18.07.2013 Views

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

Commentarii ad Homeri Iliadem i.pdf

SHOW MORE
SHOW LESS

Create successful ePaper yourself

Turn your PDF publications into a flip-book with our unique Google optimized e-Paper software.

καταχρηστικῶς δὲ καὶ ἐπὶἀδικίας ἡ λέξις τίθεται [καὶ ἐπὶ τῆς ἁπλῶς δὲ κακίας, ὡς δῆλον

ἐκ τοῦ «ὑπερβασίας ἀλεείνων» καὶ «ὑπερβασίαι δ' ἀλεγειναί».] (ῃ. 108) Ὁπλότεροι

δὲἁπλῶς μὲν οἱ νέοι καὶ ὅπλα αἴρειν δυνάμενοι. ἐκεῖθεν δὲ καὶ ἐπὶ ψόγῳ ὑπέροπλοςκαὶ

ὑπεροπλίζεσθαι τὸ καταθρασύνεσθαι. Ἠερέθεσθαι δὲ κυρίως μὲν τὸ ἐνἀέρι κρέμασθαι,

ἐξ οὗ καὶ ἡ αἰώρα· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἀβεβαίως ἔχεινεἴληπται. τὰ μὲν γὰρ ἐν ἀέρι

κρεμάμενα εὐμετακίνητά εἰσι, τὰ δὲ ἐν γῇ καί, ὡςεἰπεῖν, ἔμπεδα σταθερὰ καὶ βεβηκότα.

ὅτι δὲ ἡ ῥηθεῖσα αἰώρα καὶ διὰ τοῦ ˉεψιλοῦ ἔχει τὴν ἄρχουσαν, ὡς δηλοῖ οὐ μόνον τὸ

«πλεκταῖς ἐώραις ἐμπεπλεγμένην», ἀλλὰ καὶ τὸ μετέωρος, ἕτεροι ἐπαγωνιζέσθωσαν. ὅτι

δὲ καὶ κύριόν ἐστινὄνομα ἡ Αἰώρα γυναικὸς ἀπαγξαμένης καὶ διὰ τί ἀπαγξαμένης, τὸ

τοῦ Παυσανίου δηλοῖ Λεξικόν. (ῃ. 103) Ἐν δὲ τοῖς ῥηθεῖσι κειμένου καὶ τοῦ

οἴσετεῥήματος, οἷον «οἴσετε δ' ἄρνε» καὶ ἑξῆς, σημείωσαι, ὅτι οὐδὲ τοῦ φέρω

μέλλωνἐστίν, ὡς παρατετήρηται τοῖς παλαιοῖς, οὐδὲ τοῦ οἴσω, ὅ ἐστι κομίσω,

εὕρηταιἐνεστώς. διό φησιν «ἄρνας φέρειν» καὶ «οἴσετε ἄρνε». καὶ ὅτι

ἀλλήλαιςἰσοδυναμοῦσιν αἱ λέξεις αὗται. διὸ καὶ τὸ συμφέρον καὶ τὸ συνοῖσον ἐπὶ τοῦ

1.615 αὐτοῦ σημαινομένου τίθενται. καὶ ὅτι τὸ «οἴσετε ἄρνε, λευκὸν καὶ μέλαιναν, Γῇ τε

καὶ Ἡλίῳ» δοκεῖ μὲν εὐκρινές, ὡς δηλοῦν, οἷον μὲν ἄρνα οἰστέον Ἡλίῳ,οἵαν δὲ τῇ Γῇ,

ἄλλως δὲ σύγχυσιν ποιεῖ καὶ συνεστραμμένον τι σχῆμά ἐστι καὶπερινενοημένον, ὡς οἷα

περιοδικόν, χιαστόν, τετράκωλον. τὸ μὲν γὰρ κατὰφύσιν καὶ σαφέστατον τοιοῦτόν

ἐστιν «οἴσετε ἄρνε, λευκὸν Ἡλίῳ καὶ μέλαιναντῇ Γῇ», ἵνα παρέκειτο τῷ Ἡλίῳ μὲν τὸ

οἰκεῖον, τῇ Γῇ δὲ πάλιν τὸ ἑαυτῆς, κατάτινα γραμμικὴν εὐθυωρίαν. κατὰ δεύτερον

μέντοι λόγον εἶχεν ἂν σαφήνειανφυσικήν, εἰ μετὰ τὸν λευκὸν καὶ τὴν μέλαιναν ἔκειτο

τὸ Ἡλίῳ καὶ τὸ Γῇ, οἷον·»οἴσετε ἄρνε δύο, λευκὸν καὶ μέλαιναν, Ἡλίῳ καὶ Γῇ», ἵνα

ἀποδεδομένων πρὸςτὰ πρῶτα δύο εὐτάκτως τῶν δευτέρων δύο ὑπετάσσετο ὡς ἐν

τετραγώνῳκαταγραφῇ τῷ λευκῷ μὲν Ἥλιος, τῇ μελαίνῃ δὲ ἡ Γῆ, οἷον οὕτως.Νῦν δὲ τὸ

εἰπεῖν ἕτερον λευκόν, ἑτέρην δὲ μέλαιναν, Γῇ τε καὶ Ἡλίῳ, ἐπὶπλέον συγχέει τὸν λόγον

διὰ τὸ χιάζειν τὸν ἐκτεθέντα τετραγωνισμόν. κατὰφύσιν γὰρ νῦν τοῦτο ζητεῖται, ἵνα τὸ

μὲν λευκὸν διὰ γραμμῆς τινος προσαρμόσῃτῷ ἐκ διαμέτρου κειμένῳ Ἡλίῳ, τὸ δὲ μέλαν

ὁμοίως τῇ Γῇ, οἷον οὕτως.Καὶ οὕτω μὲν ὁ λόγος περινενόηται καὶ οἷον συνέστραπται τῷ

σχηματισμῷκαὶ συγκέχυται μιμησαμένου τοῦ ποιητοῦ συγκεχυμένον ἄνθρωπον καὶ

μὴἐνευκαιροῦντα φυσικῇ ὀνομάτων τάξει. τοιοῦτον δὲ καὶ ἐν τοῖς ἑξῆς τὸ «οἰμωγὴκαὶ

εὐχωλὴ ἀνδρῶν ὀλλύντων καὶ ὀλλυμένων». δύναται δὲ ὁμοίῳ ζήλῳ μὴκατὰ λέξεις

μόνας γοργότερον, ἀλλὰ καὶ πλατύτερον κατὰ λόγους τοιαῦτά τιςσχηματίσαι· οἷον

Ἀχιλλεὺς μὲν ᾑρέθη πολέμαρχος, οἱ βασιλεῖς δὲ περὶ τὸν ναύ1.616 σταθμον ἔμενον, ἵνα

οἱ μὲν στενοχωρῶσι τοὺς Τρῶας, ὁ δὲ τὰ πέριξ ληΐζηται.τὸ δὲ τοιοῦτον σχῆμα καὶ ἐπὶ

πλειόνων συζυγιῶν νοημάτων μεθοδευθήσεταικατὰ τὴν τοῦ γράφοντος ἰσχύν. ἔστι δὲ

τοῦτο καὶ περιβλητικὸν διὰ τὴν τῶννοημάτων μετάστασιν. ἔχει δέ τι καὶ σαφηνείας τὸ

τῇ μελαίνῃ εὐθὺς συντάξαιτὸ κατὰ φύσιν οἰκεῖον, ἤγουν τὴν Γῆν, ὡς καὶ τῇ εὐχωλῇ,

τουτέστι τῷ καυχήματι, τοὺς ὀλλύντας, καὶ τοῖς βασιλεῦσι τὸ ἐν Τροίᾳ μένειν. κατὰ

φύσινμὲν γὰρ ἐνταῦθα καὶ εὔτακτον καὶ σαφὲς ἡ τῶν μέσων ἕνωσις, ἀνάπαλιν δὲ ἡ

τῶνἄκρων διάστασις, ὡς ἐν τοιαύτῃ καταγραφῇ, δι' ἧς τὸ προκείμενον

σαφηνισθήσεται.(ῃ. 111–5) Ὅτι ἐπαινετικὸν εἰρήνης τὸ «οἳ δ' ἐχάρησαν ἐλπόμενοι

παύσεσθαιὀϊζυροῦ πολέμοιο». ἀφοπλισμοῦ δὲ τοῦ ἐπὶ μονομαχίᾳ φραστικὸν τὸ

«ἵππουςμὲν ἔρυξαν ἐπὶ στίχας, τεύχεά τ' ἐξεδύοντο· τὰ μὲν κατέθεντ' ἐπὶ γαίῃ

πλησίονἀλλήλων, ὀλίγη δ' ἦν ἀμφὶς ἄρουρα», [ἥτις μεταίχμιόν ἐστιν, ὡς καὶ

ἀλλαχοῦδηλοῦται. ὅρα δὲ ὅτι ἄρουραν ἔφη καὶ νῦν οὐ λόγῳ μέτρου τινὸς κατὰ τὸ

Ερευνητικό έργο: ∆ΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ. Εργαστήριο ∆ιαχείρισης Πολιτισµικής Κληρονοµιάς, www.aegean.gr/culturaltec/chmlab.

Χρηµατοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%). Πανεπιστήµιο Αιγαίου, Τµήµα Πολιτισµικής Τεχνολογίας και Επικοινωνίας, © 2006.

Επιτρέπεται η ελεύθερη χρήση του υλικού µε αναφορά στην πηγή προέλευσής του.

380

Hooray! Your file is uploaded and ready to be published.

Saved successfully!

Ooh no, something went wrong!