει «τὴν Ἀντηνορίδης εἶχε κρείων Ἑλικάων»–πόλις δὲ αἱ Ἑλίκαι–.

ἴσως δὲ καὶ ἵνα σεμνύνῃ τὸν τῆς Λαοδίκης ἄνδρα,ἐπανέλαβεν αὐτόν, ὡς πολλαχοῦ

ποιεῖν εἴθισται. Ἑλίκαι δὲ αὗται πόλις Τρωϊκή, ἀλλαχοῦ δὲ Ἑλίκη πόλις Ἑλληνίς, ὡς

δηλοῖ καὶ τὸ «εἰς Ἑλίκην και Αἰγάς». ζητητέον δὲ καὶ τὰ ἐν τῷ Καταλόγῳ περὶ Ἑλίκης.

(ῃ. 125–8) Ὅτιεἰπόντος Ὁμήρου, ὡς τὴν Ἑλένην εὗρεν ἡ Λαοδίκη «ἐν μεγάρῳ, ἣ δὲ

μέγαν ἱστὸν ὕφαινε δίπλακα μαρμαρέην, πολέας δ' ἐνέπασσεν ἀέθλους» Τρώων τε

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

381

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!